9. Τοῖς τοιούτοις φαρμάκοις ἕνεκα
11. μεγάλης ὀδύνης ἢ ἀγρυπνίας ἢ τοῦ μὴ σπαράττεσθαι χάριν
12. διὰ βῆχα βιαίαν, ὡς ἐφ’ αἵματος ἀναγωγῆς ἐνίοτε
13. γίνεται καὶ κατάῤῥων χαλεπῶν, εἰώθαμεν χρῆσθαι. κατὰ μέντοι
14. τὰ μετριώτερα τῶν εἰρημένων αἱ διὰ τῶν σπερμάτων
15. ἰδίᾳ ὀνομαζόμεναι βηχικαὶ δυνάμεις αὐτάρκεις, ἔχουσαι μὲν
16. πάντως τι καὶ αὗται τῶν καρωτικῶν φαρμάκων, ἀλλ’ ὀλίγον
17. ἐν πολλοῖς τοῖς σπέρμασιν, ἅπερ εὐώδη τέ ἐστι καὶ
18. λεπτομερῆ καὶ διουρητικά. προσαγορεύουσι δὲ πολλάκις αὐτὰ
1. οἱ ἰατροὶ καὶ χωρὶς τοῦ προσθεῖναι τὸ τοῦ σπέρματος ὄνομα,
2. κύμινον λέγοντες καὶ δαῦκον καὶ σέσελι, σέλινόν τε καὶ
3. ἄνισον. αἱ μὲν οὖν τῶν τοιούτων φαρμάκων συνθέσεις ἐν
4. ταῖς βηχικαῖς ὀνομαζομέναις δυνάμεσιν εἴρηνται. τὰς δὲ τῶν
5. ἀνωδύνων τε καὶ κωλικῶν, αἵπερ εἰσὶν ὁμογενεῖς μὲν ἐκείναις,
6. σφοδρότεραι δὲ πολὺ ταῖς δυνάμεσιν, ἐν τῷδε τῷ λόγῳ
7. δηλώσω. πρώτη μὲν οὖν αὐτῶν, ὡς ἔοικεν, ἐν τοῖς πάλαι
8. χρόνοις, ἡ τοῦ Φίλωνος ἔνδοξος ἐγένετο, περὶ ἧς αὐτὸς
9. ἐποίησε τάδε τὰ ἐλεγεῖα.
3. Ἐν
4. τούτοις τοῖς ἔπεσιν ὁ Φίλων κελεύει κρόκου μὲν 𐅻 ε΄.
5. ἐμβάλλεσθαι, πυρέθρου δὲ μίαν, εὐφορβίου μίαν, στάχυος
6. νάρδου μίαν, πεπέρεως δὲ λευκοῦ καὶ ὑοσκυάμου τὸ ἴσον,
7. ἑκατέρου 𐅻 κ΄. ὀπίου δὲ 𐅻 ι΄. οἱ μὲν οὖν πρῶτοι δύο στίχοι
8. τὸν κρόκον δηλοῦσιν, ξανθὸν μὲν τῇ χρόᾳ ὄντα, τριχοειδῆ
9. δὲ τῇ λεπτότητι. λύθρον δὲ τοῦ κρόκου φησὶν ἐν ταῖς
10. Ἑρμείαις, τουτέστι ταῖς τοῦ Ἑρμοῦ λάμπεσθαι βοτάναις.
11. ἐπειδὴ μειράκιον καλούμενον Κρόκος, ἅμα τῷ Ἑρμῇ δισκεύων,
12. εἶθ’ ἑστὸς ἀμελέστερον, ἐμπεσόντος αὐτῷ δίσκου τῇ κεφαλῇ,
13. συνέβη μὲν ἀποθανεῖν αὐτίκα, τοῦ δ’ αἵματος εἰς τὴν γῆν
14. ἀναχθέντος, ἐξ αὐτοῦ φῦναι τὸν κρόκον. λάμπεσθαι δὲ εἶπε
15. τὸν λύθρον, τουτέστι τὸ ἀπὸ τοῦ σφαγέντος αἷμα,
16. διὰ τὸ στιλπνὸν τῆς χρόας τοῦ κρόκου. γράφεται δὲ οὐ μόνον
17. βοτάναις, ἀλλὰ καὶ πεδίοις ὡδί πως ὁ στίχος, Ἑρμείοις
18. λάμπεται ἐν πεδίοις. σταθμὸν δὲ ἀξιοῖ τοῦ κρόκου πέντε
19. δραχμὰς εἶναι, φρένας ἀνέρος εἰπὼν τὰς αἰσθήσεις, οὔσας
1. πέντε. ὅτι δὲ δραχμὰς πέντε βούλεται εἶναι καὶ οὔτε ὀβολοὺς
2. οὔτε λίτρας οὔτε ἄλλο τι τοιοῦτον, ἐνδείκνυται διὰ
3. τῶν ἑξῆς, πρῶτον μὲν εἰπὼν, μίσγε δὲ καὶ δραχμὴν Ναυπλίου
4. Εὐβοέως, εἶθ’ ἑξῆς καὶ τοῖς ἄλλοις προστιθεὶς ταὐτὸν
5. ὄνομα τὸ τῆς δραχμῆς. Ναύπλιον μὲν οὖν Εὐβοέα τὸ
6. πύρεθρον λέγει, διότι Ναύπλιος πυρὰς μεγάλας καύσας, ὥς
7. φασι, κατὰ τὸν τῆς Εὐβοίας λιμένα, πολλοὺς τῶν Ἑλλήνων
8. ἐξηπάτησεν, ὡς ἐπὶ χώραν εὐλίμενον καταίροντας ἀπολέσθαι.
