6. Αἱ
7. μὲν οὖν προειρημέναι λευκαὶ καθ’ ὃν εἴρηκα λόγον ἐσκευάσθησαν
8. ἐκ παλαιοῦ. πολυειδεῖς δ’ ἄλλαι μετὰ ταῦτα συνετέθησαν,
9. ἀφαιρούντων γέ τινα καὶ προστιθέντων καὶ ὑπαλλαττόντων
10. τῶν ἐπιγινομένων ἰατρῶν, περὶ ὧν καὶ αὐτῶν
11. ἄμεινον εἰπεῖν ἕνεκα τοῦ γυμνάσασθαι ποικίλως ὑμᾶς ἐν τῇ
12. τῶν φαρμάκων συνθέσει. γέγραπται τοίνυν ὑπ’ Ἀνδρομάχου
13. κατὰ τὸ βιβλίον, ὃ ἐπιγράφιι δυνάμεις πρὸς τὰ ἐκτὸς,
14. ὡδί πως αὐτοῖς ὀνόμασι· λευκὴ ᾗ χρῶμαι. λιθαργύρου μνᾶ
15. α΄. ψιμυθίου μνᾶ α΄. κηροῦ τέταρτον, ῥητίνης τέταρτον,
16. ἐλαίου κοτύλαι γ΄. ὕδατος κοτύλαι β΄. ταῦτα μὲν
17. ἔγραψεν ὁ Ἀνδρόμαχος, οὔτ’ ἐπὶ τίνων ἁρμόττει προσγράψας
18. οὔτε περὶ τῆς ἑψήσεως αὐτοῦ διελθών. τινὲς μὲν οὖν
1. εἴκοσιν οὐγγίας ἔχειν φασὶ τὴν μνᾶν, ἔνιοι δὲ ἑκκαίδεκα.
2. καὶ δύναιτ’ ἂν ἑκατέρως σκευάζεσθαι τὸ φάρμακον, οὐ·μὴν
3. ὀρθῶς μοι δοκεῖ τὸ ἴσον ἐμβάλλειν ῥητίνης τε καὶ κηροῦ.
4. βελτίων γὰρ ἡ Ἀτταλικὴ σύγκειται, τὸν κηρὸν τῆς ῥητίνης
5. λαμβάνουσα διπλάσιον. πρόδηλον δὲ ὅτι τῆς ῥητίνης ἴσης
6. ἐμβληθείσης τῷ κηρῷ γένοιτ’ ἂν ἐχεκολλοτέρα μὲν ἔμπλαστρος,
7. οὐχ ἡδεῖα δ’ ὁμοίως τοῖς ἕλκεσιν, ἀλλ’ ἔχουσα δριμύ.
8. καὶ μέντοι καὶ τῷ μὴ δηλῶσαι ποίαν βούλεται βάλλεσθαι
9. ῥητίνην οὐκ ὀρθῶς ἔπραξεν. ἀλλ’ ἡμεῖς γε γινώσκοντες
10. ἀμείνω κατὰ πάντα τὴν τερμινθίνην εἶναι τῆς κολοφωνίας
11. τε καὶ φρυκτῆς ὀνομαζομένης, ἐκείνην ἐμβαλοῦμεν. εἰ δὲ καὶ
12. τῆς λάρικος εὐποροίημεν, οὐδὲν κωλύει χρήσασθαι, παραπλήσιαι
13. γάρ πώς εἰσιν. ἐλαίου δὲ κοτύλας τρεῖς ἡγοῦμαι
14. γράφειν αὐτὸν τὰς Ἀττικὰς ἢ πάντως ἂν ἐγεγράφει λίτρας.
