10.
11. Τῆς τοῦ αἰδοίου ἑλκώσεως ἡ διάγνωσις ἐκ τοῦ σαφῶς ὀδυνᾶσθαι
12. κατ’ αὐτὸ μετὰ τοῦ καὶ κατὰ τὰς οὐρήσεις ἐκκρίνεσθαί
13. τι τῶν συνεδρευόντων τῷ ἕλκει. διακρίνεται δὲ ταῦτα
14. τῶν ἐκ κύστεως φερομένων τῷ φθάνειν αὐτίκα κατὰ τὴν
15. πρώτην ἔξοδον φαίνεσθαι· τὰ δὲ ἐκ τῆς κύστεως ἀναμεμίχθαι
16. τοῖς οὔροις. τὰ δ’ ἐν αἰδοίοις ἕλκη καὶ κατὰ τὴν ἕδραν
17. χωρὶς φλεγμονῆς ὄντα ξηραινόντων πάνυ δεῖται φαρμάκων,
18. οἷά ἐστι τό τε διὰ τοῦ κεκαυμένου χάρτου καὶ ἄνηθον κεκαυμένον
1. ξηρὸν καὶ κολοκύνθη κεκαυμένη. τοῖς δὲ ἀνίκμοις
2. καὶ προσφάτοις τῶν ἑλκῶν καὶ ἀλόη φάρμακον ἀγαθὸν,
3. ἐπιπαττομένη ξηρὰ χνοώδης. πάντων δ’ αὐτῶν ἀνωδυνώτατόν
4. τε καὶ οὐδενὸς ἧττον δραστήριον ὁ πομφόλυξ ἐστίν. εἰ δὲ
5. ὑγρότερα τύχοι τὰ ἕλκη, πίτυος φλοιὸς καθ’ ἑαυτὸν καὶ λίθος
6. αἱματίτης. εἰ δὲ καὶ βάθος αὐτοῖς τι συνῇ τοῖς εἰρημένοις,
7. μάννης μικτέον. αἱ δὲ κατὰ τὴν μήτραν ἑλκώσεις ἢ
8. κύστιν τῶν αὐτῶν δεόμεναι φαρμάκων, ὀργάνων χρῄζουσι
9. τῶν εἴσω παραπεμπόντων αὐτὰ, διὰ τῶν μητρεγχυτῶν καὶ
10. καθετήρων καλουμένων. ἐπιτηδειότερα τοίνυν τὰ ξηρὰ, οἷός
11. ἐστι κρόκος καὶ πομφόλυξ καὶ ἀλόη, μίγνυμεν ῥᾳδίως εἴτε
12. ἀρνογλώσσου χυλῷ εἴθ’ ἑτέρῳ τοιούτῳ. πρὸς τοὺς
13. ὀσχέου καὶ αἰδοίου πόνους. βουτύρῳ καὶ ῥητίνῃ ἴσοις χρῶ.
14. ἢ λινόσπερμον ἑψήσας μεθ’ ὕδατος καὶ μίξας σμύρνης ὅσον
15. δέκατον μέρος καὶ ῥητίνης ἴσον κατάπλασσε. πρὸς δὲ τὸ
16. οἰδοῦν αἰδοῖον. ♃ ἀμπέλου φύλλων ἁπαλῶν 𐅻 α΄. λιβανωτοῦ
17. 𐅻 α΄. ψιμυθίου 𐅻 ε΄. τρίψας κατάπλασσε. χρῶ δὲ καὶ
18. καταντλήσει θαλάσσης ψυχρᾷ καὶ ἀναπαύσει καὶ ἀναδέσει
1. τοῦ καυλοῦ. ἄλλο. φακὴν ἑφήσας ἐν ὕδατι καὶ ῥοιῶν λέπη
2. λειώσας κατάπλασσε. ἐὰν δὲ ἀπὸ ἱδρώτων ἐν ὀσχέῳ ἕλκη
3. γένηται, κηκίδα λείαν καὶ στυπτηρίαν ἐπίπασσε. πρὸς δὲ τὰ
4. ἐν αἰδοίοις φυόμενα ἀπίου σπέρμα ἐπίπασσε καὶ τραγείᾳ
5. χολῇ περίχριε. τὰς δὲ ῥαγάδας ἐν αἰδοίοις ὠφελεῖ ῥητίνη
6. φρυκτὴ σὺν ῥοδίνῳ τριβεῖσα, ἄχρις ἂν γλοιωθῇ μιγνυμένης
7. καὶ ὠοῦ λεκίθου ὀπτῆς ἢ ῥοδίνου καὶ ἀμύλου καὶ λιβάνου
8. ἀνὰ γο α΄. ἢ κισσοῦ φύλλων ξηρῶν κεκαυμένων ἡ τέφρα,
9. τριβεῖσα μετ’ ἐλαίου ἐν θυείᾳ μολυβδίνῃ. πρὸς τὰς τῶν αἰδοίων
10. φλεγμονάς. σταφίδος ἐκγεγιγαρτισμένης καὶ κύμινον
11. τρίψας ἐπιτίθει. ἢ κρίθινον ἄλευρον ἑψήσας ἐν μελικράτῳ,
12. ἀμπέλου ἁπαλὰ φύλλα τρίψας μετὰ ἀλφίτου, ἅπαντα ἐπιτίθει.
13. ἢ κύμινον τρίψας μετὰ βουτύρου καὶ ῥητίνης ἴσων τακέντων.
14. πρὸς δὲ τοὺς διδύμους ἀφθῶντας, γῇ κιμωλίᾳ μεθ’
15. ὕδατος προκαταχρίσας, ἔασον ξηρανθῆναι καὶ κατανίψας
16. ὕδατι θερμῷ μυρσίνην ξηρὰν λείαν καὶ σμυρνίου σμικρὸν
17. τρίψας κατάπλασσε. τὰς δὲ ἐκσαρκώσεις τὰς ἐπὶ τῶν διδύμων
1. τέφρα κληματίνη, σὺν νίτρῳ καὶ ὕδατι. φυραθεῖσα, ἰᾶται
2. καταπλασσομένη.
⟨
(De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]
De compositione medicamentorum secundum locos
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).
De compositione medicamentorum secundum locos, 9.8, ed. Kühn, 1826, vol. 13, p. 315-318. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:9.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