9. ἐργάσασθαι δέ φασιν αὐτὸν τοῦτο διὰ τὸν τοῦ Παλαμήδους
10. θάνατον. καὶ μὴν καὶ τὸ εὐφόρβιον, αἰνιγματωδῶς
11. ὁμοίως τούτοις κέκληκεν εἰπὼν καὶ τρίτου ἐν Τρώεσσι, Μενοιτιάδαο
12. φονῆος, ἐπειδὴ ὁ ποιητὴς ἐποίησε λέγοντα τὸν
13. Πάτροκλον,
16. μήλων δὲ, τουτέστι προβάτων, ἐν τῇ γαστρὶ διασώζεσθαί
17. φησι τὸ εὐφόρβιον, ὅτι μόνην ταύτην οὐ διαβιβρώσκει, καὶ
18. διὰ τοῦτο δυνατόν ἐστιν ἀποτίθεσθαι κατ’ αὐτὴν τὸ φάρμακον.
1. ὀπὸς δέ ἐστι φυτοῦ τινος ἀκανθώδους ἐν τῇ τῶν
2. Μαυρουσίων γῇ φυομένου, θερμότατος τῇ δυνάμει, καὶ γέγραπται
3. περὶ αὐτοῦ βιβλίδιόν τι σμικρὸν Ἰόβᾳ τῷ βασιλεύσαντι
4. τῶν Μαυρουσίων. ἐφεξῆς δὲ ὁ Φίλων φησὶν, δραχμὰς
5. δ’ ἀργεννοῖο πυρώδεος εἴκοσι βάλλε, ὡς λευκὸν πέπερι
6. σημαίνων. ἔστι δὲ εὐστομαχώτερον καὶ δριμύτερον τοῦ μέλανος.
7. εἴκοσι δ’ ἀξιοῖ δραχμὰς ἐμβάλλεσθαι σπέρματος ὑοσκυάμου,
8. γράψας καὶ τοῦτο αἰνιγματωδῶς, εἴκοσι καὶ κυάμου
9. θηρὸς ἀπ’ Ἀρκαδίης, ἐπειδὴ τὸν Ἐρυμάνθιον κάπρον
10. ὁ Ἡρακλῆς ἀποκτεῖναι λέγεται, κατὰ τὴν τῶν Ἀρκάδων
11. γῆν αὐξηθέντα. νάρδου δὲ καὶ αὐτῆς 𐅻 α΄. ἀξιοῖ βάλλειν,
12. ἣν ψευδώνυμον εἴρηκε ῥίζαν, ἐπειδὴ στάχυς ὀνομάζεται νάρδου.
13. βούλεται δ’ αὐτὴν εἶναι Κρητικὴν, ἔνθα φησὶν, ἣν ἀνέθρεψε
14. χῶρος ὁ τὸν Πίσσῃ Ζῆνα λοχευσάμενος, ἐπειδὴ τὸν
15. Δία φασὶν οἱ μυθολόγοι κατὰ τὸ Δικταῖον ὄρος ἐν Κρήτῃ
16. τραφῆναι, κρυπτόμενον ὑπὸ τῆς μητρὸς Ῥέας, ὅπως μὴ καὶ
17. αὐτὸς ὑπὸ τοῦ πατρὸς τοῦ Κρόνου καταποθῇ. προσέθηκε
18. δὲ τῷ Διὶ τὴν Πίσσαν, ὡς εἰώθασι πολλοὶ καὶ χωρὶς ποιητικῆς
1. ἐν τῷ βίῳ λέγειν, μὰ τὸν ἐν Περγάμῳ Ἀσκληπιὸν,
2. μὰ τὴν ἐν Ἐφέσῳ Ἄρτεμιν, μὰ τὸν ἐν Δελφοῖς Ἀπόλλωνα,
3. μὰ τὸ ἐν Ἐλευσῖνι πῦρ. ἔνιοι δὲ οὐ τὴν Κρητικὴν χώραν,
4. ἀλλὰ τὴν Ἰνδικὴν εἰρῆσθαί φασιν, ἐξ ἧς ὁ ἐλέφας φέρεται.
5. ἐκ τούτου γὰρ τὸ ἐν Πίσσῃ τοῦ Διὸς ἄγαλμα λελοχεῦσθαι,
6. τουτέστι γεγενῆσθαι. τούτοις ἅπασι μίγνυσθαι κελεύει τὸν
7. τοῦ μήκωνος ὀπὸν, εἰθισμένον ὑπὸ τῶν ἰατρῶν ὄπιον ἰδίως
8. ὀνομάζεσθαι, μηδενὸς τῶν ἄλλων ὀπῶν, καίτοι παμπόλλων
9. ὄντων κατὰ τὸ καλούμενον οὐδέτερον γένος ὀνομαζομένων.
