14. Ἤτοι τῆς χροιᾶς ἕνεκεν
16. οἱ ἰατροὶ μίξαντες ψιμύθιον τῇ λιθαργύρῳ σκευάζουσι τὰς
17. λευκὰς ἐμπλάστρους, ἢ χάριν τοῦ στύψιν καὶ ψύξιν τινὰ
18. προσθεῖναι τῷ φαρμάκῳ, θεώμενοι δὲ καὶ μελαινόμενον,
1. ὅταν ἐπὶ πλέον ἕψηται τὸ τοιοῦτο, καὶ μάλισθ’ ὅταν ἐπὶ
2. ξύλων οὐδὲ τούτων ἴσως ἀκάπνων οὐδὲ ἐν ἀέρι καθαρῷ,
3. ταχέως μὲν αἴρειν ἀπὸ τοῦ πυρὸς ἀναγκάζονται, δι’ αὐτὸ
4. δὲ τοῦτο μήθ’ ὕδωρ δαψιλὲς μήτ’ ἔλαιον μιγνύειν. ἐπενόησαν
5. οὖν εἰκότως ἐπεμβάλλειν αὐτῷ ῥητίνης, ὅπως ὅλκιμόν
6. τε καὶ συνεχὲς εἴη, προσλαμβάνον τινὰ γλισχρότητα, καὶ μάλισθ’
7. ὅταν ἡ ὑγρὰ ῥητίνη μιχθῇ. χεῖρον δὲ γίνεται τὸ φάρμακον
8. ἐπὶ τῇ τοιαύτῃ μίξει, δακνῶδες μέν τι καὶ ῥητίνης
9. ἐχούσης, τὸ ξηραντικὸν δὲ οὐ πάνυ τι γενναῖον, οὗ μάλιστα
10. χρείαν εἶναι τοῖς ἕλκεσιν ἐμάθετε. τίνες μὲν οὖν ῥητίναι
11. καὶ πάνυ δακνώδεις εἰσὶ καὶ ῥηθήσεται περὶ πασῶν
12. αὐτῶν αὖθις. αἱ πρᾳόταται δὲ ἐν αὐταῖς δύο εἰσί. πρώτη
13. μὲν ἡ τερμινθίνη, δευτέρα δὲ ἡ λάριξ ὀνομαζομένη. τούτων
14. οὖν ἄμεινον μιγνύειν, ὅταν τις βουληθῇ τοιαύτην ἔμπλαστρον
15. σκευάσαι. πολὺ δ’ εὐαφέστερα γίγνεται πάντα, τά τε
16. διὰ ῥητίνης σκευαζόμενα προσλαμβάνοντα κηροῦ τι, τά τε
17. διὰ κηροῦ μιχθείσης αὐτοῖς ῥητίνης. ἐπεμβάλλειν οὖν χρὴ
18. τῇ ῥητίνῃ καὶ κηρόν. ὅπως δὲ τὸ χρῶμα τῆς ἐμπλάστρου
1. λευκὸν φυλάττοιτο, λευκὸν εἶναι προσήκει τὸν κηρόν. ἔστι
2. δὲ λευκὸς αὐτοφυὴς μὲν ὁ Ποντικὸς, ὀνομάζεται γὰρ οὕτως
3. συνήθως ἤδη κᾂν ἐξ ἑτέρου τινὸς ᾖ χωρίου, διὰ τὸ πλεῖστον
4. μὲν ἐν τῷ Πόντῳ γίγνεσθαι τὸν λευκὸν, ἐλάχιστον δὲ ἐν
5. ἑτέροις χωρίοις. οὐκ αὐτοφυὴς δὲ λευκὸς ὁ Τυῤῥηνικὸς ὠνομασμένος
6. ἐστίν. οὗτος μὲν οὖν οὐδεμίαν ἔχει σαφῆ δριμύτητα.
