Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 1.14, ed. Kühn, 1827, vol. 13, p. 419-427. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:1.14

15. Αἱ δι’ ἐλαίου νέου καὶ
18. ὕδατος σκευαζόμεναι λευκαὶ, χωρὶς τοῦ τὸ πέπερι καὶ τὸν
1. λιβανωτὸν λαβεῖν, ἀδικοῦσι μεγάλως τὰ δηχθέντα μόρια,
2. κᾂν βραχύτατον ἰώδους ἔχῃ τὸ τοῦ δακόντος ζώου σίαλον.
3. ἧττον δ’ ἐκείνων ἁπασῶν ἡ Ἀτταλικὴ βλάπτειν πέφυκε τῷ
4. τὴν τερμινθίνην ἐμβάλλεσθαι καὶ τὸ ἔλαιον τὸ παλαιὸν καὶ
5. τὸν λιβανωτὸν καὶ τὸ πέπερι. κατὰ ταῦτα δὲ κᾀπὶ τῶν
6. νευροτρώτων αἱ μὲν ἄλλαι λευκαὶ βλαβερώτεραι, πολὺ δὲ
7. ἐλάττων ἡ ἐκ τῆσδε βλάβη, παλαιὸν μὲν ἔλαιον ἐχούσης,
8. ὕδωρ δ’ οὐκ ἐχούσης. ἔτι δὲ μᾶλλον εἰ τὰς τρεῖς ὅλας οὐγγίας
9. ἔχει τοῦ λιβανωτοῦ καὶ μὴ τὸ ἥμισυ. λέλεκται γάρ μοι
10. καὶ πρόσθεν, ὡς εἰ καὶ οὕτω σκευάζοιμεν, ἐπὶ τῶν τοιούτων
11. λευκῶν ἡ στυπτηρία πρὸς κακοῦ γίνεται τῷ φαρμάκῳ.
12. δεῖται γὰρ οὐ τῶν στυφόντων, ἀλλὰ τῶν ἱκανῶς ἑλκόντων
13. ἔξω τὰ διὰ βάθους ἐνοχλοῦντα, τά τε νενυγμένα νεῦρα καὶ
14. τὸ τῶν ζώων ἰῶδες σίαλον. καὶ πυρίκαυτα δὲ τὴν ἔμπλαστρον
15. ταύτην ἰᾶσθαί φησιν ὁ Ἥρας, ἀνιεμένην ῥοδίνῳ ἢ
16. μυρσίνῳ ἢ μυῤῥίνῳ. πολὺ δὲ κᾀνταῦθα λείπεται τῶν θεραπευόντων
17. καλῶς φαρμάκων τὰ πυρίκαυτα, περὶ ὧν καὶ αὐτῶν
18. αὖθις εἰρήσεται. βελτίους γὰρ ἐπὶ τούτων αἱ ἄλλαι
1. λευκαὶ μήτε λιβανωτὸν ἔχουσαι μήτε ῥητίνην. ἀπολείπονται
2. δὲ καὶ αὗται πάμπολυ τῶν ἰδίως ἰωμένων τὰ πυρίκαυτα,
3. καθάπερ ἔφην τὴν ὑπ’ ἐμοῦ συντεθεῖσαν ἐκθεραπεύειν αὐτὰ
4. προσλαβοῦσαν ὄξος. ἐκείνη μὲν γὰρ ἐν ἅπαντι καιρῷ χρήσιμος,
5. ἡ δὲ διὰ τοῦ πεπέρεως λευκὴ τοῖς ἀποδαρεῖσι κατακαύμασιν.
6. ὅταν μὲν οὖν εἰς οὐλὴν ἄγηται, χρήσιμος, ἔμπροσθεν
7. δὲ καθ’ ἑαυτὴν μὲν ἄχρηστος, ἀνεθεῖσα δ’ ἐν ἐλαίῳ
8. μυρσίνῳ χρήσιμος, οὐ μὴν ἰσοσθενῶς γε τοῖς ἰδίως ἁρμόττουσι
9. πρὸς τὰ πυρίκαυτα φαρμάκοις. καὶ δηχθεῖσιν αὐτὴν
10. ὁ Ἥρας ἁρμόττειν φησίν. ἀλλὰ κᾀνταῦθα διορισμοῦ χρεία.