10. ἐπεὶ τοίνυν τὸ ὄνομα ἐκ τῆς ο φωνῆς καὶ τῆς πίον σύγκειται,
11. διὰ τοῦτο ἔφη
14. ὅπερ ἐστὶν ἔμβαλλε καὶ τοῦ ὀπίου 𐅻 ι΄. ὑπόλοιπον δέ ἐστιν
15. ᾧ πάντα ταῦτα ἀναλαμβάνεται λειωθέντα, τὸ μέλι κεκλημένον
16. ὑπ’ αὐτοῦ συμβολικῶς, νᾶμα ταύρου θυγατέρων,
17. ἐπειδὴ σηπομένων τῶν ταύρων γεννᾶσθαί φασι τὰς
1. μελίσσας. Ἀττικὸν δὲ αὐτὸ βουλόμενος εἶναι, συγγενὲς ἔφη
2. τοῖς Κεκροπίδαις, τουτέστι τοῖς Ἀθηναίοις. διὰ δὲ τοῦ τελευταίου
3. τῶν ἐπῶν δηλοῖ καὶ τοὺς Ἀσκληπιάδας οὕτως
4. ὀνομάζειν. ἐκ Τρίκκης γὰρ τὸ γένος αὐτῶν ἐστιν, ὡς
5. καὶ ὁ ποιητής ἐστιν· αὕτη σχεδὸν ἡ πρώτη τῶν ἀνωδύνων
6. ὀνομαζομένων ἀντιδότων ἔνδοξος ἐγένετο. κατ’ αὐτὴν δὲ τὰ
7. μὲν προσθέντες αὐτῇ, τὰ δὲ ἀφαιροῦντες ἢ ταῖς συμμετρίαις
8. ὑπαλλάττοντες, ἐποίησαν κυρίων ἀνωδύνων ἀντιδότων
9. ἀριθμὸν, ἃς καὶ κωλικὰς προσαγορεύουσιν, παρονομάζοντες
10. ἀπὸ τοῦ μεγίστας ὀδύνας ἔχοντος πάθους. ἐγὼ δὲ
11. πρώτους μὲν ἐρῶ τοὺς γενικοὺς τρόπους τῆς συνθέσεως
12. αὐτῶν, εἶτα, ὡς εἴωθα, τὴν εὐπορίαν τῶν κατὰ μέρος ὑλῶν
13. ὑπογράψω. τὸ μὲν οὖν· ὄπιον ἰσχυρότατόν ἐστι τῶν ναρκούντων
14. τὴν αἴσθησιν, ὕπνον τε καρώδη φερόντων. ἐργάζεται
15. δὲ ταῦτα καὶ μόνον ἑψήματι δευθὲν, εἶτα ἀναληφθὲν
16. διὰ κροκύδος καὶ εἰς ἕδραν ἐντιθέμενον, ἐπιχριόμενόν τε τῷ
17. μετώπῳ καὶ τοῖς μυκτῆρσιν ἐγχριόμενον. ἐὰν δὲ μετὰ ἑτέρου
18. τινὸς τῶν πραϋνόντων τὴν δύναμιν αὐτοῦ μιχθῇ, μετριώτερον
1. ἐργάζεται ταῦτα. χρὴ δὲ εἶναι τὰ μιγνύμενα τῶν ἤτοι
2. πέττειν ἢ πραῢνειν δυναμένων ὀδυνηρὰν διάθεσιν ἢ τοὺς
3. ἐργαζομένους αὐτὴν χυμοὺς διαφορεῖν ἢ τέμνειν τε καὶ λεπτύνειν
4. ἢ κατὰ τὴν ὅλην οὐσίαν ἀλλοιοῦν. οὐ μὴν οὐδὲ
5. ἀγνοεῖν ὑμᾶς οἶμαι τὸν ἄριστον εἶναι σκοπὸν τῆς συνθέσεως,
6. ὅταν τριῶν τις στοχάζηται, τοῦ τε ναρκῶσαι τὴν αἴσθησιν
7. καὶ τοῦ μηδὲν ἐφ’ ὕστερον ἐκ τούτου διαμεῖναι παρὰ
8. τῷ μορίῳ βλάβος, ἔτι τε τοῦ μέγιστον ὠφεληθῆναι τὴν διάθεσιν.
9. εἰς ταῦτα οὖν ἀποβλέπων μοι δοκεῖ καὶ ὁ Φίλων
10. συνθεῖναι τὸ προκείμενον ἐν τῷ λόγῳ φάρμακον, ἐκ μὲν
11. τῆς τοῦ ὑοσκυάμου καὶ τῆς τοῦ ὀπίου μίξεως, ὕπνον τε
12. καρώδη καὶ τὴν νάρκην τῆς αἰσθητικῆς δυνάμεως ἐργάσασθαι
13. βουλόμενος· ὅπως δὲ ἀναδοθείη τε θᾶττον καὶ διεξέλθοι
14. τὸ βάθος ὅλων τῶν πασχόντων σωμάτων τὰ θερμαίνοντα,
15. πύρεθρόν τε καὶ εὐφόρβιον καὶ πέπερι μίξας διαφορεῖν
16. δυνάμενα τοὺς βλάπτοντας χυμοὺς καὶ διαῤῥύπτειν τοὺς
17. γλίσχρους καὶ τέμνειν τοὺς παχεῖς καὶ τὰ φυσώδη πνεύματα
18. λεπτύνειν καὶ κενοῦν. ἔστι δ’ οὐκ ὀλίγον πασῶν τῶν ψυχρῶν
1. διαθέσεων ἐν τῇ νάρδῳ πεπτικόν. οὐ μὴν τήν γε
2. Κρητικὴν νάρδον ἐμβάλλειν χρὴ, οὐδ’ ὅλως τὴν παρ’ ἡμῖν
3. γεννωμένην, ἣν ὀρείαν τε καὶ ναρδίτην βοτάνην ὀνομάζουσι
4. μᾶλλον ἢ νάρδον. ἔστι μὲν οὖν ἡ Κελτικὴ νάρδος ἀγαθὸν
5. φάρμακον εἰς ὅσα περ ἂν καὶ ἡ Ἰνδικὴ, λείπεται δὲ αὐτῆς
6. πάμπολυ, καθάπερ γε καὶ ταύτης ἡ ὄρειος. ὥσπερ καὶ τῶν
7. ἀρωματικῶν ὀνομαζομένων φαρμακὼν τὴν νάρδον μόνην
8. ἐνέβαλεν ὁ Φίλων, οὕτως οἱ κατ’ αὐτὸν ἄλλος ἄλλο προσέθεσαν,
9. ἔνιοι δὲ καὶ πλείω. καὶ προστιθέμενα δέ ἐστι σχοίνου
10. ἄνθος καὶ κασσία, κιννάμωμόν τε καὶ ἄμωμον καὶ κόστος.
