15. Ὠφελεῖ γερόντων ἕλκη καὶ ἁπαλοχρώτων
17. καὶ πᾶν ἕλκος ἰᾶται, ὅσα ὑγρότερα καὶ δυσεπούλωτα
18. καὶ ἀποσύρματα, ὡς ἀποκρέμασθαι τὸ δέρμα, ἐνίοτε
1. μελαινόμενον ἐπ’ ὠλεκράνου καὶ ἀντικνημίου καὶ γόνατος,
2. ἐφ’ ὧν οὐδὲ σὰρξ, ἀλλ’ ὁ περιόστιος ὑμὴν ὑπόκειται μόνος.
3. γέγονε τοίνυν πάντα ἐφεξῆς καταλέγοντι τὸ φάρμακον ἐκ
4. τῶνδε συγκείμενον. λιθαργύρου μὲν καὶ ψιμυθίου, λίτρας
5. ἑκατέρου σταθμῷ, δυοῖν δὲ λιτρῶν ἐλαίου μέτρῳ. καλεῖται
6. γὰρ ὑπὸ Ῥωμαίων ὁμωνύμως ὁ λιτραῖος σταθμὸς τῶν
7. στεῤῥῶν σωμάτων τῷ λιτραίῳ μέτρῳ τῶν ὑγρῶν, ὃ πάμπολυ
8. καθ’ ὅλην τὴν πόλιν ἐστὶν, ἐξ ὕλης κερατίνης γιγνόμενον.
9. ἐπὶ τούτοις δὲ τοῦ κηροῦ μὲν ἡμίλιτρον τῷ σταθμῷ,
10. τριῶν δὲ οὐγγιῶν τῆς τερμινθίνης ῥητίνης, λιβανωτοῦ δὲ
11. ἤτοι τοῦ ἡμίσεος ἢ τοῦ ἴσου ταύτῃ, καὶ στυπτηρίας μὲν ἓξ
12. δραχμῶν, τριῶν δὲ τοῦ πεπέρεως. ἡ δὲ ἕψησις εὔδηλος ἀπ’
13. ἀρχῆς μὲν ἑψομένων τῶν μεταλλικῶν ἐν ἡλίῳ, μέχρι τοῦ
14. γενέσθαι τελέως ἀμόλυντον ἢ καὶ βραχὺ σκληρότερον. ἐμβαλλομένων
15. δὲ τηνικαῦτα κηροῦ καὶ ῥητίνης, εἶθ’ ὅταν ἑνωθῇ
16. πάντα, τοῦ λιβανωτοῦ μὲν πρῶτον, ἐπ’ αὐτῷ δὲ τῆς στυπτηρίας
17. τε καὶ τοῦ πεπέρεως. ἐμβάλλειν δὲ χρὴ τὸ ῥοδιακὸν
18. καλούμενον ψιμύθιον, εἰ βούλοιτό τις πάνυ λευκὴν τὴν
1. ἔμπλαστρον γενέσθαι. ἀλλὰ καὶ κατὰ τὴν πάλαι μὲν Δικαιαρχίαν
2. ὀνομαζομένην, νυνὶ δὲ Ποτιόλους, ἔνιοι τῶν σκευαζόντων
3. τὸ ψιμύθιον ὁμοίως τῷ ῥοδιακῷ λευκὸν εἰώθασι
4. ποιεῖν. ὅτι δὲ ἐν ἡλίῳ τε χρὴ σκευάζειν τὴν ἔμπλαστρον,
5. ὕδατός τε μιγνύειν, ὡς λευκοτέραν τε ἅμα καὶ ψυκτικωτέραν
6. γενέσθαι, λέλεκται πρόσθεν. εἰ δ’ ἐπουλωτικωτέραν ἐθέλοι
7. τις αὐτὴν ἐργάσασθαι, τοῦ μὲν ὕδατος οὐδ’ ὅλως μικτέον
8. ἐστὶ, δι’ ἐλαίου δὲ παλαιοῦ μόνον σκεναστέον γο β΄.
