3. Ῥᾳδίως δὲ πλύνεται διὰ τὸ σύμφυτον βάρος
5. ὑφισταμένη ταχέως τοῖς ὑγροῖς, ἐν οἷς λειοῦται. τελεώτατα
6. μὲν οὖν ἄδηκτος γίγνεται δι’ ὕδατος πλυθεῖσα. τοῖς δὲ εὐαισθήτοις
7. σώμασι βραχεῖαν αἴσθησιν φέρει δήξεως, ὅταν δι’
8. ὄξους ἢ οἴνου πλυθῇ, χρὴ δὲ ἱκανῶς αὐτὴν προσλειώσαντα
9. δι’ ὅλης ἡμέρας μετὰ τοῦ ὑγροῦ ἐᾶσαι καταστῆναι τῆς νυκτὸς,
10. εἶτα κατὰ τὴν ὑστεραίαν ἕωθεν ἀποχέοντα τὸ ὑγρὸν
11. αὖθις ἐπιχεῖν ἕτερον, εἶτ’ αὖθις ὁμοίως τρίβειν, ἀποχεῖν τε
12. πάλιν ἐπὶ τῆς ὑστεραίας, καὶ τοῦτο ποιεῖν, ἄχρις ἂν ἅμα
13. τῷ ὑγρῷ φαίνηταί τις οἷον ἄχνη τῆς λιθαργύρου. μηκέτι δ’
14. ἐφισταμένου μηδενὸς, οὐδ’ ἀποχεῖν ἔτι προσήκει, τρίβειν μέντοι
15. πλείοσιν ἡμέραις, κᾂν μηδὲν ἐφίστηται, βέλτιόν ἐστι. καὶ
16. τοῦτο πρᾶττε ἐν ἡλίῳ θερμῷ· ξηραντικώτερον γὰρ οὕτως τὸ
17. φάρμακον γίγνεται. εὔδηλον δὲ ὅτι θέρους ὥρᾳ τοῦτο πράττειν
18. ἄμεινον οὐκ ἐπὶ λιθαργύρου μόνον, ἀλλὰ καὶ τῶν
1. ἄλλων, ὅσα τὸν τρόπον τοῦτον παρασκευάζεται. καὶ γὰρ
2. ἡ καδμεία καὶ ἡ τοῦ χαλκοῦ λεπὶς, ὅ τε κεκαυμένος χαλκὸς,
3. ἔτι τε πρὸς τούτοις τὸ διφρυγὲς ὀνομαζόμενον καὶ τὸ
4. ψιμύθιον καὶ τὸ μίσυ καὶ τὸ σῶρυ καὶ τὸ στίμμι καὶ πάντες
5. οἱ λίθοι καὶ πρὸς αὐτοῖς ὁ τίτανος ὁμοίως τῷ λιθαργύρῳ
6. καὶ πλύνεται καὶ λειοῦται μετά τινος τῶν εἰρημένων.
7. ἐνίοτε δὲ καὶ διὰ θαλάττης αὐτῶν ποιοῦμαι τὴν παρασκευὴν
8. περὶ ὧν αὖθις εἰρήσεται προϊόντος τοῦ λόγου. νυνὶ γὰρ
9. πρόκειταί μοι τὰς ἐμπλάστρους διελθεῖν, ἃς οἱ νεώτεροι τῶν
10. ἰατρῶν μετὰ τοῦ ρω. γράφουσί τε καὶ λέγουσιν ἐπὶ τῆς
11. ὑστάτης συλλαβῆς. ὥσπερ ἐπὶ τοῦ κεντρίου καὶ τῆς
12. μηλωτρίδος εἰώθασι ποιεῖν ἅπαντες. καὶ γὰρ ἐπὶ τούτων
13. ἡ μὲν πρώτη θέσις τῶν ὀνομάτων ἔοικεν ἄνευ τοῦ ρω γεγονέναι,
14. παρὰ μὲν τὸ κεντεῖν ὠνομασμένου τοῦ κεντρίου
15. τῆς ἐσχάτης συλλαβῆς οὐκ ἐχούσης τὸ ρω, τῆς μηλωτρίδος
16. δὲ συγκειμένης ἐκ μήλης τε καὶ ὠτός. νυνὶ μέντοι σχεδὸν
17. ἁπάντων αὐτὰ μετὰ τοῦ ρω λεγόντων οὐκ ἂν ἁμάρτοι τις
18. ὁμοίως αὐτοῖς φθεγγόμενος καὶ μάλιστα τὸ κέντριον. ἐπιδέδεικται
1. γάρ μοι κατὰ τὰ πρὸς τοὺς ἐπιτιμῶντας τοῖς σολοικίζουσι
2. καὶ αὐτοὺς Ἀττικοὺς ἄνδρας ἠκολουθηκέναι τῇ κρατούσῃ
3. συνηθείᾳ. δέδεικται γὰρ καὶ ἄλλοις πρὸ ἐμοῦ τῆς
4. Ἀτθίδος αὐτῆς διαλέκτου μετάπτωσις γεγονέναι πολυειδὴς,
5. ἕπεσθαί τε τῷ καθ’ ἑαυτοὺς ἔθει πάντας, ὧν δόξα μεγίστη
6. παρὰ τοῖς Ἕλλησίν ἐστιν ἐπὶ λόγων δεινότητι. καὶ ἡμεῖς
7. οὖν, ἐπειδὴ πάσας εὑρίσκομεν ἤδη τὰς φαρμακίτιδας βίβλους
8. μετὰ τοῦ ρω γεγραμμένον ἐχούσας τοὔνομα τὸ τῆς ἐμπλάστρου,
9. καὶ αὐτοὶ τῇ κρατούσῃ συνηθείᾳ χρησόμεθα.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 1.10, ed. Kühn, 1827, vol. 13, p. 406-408. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:1.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