Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 1.1, ed. Kühn, 1827, vol. 13, p. 362-367. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:1.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ

ΤΩΝ ΚΑΤΑ ΓΕΝΗ ΒΙΒΛΙΟΝ Α.

1. Ἤδη μοι καὶ πρόσθεν ἐγέγραπτο πραγματεία,
2. δυοῖν μὲν ἐξ αὐτῆς τῶν πρώτων βιβλίων ἐκδοθέντων,
3. ἐγκαταλειφθέντων δὲ ἐν τῇ κατὰ τὴν ἱερὰν ὁδὸν ἀποθήκῃ
4. μετὰ τῶν ἄλλων, ἡνίκα τὸ τῆς Εἰρήνης τέμενος ὅλον ἐκαύθη,
5. καὶ κατὰ τὸ παλάτιον αἱ μεγάλαι βιβλιοθῆκαι. τηνικαῦτα
6. γὰρ ἑτέρων τε πολλῶν ἀπώλοντο βιβλία καὶ τῶν ἐμῶν
7. ὅσα κατὰ τὴν ἀποθήκην ἐκείνην ἔκειτο, μηδενὸς τῶν ἐν Ῥώμῃ
1. φίλων ἔχειν ὁμολογοῦντος ἀντίγραφα τῶν πρώτων δυοῖν.
2. ἐγκειμένων οὖν τῶν ἑταίρων αὖθίς με γράψαι τὴν αὐτὴν
3. πραγματείαν, ἀναγκαῖον ἔδοξέ μοι δηλῶσαι περὶ τῶν προεκδοθέντων,
4. ὅπως μή τις προεντυχὼν αὐτοῖς ποτε ζητοίη
5. τὴν αἰτίαν τοῦ δίς με περὶ τῶν αὐτῶν πραγματεύσασθαι.
6. κατ’ ἐκεῖνα μὲν οὖν ἐποιησάμην τὸν λόγον ἀπὸ τῆς ἀρχῆς
7. τοῦ πρώτου βιβλίου πρὸς τοὺς σοφιστικῶς ἀναιροῦντας, ὡς
8. οἷόν τε τὴν ἐπαγγελίαν τῶν συνθέτων φαρμάκων,
9. ἐνίοις δὲ καὶ τῶν ἁπλῶν ἐπηρεάζοντας, ἅμα τοῦ σκώπτειν
10. τοὺς γεγραφότας ὑπὲρ αὐτῶν, ὡς τὰ μὲν ἧπαρ ὠφελεῖ, τὰ
11. δὲ σπλῆνα, τὰ δὲ νεφροὺς ἢ κύστιν ἢ κεφαλὴν ἢ πνεύμονα.
12. πότερα γὰρ, φασὶν, ἐφεστηκώς τις αὐτοῖς προστάττει, καθάπερ
13. ἐν τῇ τραγῳδίᾳ,

14. Σὺ μὲν βάδιζε τὰς ἐπ’ Ἰνάχου ῥοὰς,
15. Σὺ δ’ ἀμφὶ Θήβας στεῖχε τὰς Καδμηΐας.