11. ὥσπερ δὲ αὖ πάλιν τὸν κρόκον ἐνέβαλε πεπτικὸν χυμῶν
12. ἀπέπτων καὶ διαθέσεων φαρμακωδῶν, οὕτως ἄλλοι
13. σμύρναν τε καὶ καστόριον ἔμιξαν. οἱ πλεῖστοι δὲ αὐτῶν καλῶς
14. ποιοῦντες καὶ ταυτὶ τὰ συνήθη σπέρματα, περὶ ὧν εἴρηται
15. καὶ πρόσθεν ἐν τοῖς διὰ τῶν σπερμάτων, ὡς παραμυθήσασθαι
16. τὴν ἀηδίαν τῶν πικρῶν φαρμάκων, εἰς ἀνάδοσίν
17. τε καὶ οὔρησιν προτρέψαι τὸ σύμπαν φάρμακον. εἰ δέ
1. τι καὶ λεπτῦναι δέοι πάχος χυμῶν, καὶ τοῦτο ἐργαζόμενα,
2. λέγω δὲ καὶ σελίνου σπέρμα καὶ κυμίνου καὶ ἀνίσου καὶ
3. δαύκου καὶ πετροσελίνου καὶ ὅσα τοιαῦτα. προσθήσω τοιγαροῦν
4. ἤδη καὶ τὸ πλῆθος τῶν κατὰ μέρος ὑλῶν τοῖς πρὸ ἐμοῦ πεπειραμένων.
5.
6. Πρώτη μὲν αὐτῶν γέγραπται κατὰ λέξιν οὕτως, κωλικὴ
7. Κασσίου. ♃ ἀνίσου 𐅻 στ΄. σελίνου σπέρματος 𐅻 ιβ΄.
8. νάρδου 𐅻 δ΄. οἱ δὲ 𐅻 στ΄. καστορίου 𐅻 γ΄. πετροσελίνου
9. 𐅻 δ΄. οἱ δὲ 𐅻 γ΄. πεπέρεως λευκοῦ 𐅻 ε΄. καὶ μακροῦ 𐅻 ε΄.
10. σμύρνης 𐅻 στ΄. σχοίνου 𐅻 γ΄. ὀποῦ μήκωνος 𐅻 στ΄. κρόκου
11. 𐅻 γ΄. ἀναλάμβανε μέλιτι ἑφθῷ, τινὲς καὶ κινναμώμου 𐅻 α΄.
12. ἢ κασσίας 𐅻 β΄. ἡ τελεία δόσις, καρύου βασιλικοῦ μικροῦ
13. σὺν ὕδατος θερμοῦ κυάθοις τρισὶ, τὸ δὲ ἐλάχιστον, Ποντικοῦ
14. μικροῦ. κωλικὴ δευτέρα τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων
15. ἐστὶν ἥδε, ἄλλως. ἡ Κασσίου ὡς Κρίσπος. ποιεῖ δὲ
16. καὶ ἐπιτιθεμένη ἔξωθεν. ♃ ἀνίσου 𐅻 ιβ΄. σελίνου σπέρματος
17. 𐅻 κδ΄. νάρδου Ἰνδικῆς ἴσον, καστορίου 𐅻 στ΄. πετροσελίνου
1. σπέρματος 𐅻 ιστ΄. σμύρνης 𐅻 ιβ΄. πεπέρεως λευκοῦ 𐅻 ιβ΄.
2. καὶ μακροῦ 𐅻 ι΄. σχοίνου 𐅻 στ΄. ὀπίου, κρόκου, κασσίας
3. ἀνὰ 𐅻 ιβ΄. κόστου, ἀκόρου ἀνὰ 𐅻 στ΄. μέλιτι ἑφθῷ ἀναλάμβανε,
4. δίδου καρύου Ποντικοῦ τὸ μέγεθος μεθ’ ὕδατος
5. κυάθων τριῶν. αὗται μὲν οὖν αἱ προγεγραμμέναι δύο διὰ
6. φαρμάκων συνετέθησαν, ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν εἶπον.
7. ἡ δ’ ἐφεξῆς ᾗ κεχρῆσθαί φησιν αὐτὸς, ἔχει τινὰ καὶ ἄλλα
8. παρὰ τὰ πρόσθεν, ὁμογενῆ μὲν τῷ τε ὀπίῳ καὶ τῷ τοῦ
9. ὑοσκυάμου σπέρματι, τόν τε τοῦ μανδραγόρου χυλὸν τῶν
10. μήλων, ἤτοι τὸν τῆς ῥίζης αὐτοῦ καὶ τῶν τοῦ κωνείου.
11. οὕτω δὲ καὶ τὸ Ποντικὸν φοῦ, τὸ μέν τι παραπλήσιον ἔχον
12. τῇ νάρδῳ, τὸ δέ τι τῷ πετροσελίνῳ καὶ τοῖς οὐρητικοῖς
13. σπέρμασι, τὸ δὲ τῆς ἀγρίας κράμβης σπέρμα τῶν λεπτυντικωτάτων
14. τε καὶ ξηραίνειν καὶ διαφορεῖν ἱκανῶς δυναμένων.
15. ἐκ δὲ τῶν οὐρητικῶν ἐστι καὶ τὸ μῆον καὶ τὸ ἄσαρον. ἡ δὲ
16. Ἰλλυρὶς, ἣν οὐδὲ ὠνόμασεν Ἰλλυρικὴν ἴριν, πεπτικόν ἐστι
17. καὶ λεπτυντικὸν φάρμακον. ἡ δὲ στοιχὰς ἄσηπτόν τε καὶ
18. λεπτυντικὸν, αὐτὸ δὲ τὸ φάρμακον οὕτως ὑπὸ τοῦ Ἀνδρομάχου
1. γέγραπται. κωλικὴ Τουλλίου ᾗ χρῶμαι. ♃ μανδραγόρας
2. χυλοῦ τῶν μὴλων 𐅻 η΄. ἢ τῆς ῥίζης τοῦ χυλοῦ 𐅻 ι΄.