9. ἥμισυ, ἀλλὰ καὶ τρεῖς ἐμβάλλοντα. τοῦτο τὸ φάρμακον οὐ
10. τῶν ὑπ’ ἐμοῦ πρώτου συντεθέντων ἐστὶν, ἀλλ’ ἤδη πρὸ
11. πολλῶν ἐτῶν ὑπὸ τοῦ βασιλεύσαντος ἡμῶν τῶν Περγαμηνῶν
12. Ἀττάλου σπουδάσαντος ἀνδρὸς περὶ φάρμακα παντοῖα,
13. καὶ σύγκειται λόγῳ τῷ προειρημένῳ καὶ κρεῖττον αὐτοῦ
14. θαυμάζοιμεν ἂν, εἴ τι δύναται τῶν ὁμοειδῶν συντεθῆναι.
15. μέμνηται δὲ αὐτοῦ καὶ ὁ Ἥρας ἐν τῷ βιβλίῳ τῶν φαρμάκων,
16. ὃ τινὲς μὲν ἐπιγράφουσι νάρθηκα, τινὲς δὲ τόνον
17. δυνάμεων, ἀξιῶν τὸ μὲν ἔλαιον εἶναι παλαιὸν, ὕδατος δ’
18. αὐτῷ μίγνυσθαι τὸ ἴσον ἢ τὸ ἥμισυ. τὰ δ’ ἄλλα τῆς συμμετρίας,
1. ὡς ὑπ’ ἐμοῦ γέγραπται, πλὴν ὅτι κοτύλας ἐκεῖνος,
2. οὐ λίτρας ἔγραψε, τοῦ τε ὕδατος καὶ τοῦ ἐλαίου μὴ δηλώσας
3. ὁπόσων οὐγγιῶν βούλεται εἶναι τὴν κοτύλην, ἤτοι σταθμικῶν
4. ἢ μετρικῶν. αἱ μὲν γὰρ σταθμικαὶ τὸ βάρος κρίνουσι
5. τῶν σωμάτων, αἱ δὲ μετρικαὶ τὸν ὄγκον. θεραπεύειν
6. μὲν οὖν λέγων τὸ φάρμακον τοῦτο γερόντων ἕλκη καὶ ἁπαλοχρώτων
7. ἀληθεύει· πλέον δὲ ἢ δεῖ χαρίζεται, πᾶν ἕλκος ἰᾶσθαι
8. φάσκων. ὅσα μὲν γὰρ ὑγρότερα καὶ διὰ τοῦτο δυσεπούλωτα
9. θεραπεύει ταῦτα, τῶν κακοήθων δ’ οὐδὲν, ὥσπερ
10. οὐδὲ τῶν ἐναίμων τι τραυμάτων· ὁ δέ γε καὶ ταῦτα πάντα
11. φησίν. ἀποσύρματα μέντοι λέγων αὐτὸ θεραπεύειν ἀληθεύει,
12. πολλάκις γὰρ οὕτως ἀποσεσυρμένου, ὡς ἀποκρέμασθαι τὸ
13. δέρμα μετὰ τῆς ὑποκειμένης ἐπί τινος σαρκὸς, ἐπιθεὶς τὸ
14. φάρμακον ἐθεασάμην ἑνωθὲν αὐτῇ τὸ ἀποσεσυρμένον, καὶ
15. τό γε τούτου μεῖζον, ἐνίοτε μελαινόμενον ἤδη. καὶ πάλιν γε
16. ἕτερον ἔτι τοῦδε μεῖζον, ἐπ’ ὠλεκράνου τε καὶ ἀντικνημίου
17. καὶ γόνατος, ἐφ’ ὧν οὐδὲ σὰρξ, ἀλλ’ ὁ περιόστιος ὑμὴν ἢ
18. τένων πλατὺς ὑπόκειται μόνος, ὥστε πρὸς ἀποσύρματα μὲν
1. ἄριστον ἂν ἔχοιτε τὸ φάρμακον τοῦτο, κόλπων δὲ καὶ ἀποστημάτων
2. οὔτ’ ἄριστον ἁπάντων οὔτ’ ἀρετῇ τῶν ἀρίστων
3. δεύτερον, ἀλλ’ ἐπὶ μετρίων τῷ μεγέθει τούτων τῶν παθῶν,
4. ἐν ἁπαλοχρῶσι καὶ γυναιξὶ καὶ παισὶ καὶ γέρουσιν ἀγαθὸν