11. ἐπὶ μὲν γὰρ τῶν σκληρῶν καὶ δυσπέπτων ἀσθενέστερόν
12. ἐστι τὸ φάρμακον, ἐπὶ δὲ τῶν μετριωτέρων ἱκανὸν
13. καὶ μάλιστα ἐπὶ γερόντων καὶ παίδων καὶ γυναικῶν καὶ
14. συλλήβδην φάναι τῶν ἁπαλοσάρκων. ἔστι δὲ καὶ τοῖς ἰόνθοις
15. τὸ φάρμακον χρήσιμον, ὡς καὶ τοῦτο ἔγραψεν ὁ Ἥρας
16. ἀληθεύων, ἀδιορίστως δὲ περὶ τῶν ἐξανθημάτων ἀπεφήνατο.
17. καὶ γὰρ καὶ τούτων ὅσα μετρίως ὑπόσκληρα θεραπεύει, τὰ
18. δὲ ἐπὶ πλέον ἥκοντα θέρμης ἤ τι φλεγμονῶδες ἔχοντα, παροξύνει 
1. καὶ μάλιστα ἐν ἀρχῇ. ἐφεξῆς δὲ τῶν εἰρημένων ὁ
2. Ἥρας ἔγραψε κατὰ λέξιν οὕτως. ἐποίησε καὶ ἐπὶ σκληρίας
3. τριμηνιαίου, ἥτις συνέστη ἐκ τόκου, καὶ διεφόρησεν, οὐκ ἀδύνατα
4. λέγων. ἐχρῆν δ’ αὐτὸν προσγεγραφέναι τίνος ἦν ἡ
5. σκληρία, πότερον αὐτῆς ὅλης τῆς μήτρας ἢ κατὰ τὸν αὐχένα
6. μόνον ἢ τὸ στόμιον, ἢ κατὰ τὰς κεραίας ἢ κατά τι
7. τῶν ἔξωθεν ἐπικειμένων σωμάτων αὐτῇ. καὶ πρὸς σύριγγας
8. δὲ ἐπαινεῖ τὴν ἔμπλαστρον αὐτὴν ὁ Ἥρας μειζόνως ἢ πέφυκεν,
9. ἁπάσας τε τὰς ἄλλας καὶ μάλιστα τὰς ἐν δακτυλίῳ
10. γινομένας. αὐτὸς γὰρ οὕτως ὠνόμασε, θεραπεύειν αὐτὴν ἀποφηνάμενος.
11. ὁμοίως δὲ καὶ πρὸς ποδάγραν καὶ ἄνθρακας,
12. ἐπινυκτίδας τε καὶ κονδυλώματα, λέπρας τε καὶ λειχῆνας
13. καὶ ὑπώπια τὴν προκειμένην ἔμπλαστρον ἐπαινῶν ἐστιν ὁ
14. Ἥρας. εἰ μὲν οὖν ὡς τῶν βελτιόνων αὐτῷ μὴ παρόντων
15. χρησάμενός τις αὐτῇ μετρίως ἂν ὠφελήσειεν, ἀληθῶς ὑπείληφεν·
16. εἰ δ’ ὡς ἀρίστῳ φαρμάκῳ πρὸς ταῦτα, ψεύδεται φανερῶς,
17. ἑτέρων πολλῶν ἀμεινόνων ὄντων. ἐπὶ δ’ οὖν
18. τῷ τέλει τῶν ἐπαίνων αὐτῆς οὕτως ἔγραψεν αὐτοῖς ὀνόμασι.
1. χρῶ δὲ αὐτῇ μάλιστα, ὅταν ἕλκος ὑπὸ δριμέων φαρμάκων
2. καὶ ἐναίμων ἀναλύηται καὶ ἀναφλεγμαίνῃ καὶ ἐπὶ τῶν περὶ
3. τὸ γόνυ ἀποστημάτων. ἐχρῆν δὲ κᾀνταῦθα προσγεγράφθαι,
4. κατὰ μὲν τὸν τῶν ἀποστημάτων λόγον τοὺς ἁπαλοσάρκους
5. καὶ παῖδας καὶ γυναῖκας καὶ γέροντας, ἐπὶ δὲ τῶν ἑλκῶν
6. τὰς ἰδέας αὐτῶν, ὡς ἡμᾶς ποιήσομεν ἐν τῷ περὶ τῶν κακοήθων
7. ἑλκῶν λόγῳ. τῶν γὰρ οὕτως κακοήθων οὐδενός ἐστιν
8. ἡ προκειμένη κατὰ τὸν ἐνεστῶτα λόγον ἔμπλαστρος ἐπουλωτική.
9. διορισμοῦ δὲ δεῖ τοῖς δυσεπουλώτοις ἀπὸ τῶν κακοήθων.
10. οὐδὲ γὰρ πάντ’ ἐστὶ τὰ κακοήθη δυσεπούλωτα.