3. φοῦ Ποντικοῦ 𐅻 η΄. κράμβης ἀγρίας σπέρματος 𐅻 η΄. κωνείου
4. χυλοῦ 𐅻 ιστ΄. κόστου, πεπέρεως λευκοῦ ἢ μακροῦ,
5. σμύρνης, ὀπίου ἀνὰ 𐅻 η΄. ὀποπάνακος 𐅻 στ΄. στοιχάδος,
6. δαύκου σπέρματος, μήου, ἀσάρου ἀνὰ 𐅻 ιβ΄. κινναμώμου,
7. Ἰλλυρίδος, ἀκόρου ἀνὰ 𐅻 η΄. ἐφεξῆς τῶν προγεγραμμένων
8. κωλικὴ παρὰ Ἀβασκάντου, ἣν εὗρον παρ’ ἐμοὶ σύμφωνον.
9. ♃ ἀνίσου 𐅻 ι΄. σεσέλεως σπέρματος 𐅻 κ΄. πετροσελίνου,
10. νάρδου Ἰνδικῆς, πεπέρεως λευκοῦ καὶ μακροῦ ἀνὰ 𐅻 γ΄. καὶ
11. τετρώβολον, ὀπίου 𐅻 ι΄. σμύρνης 𐅻 ι΄. κυμίνου Αἰθιοπικοῦ,
12. καστορίου ἀνὰ 𐅻 ε΄. σχοίνου, κρόκου ἀνὰ 𐅻 ε΄. μέλιτι
13. ἑφθῷ σκεύαζε.
14. ♃ Πεπέρεως λευκοῦ, ὑοσκυάμου σπέρματος ἀνὰ
18. 𐅻 μ΄. ὀπίου 𐅻 στ΄. κρόκου 𐅻 ι΄. ναρδοστάχυος, εὐφορβίου,
1. πυρέθρου ἀνὰ 𐅻 β΄. μέλιτι ἑφθῷ ἀναλάμβανε. ἄλλη ἀδιάπτωτος
2. καὶ πρός πᾶσαν ἐμπνευμάτωσιν. ♃ σίνωνος, ὑοσκυάμου
3. σπέρματος, πεπέρεως λευκοῦ ἀνὰ 𐅻 μ΄. ὀποῦ μήκωνος
4. 𐅻 κ΄. κρόκου 𐅻 στ΄. ὀποβαλσάμου 𐅻 γ΄. μέλιτι ἑφθῷ. κωλικὴ
5. Τερεντίου Οὐάλεντος. ♃ σίνωνος, πεπέρεως λευκοῦ,
6. ὑοσκυάμου σπέρματος ἀνὰ 𐅻 μ΄. ὀποῦ μήκωνος 𐅻 κ΄. κρόκου
7. 𐅻 η΄. οἱ δὲ 𐅻 στ΄. μανδραγόρου φλοιοῦ ῥίζης 𐅻 γ΄. μέλιτος
8. τὸ ἱκανὸν, τινὲς ὀποβαλσάμου 𐅻 γ΄. κωλικὴ Ἀπολλωνίου.
9. ♃ νάρδου 𐅻 β΄. καστορίου, μαράθρου, μανδραγόρας
10. χυλοῦ, κόστου ἀνὰ 𐅻 α΄. ἀσάρου, στάχυος ἀνὰ
11. 𐅻 γ΄. ὀποπάνακος 𐅻 α΄. δαύκου Κρητικοῦ 𐅻 γ΄. κινναμώμου
12. 𐅻 ε΄. πεπέρεως λευκοῦ καὶ μακροῦ, ἴρεως, σμύρνης ἀνὰ
13. 𐅻 β΄. Λημνίας σφραγῖδος 𐅻 ι΄. ἀψινθίου 𐅻 β΄. μέλιτος
14. ἡ δόσις 𐅻 α΄. σὺν ὕδατι. κωλικὴ ὡς Νικόστρατος,
15. ἰσόθεος καλουμένη, ἠγορασμένη ταλάντων δύο, ποιοῦσα πρὸς
16. στομαχικοὺς, ὀφθαλμιῶντας, περιοδυνῶντας, ὑστερικοὺς πόνους,
17. δι’ ὑδρομέλιτος, πηγάνου ἐναφεψημένου. ♃ κρόκου
18. 𐅻 α΄ S". νάρδου 𐅻 β΄. σμύρνης 𐅻 η΄. κόστου, πεπέρεως
1. λευκοῦ καὶ μακροῦ, χαλβάνης ἀνὰ 𐅻 α΄. ὀποβαλσάμου 𐅻 δ΄.
2. κινναμώμου, μανδραγόρου χυλοῦ, καστορίου ἀνὰ 𐅻 β΄. δαύκου
3. σπέρματος 𐅻 δ΄ S". σαγαπηνοῦ 𐅻 γ΄. κασσίας 𐅻 δ΄.
4. μέλιτι Ἀττικῷ. κωλικὴ, ὡς Σκριβώνιος. ♃ κέρατος ἐλαφείου
5. ἁπαλοῦ κεκαυμένου τῆς σποδοῦ ἡμίναν, πεπέρεως
6. λευκοῦ, σμύρνης ἀνὰ 𐅻 β΄. λεάνας δίδου κοχλιάριον ἓν, λεάνας
7. κοχλίαν ὠμὸν ἕνα, σὺν οἴνου κυάθοις δυσὶ καὶ ὕδατι
8. θερμῷ. κωλικὴ ᾗ συνεχῶς ἐχρήσατο, τελέως ἀπαλλάττουσα
9. καὶ ἀνασκευάζουσα. ♃ ζιγγιβέρεως 𐅻 γ΄. ἰτέας φλοιοῦ 𐅻 γ΄.