7. τῶν αὐτοφυῶν δὲ ἔνιοι δριμεῖς εἰσιν, οὓς χρὴ πλύνειν
8. πρότερον. ἡ πλύσις δ’ αὐτῶν γίγνεται τακέντων ἐπὶ
9. πυρὸς, εἶτ’ εἰς ὕδωρ πηγαῖον καθαρὸν ἐμβληθέντων, ἀνακινουμένων
10. τε ἐνταῦθα καὶ διαῤῥυπτομένων. οὕτω καὶ πίτταν
11. καὶ ῥητίνην καὶ τὸ καλούμενον φύσημα πλυτέον ἐστὶ,
12. περὶ ὧν αὖθις ἀκριβέστερον εἰρήσεται. νυνὶ δὲ ἐπειδὴ τῆς
13. λευκῆς ἐμπλάστρου τὴν σύνθεσιν γράφω, τὸ κατάλοιπον ὧν
14. εἶπον ἐφεξῆς διηγήσομαι. κηροῦ γὰρ ἐπεμβληθέντος ἅμα τῆ
15. ῥητίνῃ προεψημένοις τῷ τε ψιμυθίῳ καὶ τῇ λιθαργύρῳ,
16. μέχρις ἂν ἀκριβῶς ἀμόλυντον γένηται τὸ φάρμακον, ἔχοιτ’
17. ἂν ἤδη λευκὴν ἔμπλαστρον, εἰ βούλεσθε, ποτὲ μὲν ὕδατος
18. ἐμβάλλοντες αὐτῇ, ποτὲ δὲ ἐλαίου μόνου, καὶ τούτου ποτὲ
1. μὲν νέου, ποτὲ δὲ παλαιοῦ. προακηκόατε γὰρ ἤδη τίνα δύναμιν
2. ὕδωρ καὶ παλαιὸν ἔλαιον ἔχει. γιγνώσκετε δὲ καὶ ὡς
3. στύψεώς τι προσδίδωσι τῷ φαρμάκῳ, τό τ’ ὀμφάκινον ἔλαιον
4. καὶ τὸ κατὰ τὴν Ἰβηρίαν γεωργούμενον, ἣν νῦν ὀνομάζουσιν
5. Ἱσπανίαν. τὸ δὲ Ἰστρικὸν οὐ μόνον τὴν στύψιν ἔχει
6. βραχεῖαν, ἀλλὰ καὶ πικρότητα. διαφορὰν οὖν ἕξουσιν αἱ διὰ
7. τῶν στυφόντων σκευασίαι τῶν διὰ τοῦ γλυκέος ἐλαίου, καθόσον
8. ἐν ἀρχῇ μὲν καὶ τελευτῇ τῶν ἑλκῶν ἀμείνω πάντα
9. ἐστὶ τὰ στύψεως ἔχοντά τι, κατὰ δὲ τὰ μέσα τὰ γλυκέα.
10. δεῖται γὰρ ἐν μὲν ταῖς ἀρχαῖς τὰ ἕλκη τῶν ἀποκρουομένων
11. φαρμάκων, ὅπως μηδὲ ἄρξηται φλεγμαίνειν. ἐφεξῆς δὲ τῶν
12. χαλαστικωτέρων, ἐὰν μὲν μὴ γένηται φλεγμονὴ, χάριν τοῦ
13. διαπνεῦσαι, φθασάσης δὲ γενέσθαι καὶ δι’ ἐκείνης ὅπως θᾶττον
14. λυθείη. εὔδηλον δ’ ὅτι περὶ σμικρᾶς φλεγμονῆς ὁ λόγος
15. ἐστίν. οὐδὲ γὰρ δύναται βραχέσιν, ἐφ’ ὧν χρώμεθα ταῖς λευκαῖς
16. ταύταις ἐμπλάστροις, ἐπιγίνεσθαι μεγάλη φλεγμονὴ μηδενὸς
17. ἁμαρτήματος προσελθόντος. ὅτι δὲ καὶ συνουλουμένων
18. ἤδη τῶν ἑλκῶν ἡ στύφουσα ποιότης ὠφέλιμός ἐστιν
1. οὐδεὶς ἀγνοεῖ. καιρὸς οὖν ἤδη τὴν συμμετρίαν εἰπεῖν τῶν
2. συντεθέντων φαρμάκων τὴν χρησιμωτάτην ἔμπλαστρον λευκήν.
