Galenus. De compositione medicamentorum secundum locos (De comp. med. sec. loc.) [n° 080 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους
Médicaments composés selon les lieux
The Composition of Drugs According to Places (Comp. Med. Loc.)
De compositione medicamentorum secundum locos, 1826, vol. 12-13, p. 378-1007;1-361. urn:cts:greekLit:tlg0057.tlg076.verbatim-lat1
Santana Henríquez, 2005 (spa).

De compositione medicamentorum secundum locos, 9.9, ed. Kühn, 1826, vol. 13, p. 318-319. urn:cts:greekLit:tlg0057.tlg076.1st1K-grc1:9.9

3. Ὁ πριαπισμὸς αὔξησις
4. αἰδοίου ἐστὶ μόνιμος εἰς μῆκός τε καὶ κύκλον ὀγκουμένου,
5. χωρὶς τῆς εἰς ἀφροδίσια ὁρμῆς. φυσῶδές ἐστι πνεῦμα
6. δηλονότι τὸ ἐξογκοῦν τὸ μόριον, τικτόμενον ἐξ ὑγρῶν γλίσχρων
7. καὶ παχέων, ὑπὸ θερμότητος μετρίας. πρόδηλον οὖν
8. ὡς οὐ δεῖ τὰ μόρια θερμαίνειν, ἀλλὰ ψύχειν ἐπιεικῶς, τῇ
9. ῥοδίνῃ κηρωτῇ μεθ’ ὕδατος ἀνακοπτομένῃ καὶ διὰ τοῦ χαμαιμήλου
10. τῷ τε αἰδοίῳ καὶ ταῖς ψόαις ἐπιτεθέντα. τὰ δὲ
11. ἐν διαίτῃ καὶ φαρμάκοις προσφέρειν τῆς λεπτυνούσης δυνάμεως
12. ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς, προσάγειν δὲ καὶ τὰ
13. φυσικῶς ἐνεργοῦντα διὰ τῆς πείρας εὑρημένα καὶ τήν τε νυμφαίαν
14. πίνειν διδόναι καὶ τὸ τοῦ ἄγνου σπέρμα καὶ πήγανον
15. χλωρὸν τοῖς ὄψοις μιγνύντα, τοῦτο δὲ κατ’ ἀρχὰς μὴ
16. διδόναι, θερμαίνει γὰρ ἱκανῶς, ἀλλ’ ὕστερον μετὰ τὴν χρῆσιν
17. τῶν ἄλλων λεπτυνόντων. κενώσει δὲ χρώμενον δι’ ἐμέτων
18. τοῦτο ποιεῖν· αἱ γὰρ διὰ τῆς κάτω γαστρὸς ῥευματίζουσι
1. πολλάκις καὶ τὰ γειτνιῶντα μόρια. πρὸς τοὺς ἐνουροῦντας.
2. κύστιν αἰγείαν ἢ προβατείαν κεκαυμένην πότιζε δι’ ὀξυκράτου,
3. ἑσπέρας δὲ διψῶντας κοιμᾶσθαι. ποιεῖ δὲ καὶ λαγωοῦ
4. ὄρχις ἐπιζεννύμενος οἴνῳ εὐώδει, εἶτα πινόμενος. καλαμίνθην
5. καὶ σμύρναν δὸς πιεῖν ἐν οἴνῳ πρὸ τοῦ δείπνου. καταχριέσθω
6. δὲ καὶ τὸ αἰδοῖον κιμωλίᾳ μετὰ περδικίου χυλοῦ.

Cliquer un n° de page pour en afficher l’image