10. πηγάνου κλώνια γ΄. ἢ τέσσαρα, φοινικοβαλάνων 𐅻 γ΄. ὕδατος
11. κυάθους γ΄. βαλὼν ἐς πολτάριον καινὸν, ἕψε ἕως λειφθῇ
12. τὸ τρίτον, δίδου πίνειν μετὰ τὸν παροξυσμὸν ἐπὶ τρεῖς ἡμέρας
13. καὶ διαλείπων τὸ αὐτὸ ποίει, ἐπὶ ἡμέρας πλείονας ποιῶν
14. τὸ φάρμακον. κωλικὴ Τουλλίου καλὴ, ᾗ καὶ αὐτῇ χρῶμαι.
15. ♃ κράμβης ἀγρίας σπέρματος, φοῦ Ποντικοῦ ἀνὰ γο στ΄.
16. πεπέρεως λευκοῦ καὶ μακροῦ, δαύκου σπέρματος, μήου ἀνὰ
17. 𐅻 θ΄. καστορίου, κόστου, ὀπίου, μανδραγόρου φλοιοῦ, νάρδου
18. Ἰνδικῆς, ἀσάρου, Ἰλλυρίδος, ἀκόρου, σμύρνης ἀνὰ 𐅻 στ΄.
1. ὀποπάνακος 𐅻 δ΄. κωνείου σπέρματος 𐅻 β΄. στοιχάδος 𐅻 θ΄.
2. κινναμώμου 𐅻 α΄. κασσίας δαφνίτιδος 𐅻 ιη΄. μέλιτι ἑφθῷ,
3. ἡ δόσις μέγεθος κυάμου Αἰγυπτίου. κωλικὴ, ἣν ἐθαύμαζεν
4. Ἀρίστων, ὡς Διόφαντος ὁ Λύκιος. ♃ κενταυρείου χυλοῦ,
5. καστορίου, σκίλλης ὀπτῆς, πεπέρεως λευκοῦ καὶ μακροῦ,
6. σμύρνης, πηγάνου ἡμέρου, ὑσσώπου, ἀβροτόνου, ἴρεως Ἰλλυρικῆς
7. ἀνὰ 𐅻 β΄. κρόκου, ἀμμωνιακοῦ θυμιάματος, ἀκόρου
8. ῥίζης, φοῦ Ποντικοῦ, ζιγγιβέρεως, ἐλλεβόρου μέλανος
9. ἀνὰ 𐅻 α΄. ἀναλάμβανε ὀξυμέλιτι, ἡ δόσις 𐅻 α΄. μετ’ ὀξυμέλιτος.
10. κωλικὴ ὡς Πούπλιος ἐν Ποτιολίῳ καὶ Ἀπολλωνίῳ.
11. ♃ πολίου 𐅻 στ΄. σκορδίου 𐅻 ιβ΄. γεντιανῆς 𐅻 ε΄. πηγάνου
12. ἀγρίου σπέρματος 𐅻 δ΄. ὀποῦ Κυρηναϊκοῦ 𐅻 γ΄. μίλτου Λημνίας
13. 𐅻 ε΄. σμύρνης 𐅻 ζ΄. ὀποβαλσάμου 𐅻 η΄. πεπέρεως
14. λευκοῦ 𐅻 β΄. S". κάγχρυος 𐅻 δ΄. περιστερεῶνος βοτάνης 𐅻 β΄.
15. πενταφύλλου 𐅻 ε΄. μέλιτι Ἀττικῷ, δίδου καρύου τὸ μέγεθος.
16. τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα πρὸς τὰ κωλικὰ
17. πάθη. καταπαστὸν πρὸς τὰς τοῦ κώλου ἐμπνευματώσεις,
18. Ἀντωνίου φαρμακοπώλου. τούτῳ χρώμενος εὐημέρει. ♃
1. χρυσοβαλάνου 𐅻 β΄. σεσέλεως, ἀστραγάλου ἀνὰ γο β΄. Ἰλλυρικῆς,
2. τραγοριγάνου ἀνὰ γο α΄. ταῦτα ὁμοῦ κόψας καὶ
3. σήσας δίδου κοχλιάριον ἓν ἢ ἔλασσον ἢ πλέον μετὰ ὕδατος
4. θερμοῦ, κυάθων τεσσάρων πρὸ τροφῆς. ἄλλο. ὀρνίθων τὰ
5. ἐντὸς ἅπαντα ἐξελὼν καὶ βαλὼν εἰς ἄγγος κεραμοῦν ὄπτα
6. καὶ λεάνας ἀπόθου. ἐν δὲ τῇ χρήσει δίδου κοχλιάριον α΄ S".
7. καὶ δαύκου Κρητικοῦ κεκομμένου καὶ σεσησμένου τὸ ἴσον
8. καὶ μελικράτου θερμοῦ κυάθους γ΄. πρὸς τὰς τοῦ κώλου
9. ἐμπνευματώσεις, Χαρικλέους. ♃ κυμίνου Αἰθιοπικοῦ 𐅻 στ΄.
10. σελίνου σπέρματος 𐅻 ε΄. δαύκου Κρητικοῦ σπέρματος 𐅻 β΄.
11. πεπέρεως λευκοῦ 𐅻 α΄. κόψας καὶ σήσας ἀπόθου, ἡ δόσις
12. κοχλιάρια β΄. μεθ’ ὑδρομέλιτος κυάθων γ΄. ἄλλο. ♃
13. πηγάνου ἀγρίου ξηροῦ σπέρματος, σεσέλεως Γαλλικοῦ ἀνὰ
14. 𐅻 μ΄. πετροσελίνου 𐅻 δ΄. σίνωνος Συριακοῦ 𐅻 δ΄. πεπέρεως
15. λευκοῦ 𐅻 β΄. κόψας καὶ σήσας δίδου καθὰ προείρηται.