3. Ἴσον ἔστω μέρος
4. ἑκατέρου τῶν μεταλλικῶν, τοῦ τε ψιμυθίου καὶ τοῦ λιθαργύρου,
5. καὶ τοῦτ’ εἰ βούλεσθε, σταθμὸς ἔστω μιᾶς λίτρας
6. ἑκατέρου. συναμφοτέρων δὲ ἴσον ἐλαίου μέτρον ἢ ὡς ὀνομάζουσι
7. Ῥωμαῖοι, λίτραι δύο, τοῦ κηροῦ δὲ ἡμίλιτρον ἔστω
8. καὶ τῆς τερμινθίνης ἥμισυ, τουτέστιν οὐγγίας τρεῖς ὁ σταθμός.
9. εἰ δὲ καὶ λιβανωτοῦ μίξαις, ἀνωδυνώτερόν τε καὶ πεπτικώτερον
10. τῶν φλεγμαινόντων ἑλκυδρίων ἐργάσῃ τὸ φάρμακον,
11. ἀλλὰ πρός γε τὴν ἐπούλωσιν ἀτονώτερον. ὑπερσαρκώσεις
12. γὰρ, ἐπειδὴ σαρκωτικῶν ἐστιν ὁ λιβανωτὸς, ὡς κᾀν
13. τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου μεμαθήκατε. βέλτιον
14. οὖν ἐστιν, ἐμβαλεῖν τι καὶ στυπτηρίας ὀλίγον ἕνεκά
15. τε τῆς ἐπουλώσεως καὶ ἄλλως, ἐπειδὴ τὰ χαλαστικὰ φάρμακα
16. πληθωρικοῖς τε καὶ κακοχύμοις σώμασι προσφερόμενα
17. προτρέπει ῥευματίζεσθαι τὰ πεπονθότα μόρια. τὸ δ’ ἐκ τούτων
18. ἁπάντων συντεθὲν φάρμακον δυνήσεται διαφορεῖν ὄγκους
1. παρὰ φύσιν ἐπὶ τῶν ἁπαλοσάρκων, ὅσοι μήτε μεγάλοι λίαν
2. εἰσὶ μήτ’ ὀδυνώδεις καὶ μάλισθ’ ὅταν λάβῃ δαψιλῆ τὸν λιβανωτόν.
3. εἴη δ’ ἂν ἐπὶ τοῖς προειρημένοις δαψιλὴς ὁ λιβανωτὸς,
4. ἐὰν ἴσος ᾖ κατὰ τὸν σταθμὸν τῇ τερμινθίνῃ. εἰ δὲ
5. ἥμισυς ὁ λιβανωτὸς εἴη τῆς ῥητίνης, ἧττον μὲν ἔσται διαφορητικὸν
6. τὸ φάρμακον, ἐπουλωτικώτερον δὲ τοῦ διπλάσιον
7. ἔχοντος τὸν λιβανωτόν. εἰ δέ τι μᾶλλον ἐργάσασθαι
8. διαφορητικὸν αὐτὸ βουληθείητε καὶ πεπέρεως ἐμβάλλετε τοῦ
9. λευκοῦ βραχύ τι, μηδὲν εἰς τὴν ἐπούλωσιν τῶν ἑλκῶν βλάψαι
10. δυναμένου. καὶ τοίνυν ἔστω τῆς μὲν στυπτηρίας γο.
11. σταθμὸς, ἥμισυ δὲ τοῦ πεπέρεως. εὔλογον οὖν τούτου μὲν
12. ἐμβληθῆναι τρεῖς δραχμὰς, ἓξ δὲ τῆς στυπτηρίας. ἐπεὶ δὲ καὶ
13. ἄλλων ἐστὶ βελτίων τῶν στυπτηριῶν ἡ σχιστὴ καλουμένη
14. καὶ τῇ χρόᾳ λευκὴ, ταύτης ἐμβάλλειν προσήκει.