11. καὶ λεχθήσεται δηλονότι προϊόντος τοῦ λόγου περί τε τῆς
12. διαφορᾶς αὐτῶν καὶ τῶν φαρμάκων, ὅσα πέφυκεν ὠφελεῖν
13. ἑκάτερα. καὶ διὰ μόνων δὲ τῶν μεταλλικῶν ἐγχωρεῖ σκευασθῆναι
14. λευκὴν ἔμπλαστρον, ὡς ὀλίγον ἔμπροσθεν ἐπὶ τῆς
15. λιθαργύρου μόνης ἑψηθείσης ἔλεγον. ἐὰν γὰρ τῇ λιθαργύρῳ
16. προσβληθῇ τὸ ψιμύθιον, εἶτα ἐλαίου τε καὶ ὕδατος ἑκατέρου
17. διπλάσιον μιχθῇ καὶ τὴν ἕψησιν, ὡς ἀρτίως εἶπον, ἐπ’
18. ἀνθράκων προδιακεκαυμένων ἐν ἀέρι λαμπρῷ ποιήσηταί τις,
1. ἐχέκολλόν τε τὸ φάρμακον ἔσται καὶ λευκὸν τῇ χρόᾳ, τοῦ
2. δὲ διὰ μόνης λιθαργύρου κατασκευασθέντος ἐμψυκτικώτερον.
3. ὥσπερ γὰρ ἡ μολύβδαινα ψυκτικωτέρας τε καὶ παχυμερεστέρας
4. ἐστὶ φύσεως καὶ ἐὰν λιθαργύρῳ περιβάλλῃ τις αὐτὴν,
5. οὕτω καὶ τὸ ψιμύθιον ἢ καὶ μᾶλλον ἔτι τῆς μολυβδαίνης.
6. εἰ δὲ καὶ παλαιὸν ἐμβληθείη τὸ ἔλαιον, ἕξει καὶ τοῦτο
7. τὸ φάρμακον οὐκ ὀλίγην γλισχρότητα πρὸς τὸ μὴ ῥᾳδίως
8. ἀποπίπτειν τοῦ σώματος, ᾧπερ ἂν ἐπιτεθὲν τύχῃ. λευκὴν
9. δὲ γενέσθαι τὴν ἔμπλαστρον εἰ βούλοισθε, καθαρώτατον ὡς
10. οἷόν τε καὶ λαμπρότατον ἔλαιον ἐμβάλλετε, πολλὰ γάρ ἐστιν
11. οὐ τοιαῦτα. παρηγορικὸν δὲ καὶ ἀνώδυνον ἔσται τὸ φάρμακον,
12. ἐὰν καὶ στέατος αὐτῷ τις ἐπεμβάλῃ, καθάπερ εἴωθα
13. ποιεῖν ἐγώ. χήνειον δ’ ἔστω τὸ στέαρ ἢ τούτου μὴ παρόντος
14. ὀρνίθειον· εἰ δὲ μηδὲ τοῦτ’ ἔχοιμεν, ὕειον ἐμβάλλωμεν,
15. εἰδότες μὲν οὐ σμικρὰν ὑπεροχὴν εἶναι τοῦ χηνείου παρὰ
16. τὰ ἄλλα, χρώμενοι δὲ καὶ τοῖς χείροσιν, ὅταν ἀπορῶμεν τοῦ
17. καλλίστου, καὶ γὰρ ὅταν μὴ παρῇ κιννάμωμον, ἐπὶ τὴν ἀρίστην
18. ἐρχόμεθα κασσίαν. ἀρκεῖ δὲ ἐπὶ τῇ προειρημένῃ συμμετρίᾳ
1. μιγνύναι τοῦ στέατος ἥμισυ μέρος τοῦ σταθμοῦ
2. τῶν μεταλλικῶν ἑκατέρου, ὡς εἶναι λιθαργύρου μὲν καὶ ψιμυθίου
3. μέρος ἓν ἑκατέρου, διπλάσιον δὲ ἐλαίου καὶ διπλάσιον
4. ὕδατος ἢ καὶ πλεῖστον ὀλίγῳ, τοῦ δὲ στέατος ἥμισυ
5. μέρος. ὅπως δὲ λέγω τοῖς ἱσταμένοις ἐπὶ ζυγοῦ τὰ μετρούμενα,
6. διπλάσιά τε ἡμίσεα καὶ ἴσα, μικρὸν ἔμπροσθεν ἐδήλωσα,
7. τὴν ὁμωνυμίαν ἐξηγησάμενος τῆς παρὰ Ῥωμαίοις σταθμικῆς