16. οὕτως ἐνταῦθα σὺ μὲν βάδιζε τὰς ἐφ’ ἥπατι πύλας, σὺ δ’
17. ἐπί τε κύστιν ἢ καὶ νεφροὺς δύο ἢ τὸ καταποθὲν εἰς τὴν
18. κοιλίαν ἀναδίδοται μὲν εἰς ἧπαρ, ἐντεῦθεν δὲ φέρεται πάντῃ
1. τοῦ σώματος; ἀλλὰ τοῦτό γε τὸ σκῶμμα δηλοῖ τοὺς ταῦτα
2. λέγοντας εἰς τοσοῦτον ἀπείρους εἶναι φαρμάκων δυνάμεως,
3. ὡς ἀγνοεῖν ὑπὸ μὲν τοῦ θαλαττίου λαγωοῦ μόνον τῶν πάντων
4. ἐν τῷ σώματι μορίων ἑλκόμενον πνεύμονα, κύστιν δ’
5. αὖ μόνην ὑπὸ τῶν κανθαρίδων. ὑπ’ ἄλλων δὲ τοὺς ἐν νεφροῖς
6. λίθους θρυπτομένους, ὑφ’ ἑτέρων δὲ τὰς ἐκ πνεύμονός
7. τε καὶ θώρακος ἀναπτύσεις εὐπετεῖς γινομένας, ὥσπερ
8. ὑπ’ ἄλλων ἄλλα καθ’ ἕν τι μόριον ἐξαιρέτως ἐπιτελούμενα.
9. πολυειδῶς δὲ τοῦτον τὸν λόγον ἐν τῷ πρώτῳ τῶν γεγραμμένων
10. ἤδη μοι πρόσθεν, ὡς ἔφην, ὑπομνημάτων ἐξειργασάμην,
11. ὥσπερ αὖ κατὰ δεύτερον ἄλλον, οἰομένων τινῶν ἐν τῇ
12. συνθέσει διαφθείρεσθαι παντάπασι τὰς ἐναντίας ἀλλήλαις
13. δυνάμεις τῶν ἁπλῶν φαρμάκων. εἰ γὰρ ὕδωρ, φασὶ, τὸ ζεστότατον
14. τῷ ψυχροτάτῳ μίξεις, οὐδέτερον μενεῖ τῶν μιχθέντων
15. ὁποῖον ἦν ἔμπροσθεν, ἀλλ’ ἕν τι γενήσεται τρίτον, ἕτερον
16. ἀμφοῖν. ἐδείχθησαν δὲ κᾀνταῦθα ληροῦντες μάταια διὰ
17. τὸ μὴ γινώσκειν ἔνια μὲν τῶν προσφερομένων τῷ σώματι
18. κατὰ τὰς ἐμφύτους δυνάμεις, ἔνια δὲ κατὰ τὰς ἐπικτήτους
1. ποιότητας ἐνεργεῖν. τίς γὰρ οὐκ οἶδε κώνειον ἢ μηκώνειον
2. ψύχοντα; καὶ μὴν εἰ θερμήνας αὐτὰ σφοδρῶς, προσφέροις
3. ζώου σώματι, καυτηρίῳ παραπλησίως ἕλκος ἐργάσῃ. καθάπερ
4. γε πάλιν εἰ νᾶπυ τρίψας ἐν ἀέρι ψυχρῷ, μεθ’ ὕδατος ψυχροτάτου
5. χειμῶνος ὥρᾳ, προσενέγκῃς ἐξαίφνης ἀραιῷ τε καὶ
6. ἀσθενεῖ σώματι, φρίξει οὐδὲν ἧττον ἢ εἰ χιὼν ἢ κρύσταλλος
7. ἔψαυσεν αὐτοῦ. ἀλλ’ ἐὰν ὁμιλήσῃ σώματι ζώου χρόνῳ πλέονι,
8. πρῶτα μὲν αἴσθησιν ἐργάσεται θερμασίας ὀλίγης, εἶτα πλείονος,
9. εἶθ’ οὕτω πολλῆς, ὡς ὑπὸ πυρὸς καίεσθαι δοκεῖν.
10. ἔμπαλιν δὲ κώνειόν τε καὶ μηκώνειον θερμὰ προσαχθέντα,
11. ἐὰν ὁμιλήσῃ τῷ σώματι χρόνῳ πλέονι, τοσαύτην ἐργάσεται
12. τὴν ψύξιν, ὡς ἀναίσθητα γενέσθαι τὰ σώματα, κᾂν πρότερον