16. ♃ Κυμίνου Σπανοῦ γο α΄. πεπέρεως λευκοῦ, ζιγγιβέρεως,
1. ἑκάστου τὸ ἴσον, οἴνου γλυκέος ἢ Σκυβελίτου ἢ
2. προτρόπου ξε. γ΄. οἴνου Φαλερίνου ξε. α΄. μέλιτος Ἀττικοῦ
3. λίτραν α΄. τὰ ξηρὰ κόπτεται καὶ σήθεται παχυτέρῳ κοσκίνῳ,
4. εἶτα μετ’ οἴνου ἕψεται ἔστ’ ἂν τὸ τρίτον λειφθῇ, ἐπιβάλλεται
5. ὁ γλυκὺς καὶ πάλιν ἕψεται. κινεῖν δὲ δεῖ κλωσὶ πηγάνου
6. προσδεδεμένοις ῥάβδῳ ἰτέας καὶ κατειλημμένοις φλοιῷ
7. ἰτέας. ἔχειν δὲ δεῖ καὶ δεύτερον ῥαβδίον καὶ πηγάνου κλῶνας
8. νεαρωτέρους, ὅπως τῶν πρώτων ξηρανθέντων, κινεῖς
9. νεωτέροις. ὅταν δὲ τὸ ὑγρὸν ἅπαξ καὶ δὶς ἀναβράσῃ,
10. ἐπίβαλλε τὸ μέλι καὶ πάλιν ἕψε, ἔπειτα σακκίσας τὸ ὑγρὸν
11. ἀπόθου. ἐν δὲ τῇ χρήσει δίδου μύστρα τρία πρὸ τροφῆς
12. καὶ μετὰ τροφήν. ἄλλο; ♃ μαράθρου χυλοῦ ξε. δ΄. μέλιτος
13. Ἀττικοῦ ξε. β΄. κρόκου 𐅻 δ΄. τὸν κρόκον βαλὼν εἰς ὀθόνιον
14. καθαρὸν ἀπόδησον, τὸν δὲ χυλὸν καὶ τὸ μέλι μίξας ἕψε
15. βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ κινῶν τῷ ἀποδέσμῳ τοῦ
16. κρόκου. ὅταν δὲ συστραφῇ, ὥστε ἀρτηριακῆς ἔχειν τὸ πάχος,
17. τὸ μὲν κρόκον ἐκθλίψας ῥῖψον, τὸ δὲ φάρμακον ἀπόθου,
18. ἐν δὲ τῇ χρήσει δίδου μύστρον ἓν ἢ δύο πρὸ τροφῆς.
1. ♃ Ἰτέας φλοιοῦ 𐅻 δ΄. ζιγγιβέρεως
3. ξηροῦ 𐅻 γ΄. φοινίκων καρύων ἀριθμῷ στ΄. ὕδατος
4. ξε. α΄ S". ἕψε πάντα κινῶν κλωσὶ πηγάνου, καὶ ὅταν τοῦ
5. ὑγροῦ τὸ γ΄. ἀπολειφθῇ, ἔκθλιψον τὸ ὑγρὸν καὶ δίδου κυάθους
6. β΄. καθ’ ἑκάστην ἡμέραν, καὶ τοῦτο δεῖ ποιεῖν ἐπὶ
7. τρεῖς ἡμέρας, καὶ πάλιν διὰ λ΄. ἡμερῶν τοῦτο ποίει, ὥστε
8. εἶναι τοῦ ἐνιαυτοῦ πόσεις λστ΄. τὸ φάρμακον ἐπ’ ἐνιαυτὸν
9. πίνεται. ἐν ἄλλαις γραφαῖς ἔχει οὕτω. ♃ ἰτέας χλωρᾶς τοῦ
10. φλοιοῦ 𐅻 ε΄. ζιγγιβέρεως ξηροῦ 𐅻 δ΄. πεπέρεως λευκοῦ 𐅻 δ΄.
11. φοινίκων πατητῶν μεγίστων ἀριθμῷ β΄ ἢ γ΄. πηγάνου χλωροῦ
12. κλῶνας ε΄. ὕδατος ὀμβρίου ξε. γ΄. ἕψε εἰς τὸ γ΄. καὶ δίδου
13. καθὰ προείρηται.
14.
15. Κέρατος ἐλαφείου νεοβλάστου, μαλακωτάτου κεκαυμένου ὥστε
16. λευκὸν εἶναι, κοχλιάρια γ΄. μείζονα τῷ μεγέθει, πεπέρεως λευκοῦ
17. κόκκοι ι΄ ἢ θ΄. σμύρνης ὀλίγον ὀσμῆς χάριν, ἅπαντα
18. τρίβεται, κοχλίας Λιβυκὸς ποικίλος τῷ χρώματι, σὺν τῷ
1. ὀστράκῳ καὶ λεαίνεται οἴνου ἐπιβαλλομένου Φαλερίνου ἀδιυλίστου,
2. τὸ δὲ πλῆθος ἔστω κύαθοι γ΄. ἅπαντα μίξαντες εἰς
3. ἀγγεῖον κεραμοῦν, θερμαίνομεν ἐπ’ ἀνθρακιᾶς, κινοῦντες ἐπιμελῶς,
4. ἵνα μηδὲν ὑποκαθίσῃ τοῦ φαρμάκου. ὅταν δὲ θερμανθῇ,
5. δίδου πίνειν ἐν αὐτοῖς τοῖς παροξυσμοῖς καὶ ταῖς
6. ἑξῆς δυσὶν ἡμέραις πίνειν, καὶ χρὴ πρὸ μιᾶς ἡμέρας ἀνατιθέντας
7. καὶ ταῖς ἄλλαις δυσὶν, ἀρίστῳ μόνῳ χρησαμένους,
8. εὐδιοίκητον τροφήν.