8. λίτρας τῇ μετρικῇ. τοῦτο τὸ φάρμακον ἐσκεύασα πολυειδῶς·
9. καὶ γὰρ ἴσα τὰ τέτταρα μίξας, ἥμισυ τοῦ στέατος
10. ἐνέβαλον εἰς αὐτὰ, καί ποτε καὶ τῶν ὑγρῶν ἑκατέρου μέρους
11. ἓν καὶ ἥμισυ. γενήσεται δὲ ὡς ἐπὶ παραδείγματος ἡ συμμετρία
12. τοιάδε. λιθαργύρου 𐆃 α΄. ψιμυθίου 𐆃 α΄. τοῦ δὲ
13. ἐλαίου καὶ τοῦ ὕδατος ἑκατέρου λίτρας ἥμισυ καὶ λοιποῦ
14. στέατος ἡμίλιτρον, ἔσθ’ ὅτε δὲ καὶ τὸ τρίτον τῆς λίτρας
15. ἔβαλλον, ὥσπερ καὶ τοῦ ὕδατος μίαν λίτραν. ὃ δ’ εἰώθασι
16. λέγειν πολλάκις οἱ ἰδιῶται καὶ τῶν ἰατρῶν οἱ τοιούτοις
17. ὅμοιοι, φυλάξασθέ ποτε εἰπεῖν, ὡς αὐτοὶ λέγουσιν, ἄμεινον
18. γίγνεσθαι τόδε τι τὸ φάρμακον, εἰ προσλάβοι τοῦδέ τινος,
1. ὅπερ ἂν ὀνομάσωσιν, ἔνιοι δ’ αὐτῶν μὲν ἀγνοεῖν ὁμολογοῦσιν,
2. ἐρωτῶσι δ’ ἡμᾶς ὁποία τῶν συνθέσεων καὶ σκευασιῶν
3. ἐστι καλλίστη, μὴ γινώσκοντες ἄλλην ἐπὶ ἄλλης διαθέσεως
4. εἶναι χρησιμωτέραν, ἁπλῶς δὲ καὶ ἀδιορίστως οὐδεμίαν
5. ἀρίστην. διὰ τοῦτ’ οὖν ἐγὼ τῶν ἁπλῶν φαρμάκων
6. ὑμᾶς ἀξιῶ τὰς δυνάμεις ἀκριβῶς ἐπίστασθαι· χρῆσθαι
7. γὰρ οὐχ οἷόν τε καλῶς τῷ συνθέτῳ τούτων ἀγνοουμένων.
8. αὐτίκα γοῦν ἐπὶ τῆς προκειμένης κατὰ τὸν λόγον τόνδε λευκῆς
9. ἐμπλάστρου τὸ πρόσφατον στέαρ μιγνύμενον ἀνωδυνώτερον
10. μὲν ἐργάσεται τὸ φάρμακον, ὡς κᾂν ὑποφλεγμαίνῃ
11. τὸ ἕλκος, ὠφελεῖν αὐτὸ, χεῖρον δ’ εἰς τὴν ἐπούλωσιν ποιήσει.
12. τὸ δὲ χωρὶς τοῦ στέατος ἐπουλωτικώτερον μὲν, οὐχ
13. ὁμοίως δὲ ἀνώδυνον. εἴρηται δὲ καὶ πρόσθεν ὡς ὕδατος
14. μὲν προσλαβὸν ἐμψυκτικώτερον γίγνεται, παλαιοῦ δὲ ἐλαίου
15. διαφορητικώτερον. ὁ δυνάμενος οὖν γνῶναι τίνος μᾶλλον
16. χρῄζοι τὸ ἕλκος, οὗτος ἄριστα καὶ αὐτὸς συνθήσει τὰ φάρμακα
17. καὶ τοῖς ἤδη συγκειμένοις χρήσεται. κᾀμὲ πολλάκις
18. ἐθεάσασθε τοῖς τῶν παρακαλεσάντων ἰατρῶν εἰς συμβουλὴν 
1. φαρμάκοις θεραπεύσαντα πολλὰ τῶν ἐκείνοις ἀπορουμένων.
2. ἄριστον οὖν εἴρηται φάρμακον οὐχ ἁπλῶς, ἀλλὰ τῶν ἐπαγγελλομένων
3. τόδε τι ποιεῖν, ὥσπερ ἐγὼ τὴν φοινικίνην ἀρίστην
4. ἔφην εἶναι πρὸς τὰ ῥευματικὰ χρωμένων αὐτῇ κατὰ
5. τοὺς προειρημένους διορισμούς.

Cliquer un n° de page pour en afficher l’image