13. αἰσθητικώτατα ὑπάρχῃ. διωρισμένων οὖν ἡμῖν τῶν τοιούτων
14. ἁπάντων ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως
15. ὑπομνήμασιν, ἕνδεκα τὸν ἀριθμὸν οὖσιν, ἐπ’ αὐτὴν
16. ἤδη τρέψομαι τὴν χρήσιμον διδασκαλίαν, ἐν ᾗ γυμνασάμενός
17. τις, ἐὰν καὶ μηδ’ ὅλως ἐπιφέρηται τὰς γραφὰς τῶν πολυφαρμάκων
18. δυνάμεων, οὐκ ἀπορήσει τῶν ἐπιτηδείων πρὸς ἕκαστον
1. πάθος, ἐὰν οὗτος, ὡς ἔφην, ἔμπειρος ᾖ τῆς ὕλης
2. τῶν ἁπλῶν φαρμάκων. ἐν παρέργῳ δὲ ὁ λόγος οὗτος ἐπιδείκνυσι
3. καὶ τὴν τῶν ἐμπειρικῶν ἰατρῶν φιλονεικίαν εἰς ὀνείρατά
4. τε καὶ τύχην καὶ περίπτωσιν ἀναγόντων τὰ σύνθετα
5. φάρμακα σχεδὸν ἅπαντα, πλὴν ὀλιγίστων τινῶν, ἃ κατὰ τὸν
6. κοινὸν ἁπάντων ἀνθρώπων λόγον, ὃν ἐπιλογισμὸν αὐτοὶ
7. καλοῦσιν, εὑρηκέναι φασί. ὥσπερ ὅταν ἀλλήλοις μίξωμιν φάρμακα
8. τὴν αὐτὴν ἐπιδεδειγμένα διὰ τῆς πείρας ἐνέργειαν, ἄλλο
9. δ’ ἐπ’ ἄλλου σώματος ἄμεινον ἢ χεῖρον ἐνηργηκὸς,
10. εὔλογον μὲν ἡμῖν ἔδοξε, φασὶν ἔνιοι τῶν ἐμπειρικῶν, οὐ γὰρ
11. δὴ πάντες γε, συνθεῖναι πλείω τοιαῦτα χάριν τοῦ κᾂν ἓν
12. ἐξ αὐτῶν εὑρεθῆναι τῇ φύσει τοῦ θεραπευομένου σώματος
13. οἰκεῖον. ὅπερ ἐπὶ τούτου δὴ τοῦ καινοτάτου φαρμάκου τοῦ
14. καλουμένου κεφαλικοῦ γεγονέναι φασὶ, μιχθέντων ἐν αὐτῷ
15. πάντων τῶν καὶ κατὰ μόνας ἐγνωσμένων ἕλκη σαρκοῦν.
16. ἀλλὰ κατὰ τίνα γε λόγον ἰὸς μιχθεὶς ἁπλῇ κηρωτῇ σαρκωτικὸν
17. ἐργάζεται φάρμακον, οὐδετέρου τῶν μιχθέντων σαρκοῦντος,
18. οὐκέτι λέγουσιν. ὁ μὲν γὰρ ἰὸς ἀναβιβρώσκει τὴν 
1. ἡλκωμένην σάρκα, θερμὸν καὶ δριμὺ φάρμακον ὑπάρχον. ἡ
2. κηρωτὴ δὲ πρᾷον μέν ἐστι καὶ ἄδηκτον, ἀντὶ δὲ σαρκὸς
3. νέας ῥύπον ἐπιτρέφει τοῖς ἕλκεσιν. ἐμοὶ δὲ καὶ τοῦθ’ ὅπως
4. ἀλλήλοις ἐπιμίγνυται καὶ τἄλλα, ὅσα κατὰ τὸν αὐτὸν τρόπον
5. ἐκ τῶν ἐναντίων σύγκειται, λέλεκται μὲν ἤδη καὶ κατὰ
6. τὸ τρίτον γράμμα τῆς θεραπευτικῆς πραγματείας, εἰρήσεται
7. δὲ καὶ νῦν ἡ κατὰ μέρος γυμνασία μετὰ παραδείγματος ἐφ’
8. ἑκάστου πάθους.

Cliquer un n° de page pour en afficher l’image