9. ♃
17. Σίνωνος Συριακοῦ ἢ Σπανοῦ 𐅻 ξ΄. πεπέρεως λευκοῦ 𐅻 μ΄.
18. ὑοσκυάμου λευκοῦ σπέρματος 𐅻 μ΄. ὀπίου, μανδραγόρου
1. φλοιοῦ ἀνὰ 𐅻 ι΄. κρόκου 𐅻 στ΄. μέλιτος ἑφθοῦ εἰς ἀνάληψιν
2. ὅσον ἐξαρκεῖ, πόσον χρὴ διδόναι μεμήνυται. ἐν ἄλλαις
3. γραφαῖς ἔχει οὕτω. ♃ σίνωνος Σπανοῦ 𐅻 ξ΄. πεπέρεως λευκοῦ,
4. ὑοσκυάμου λευκοῦ σπέρματος ἀνὰ 𐅻 μ΄. κέρατος ἐλαφείου
5. κεκαυμένου, ὀπίου ἀνὰ 𐅻 κ΄. μανδραγόρου φλοιοῦ
6. 𐅻 ι΄. κρόκου 𐅻 στ΄. μέλιτος αὔταρκες. ἡ τοῦ Λίγγωνος κωλικὴ
7. διὰ ψυχροῦ διδομένη παραχρῆμα λύει τοὺς πόνους. ♃
8. ὑοσκυάμου λευκοῦ σπέρματος 𐅻 κ΄. ὀπίου, δαύκου Κρητικοῦ
9. σπέρματος ἀνὰ 𐅻 ι΄. πετροσελίνου 𐅻 στ΄. κρόκου, ναρδοστάχυος,
10. πυρέθρου ἀνὰ 𐅻 δ΄. εὐφορβίου, ὀποβαλσάμου,
11. κινναμώμου ἀνὰ 𐅻 β΄. ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου
12. κυάμου Αἰγυπτίου τὸ μέγεθος μεθ’ ὕδατος χλιαροῦ ἢ ψυχροῦ
13. κυάθων γ΄. ἐν τοῖς παροξυσμοῖς. ἀνώδυνος κωλικὴ ᾗ
14. ἐχρήσατο Κάσσιος. ποιεῖ δὲ καὶ πρὸς τὰς τῶν ἐντὸς διαθέσεις
15. τὸ φάρμακον σφόδρα καλόν. ♃ ἀνίσου, νάρδου Συριακῆς,
16. σμύρνης ἀνὰ 𐅻 η΄. πεπέρεως λευκοῦ καὶ μακροῦ ἀνὰ
17. 𐅻 ιβ΄. σεσέλεως σπέρματος 𐅻 στ΄. ὀπίου τὸ ἴσον, κρόκου,
18. καστορίου, πετροσελίνου, σχοίνου ἄνθους ἀνὰ 𐅻 δ΄. μέλιτος
1. Ἀττικοῦ ἀφεψημένου ὅσον ἐξαρκεῖ, ἡ δόσις καρύου Ποντικοῦ
2. τὸ μέγεθος. ἡ Λευκίου ἀνώδυνος κωλικὴ παραχρῆμα λύει
3. τοὺς πόνους, ἐπιγράφεται δὲ Σικελική. ♃ σμύρνης, ὑοσκυάμου
4. χυλοῦ, ὀπίου ἀνὰ 𐅻 η΄. μανδραγόρου ῥίζης, πεπέρεως
5. λευκοῦ, κρόκου, λιβάνου ἀνὰ 𐅻 ι΄. ἀναλάμβανε μέλιτι καὶ
6. δίδου Αἰγυπτίας κυάμου τὸ μέγεθος, δι’ ὕδατος θερμοῦ
7. κυάθων τριῶν εἰς νύκτα.
8. ♃ Κράμβης ἀγρίας σπέρματος,
10. φοῦ, κινναμώμου, ἴρεως Ἰλλυρικῆς, ἀκόρου, ἀσάρου,
11. ὀποπάνακος, σμύρνης, νάρδου Ἰνδικῆς, ὀπίου, κόστου, μανδραγόρου
12. χυλοῦ, καστορίου ἀνὰ 𐅻 στ΄. τῶν τριῶν πεπέρεων,
13. μήου, δαύκου Κρητικοῦ σπέρματος ἐπτισμένου ἀνὰ 𐅻 ιβ΄.
14. στοιχάδος, κωνείου σπέρματος ἀνὰ 𐅻 η΄. ἀναλάμβανε μέλιτι
15. ἑφθῷ καὶ δίδου κυάμου Αἰγυπτίου τὸ μέγεθος, ἀπυρέτοις
16. μετ’ οἰνομέλιτος κεκραμένου κυάθων δ΄. πυρέττουσι μεθ’
17. ὑδρομέλιτος. ταύτῃ καὶ ἐνέματι ἐχρήσατο λαμβάνων τοῦ φαρμάκου
18. καρύου Ποντικοῦ τὸ μέγεθος καὶ τήλεως ἀφεψήματι
1. κυάθους δ΄. ἐλαίου ἐναφεψημένου, πηγάνου κυάθους δ΄. πρὸς
2. τὰς αὐτὰς διαθέσεις ἡ τοῦ Βρενίτου. ♃ κρόκου, ὀπίου, ὀποπάνακος,
3. σμύρνης, ἴρεως, ἀκόρου, μανδραγόρου, ἀσάρου, κόστου,
4. νάρδου Ἰνδικῆς, δαύκου Κρητικοῦ, μήου ἀνὰ 𐅻 στ΄.
5. πεπέρεως λευκοῦ καὶ μακροῦ, γεντιανῆς, στοιχάδος, κασσίας,
6. φοῦ Ποντικοῦ ἀνὰ 𐅻 η΄. μέλιτι ἀναλάμβανε.