5. φάρμακον, ὥστε κᾀνταῦθα πλέον ἢ δεῖ μεμαρτύρηκεν ὁ
6. Ἥρας τῷ φαρμάκῳ. πολὺ δὲ μᾶλλον ἡνίκα ἐπῄνεσεν αὐτὸ
7. πρὸς δήγματα πάντα φάσκων ἁρμόττειν. τί γὰρ βούλεται
8. τὸ πάντα προσκείμενον τῷ λόγῳ; πότερον εἰ καὶ θηρίον
9. εἴη τὸ δακὸν ἢ μόνα τὰ τῶν ἁπάντων ἀνθρώπων λέγει;
10. καὶ μὴν ψεῦδός ἐστιν ἑκάτερον. ἐπὶ μὲν τῶν θηρίων ἄντικρυς·
11. ἃ γὰρ ὑπὸ δραστηρίων φαρμάκων θεραπεύεται μόγις,
12. οὐκ ἄν τις ταῦτα φαίη διὰ τοῦδε κατορθοῦσθαι δύνασθαι·
13. περὶ δὲ τῶν ἀνθρώπων εἰ λέγει, καὶ οὕτως ἀδιόριστος ὁ
14. λόγος, ὡς βλάπτειν μᾶλλον ἢ ὠφελεῖν τοὺς ἀκούσαντας. ἀνέπεισε
15. γοῦν τίς τινα τῶν ἰατρῶν, ἐπιτιθέναι τὴν ἔμπλαστρον
16. ταύτην ἐν παγκρατίῳ δηχθέντι νεανίσκῳ τὸν λιχανὸν δάκτυλον,
17. ὃς οὕτως ἔσχε κακῶς, ὡς κινδυνεῦσαι μὲν ἀποσαπῆναι
18. τὸ δηχθὲν μόριον ὅλον, ἐπιγενομένης σηπεδόνος αὐτῷ. μόλις
1. δ’ ἐν χρόνῳ πλέονι θεραπευθεὶς ἐκολλήθη. γενομένου τοῦδε
2. τοῦ δήγματος οὐκ εἰς νεῦρον, ἀλλ’ εἰς σάρκα, θαυμαστὸν
3. οὐδὲν ὑπὸ τοῦ τοιούτου φαρμάκου θεραπευθῆναι. τὰ γὰρ
4. τῶν ἀνθρώπων δήγματα παραπλήσια τοῖς ἄλλοις ἐστὶν ἕλκεσιν,
5. εἰ μὴ πάνυ κακόχυμος ὁ δακὼν εἴη ἢ νενηστευκώς γε
6. μέχρι καὶ πλέονος ἢ τεθυμωμένος, ὡς ἐκκεχολῶσθαι τό τε
7. σύμπαν σῶμα καὶ τὰ περὶ τοὺς ὀδόντας. οὐ μὴν οὐδ’ ἐπὶ
8. τούτων τὶ τοιοῦτον ἀξιόλογον φανεῖται ποιοῦν τὸ φάρμακον,
9. ἀλλ’ ἀρκέσει τῷ παραχρῆμα χρησαμένῳ μηδὲν ἀδικηθῆναι,
10. πρίν τι τῶν ἰδίως ἐπιτηδείων εἰς τὰ τοιαῦτα φαρμάκων
11. ἐπιβληθῆναι κατὰ τοῦ δηχθέντος μορίου, περὶ ὧν
12. αὖθις εἰρήσεται. νυνὶ δ’ ἀποχρήσει τοσοῦτον εἰπεῖν, ὡς ἐφ’
13. ὧν ἤτοι γε ἄνθρωπος ὁποῖον εἴπομεν εἴτε πίθηκος εἴτε
14. κύων εἴτ’ ἄλλο τι τοιοῦτον ζῶον εἴη δακόν.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 1.13, ed. Kühn, 1827, vol. 13, p. 414-419. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:1.13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