15. καίτοι θαυμάσειεν ἄν τις ὅπως ἐν Ῥώμῃ διατρίβων ἀντὶ
16. λιτρῶν ὠνόμαζε κοτύλας. ἐπιχώρια γὰρ ταῦτα ὀνόματα, τό
17. τε τῆς λίτρας καὶ τὸ τοῦ ξέστου καὶ τὸ τῆς οὐγγίας. ἐκ
18. πολλῶν φαρμάκων πάλαι συγγεγραμμένων, πρὶν εἰς τοσοῦτο
1. δυνάμεως ηὐξῆσθαι τὰ τῶν Ῥωμαίων, ἐστοχασάμην ἣν ὀνομάζουσιν
2. ἐκεῖνοι κοτύλην ἴσην εἶναι ταῖς κατὰ τὴν νῦν ἐν
3. Ῥώμῃ λίτραν οὐγγίαις ἐννέα. μή τι οὖν καὶ ὁ Ἀνδρόμαχος
4. τὰς τρεῖς κοτύλας ἀξιοῖ βάλλειν, ὡς ἑκάστης αὐτῶν οὔσης
5. οὐγγιῶν θ΄. καὶ κατὰ τὸν αὐτὸν λόγον καὶ τὰς τοῦ ὕδατος
6. δύο; προειδότες οὖν ἡμεῖς τὴν ἑκάστου τῶν ἁπλῶν δύναμιν,
7. ὅπως ἂν σκευάσητε χρῆσθαι δυνήσεσθε πρὸς ἅπερ ὁ τῆς
8. συνθέσεως ἐπαγγέλλεται τρόπος, ἐπιτρέψαντες ἑτέροις ζητεῖν
9. ὁποία τῶν συνθέσεών ἐστιν ἀρίστη. πᾶσαι γὰρ ἄρισταί
10. τέ εἰσι καὶ οὐκ ἄρισται, καθότι προεπιδέδεικταί μοι.
11. καὶ γὰρ αὖ καὶ ταύτης ἐφεξῆς ἑτέραν ὁ Ἀνδρόμαχος γράφει
12. τήνδε.
13. ♃ Λιθαργύρου δραχ. ρξ΄. ψιμυθίου δραχ. σ΄.
14. κηροῦ δραχ. ν΄. τιρμινθίνης δραχ. κδ΄. ἐλαίου κοτύλης ἥμισυ, ὕδατος
15. κυ. στ΄. αὕτη τοίνυν ἡ ἔμπλαστρος τῆς προτέρας πλέον
16. ἔχουσα τὸ ψιμύθιον τῆς λιθαργύρου λευκοτέρα μὲν ἂν γένοιτο
17. καὶ ψυκτικωτέρα κατά γε τοῦτο. ῥᾳδίως δ’ ἀποπίπτουσα,
18. κᾂν ἑκκαίδεκα καὶ δίμοιρον οὐγγίας τὴν κοτύλην
1. ἔχειν ὑποθώμεθα, καθάπερ ἔνιοί φασι. βοηθεῖ γε μὴν αὐτῇ
2. πρὸς τοῦτο τῆς τερμινθίνης ἡ μίξις, ὡς μὴ κραῦρον γίνεσθαι
3. τὸ φάρμακον, ἐπεὶ τελέως ἂν ἀλιπὲς ἦν καὶ ξηρὸν,
4. ὀλίγον ἔχον ἐλαίου τε καὶ ὕδατος. οὐ προσέγραψε δὲ οὐδὲ
5. ἐπὶ ταύτης ὁ Ἀνδρόμαχος οὔθ’ ἕψησιν οὔτ’ ἐπαγγελίαν.
6. Ἑτέραν δ’ ἐφεξῆς τῇδε γράφει τρίτην,
7. τὰ μὲν ἄλλα τὰ αὐτὰ πάντα ἔχουσαν τῇ διὰ τοῦ λευκοῦ
8. πεπέρεως Ἀτταλικῇ. πρόσκειται δὲ αὐτῇ ταῦτα τὰ δύο, ὄρχεως
9. βοτάνης δραχ. η΄. στρουθίου οὐγγίαι δύο, ὕδωρ δὲ οὐδ’.
10. ὅλως ἐμβάλλει τῷ φαρμάκῳ τούτῳ καὶ τοῦ λιβανωτοῦ τὰς ε΄.
11. καὶ εἴκοσι δραχμὰς ἀξιοῖ βάλλειν οὐ προσγράψας, ὡς ὁ
12. Ἥρας εἴωθεν. ἔνιοι δὲ δέκα δύο καὶ εἴκοσι βάλλουσιν, ἐλαίου
13. μέντοι κᾀνταῦθα δύο κοτύλας μίγνυσι, τὴν αὐτὴν ἀσάφειαν
14. ἡμῖν καταλιπὼν ἧς ἔμπροσθεν ἐμνημόνευσα. μέμψαιτο δ’
15. ἄν τις αὐτῷ μεγάλως μὴ προσγράψαντι τὰς ἐπαγγελίας τῶν
16. φαρμάκων. οὐ γὰρ δήπου τὴν αὐτὴν δύναμιν ἔχει τὸ δεύτερον
17. γεγραμμένον τῷ πρώτῳ τε καὶ τῷ τρίτῳ. τὸν Ἥραν
18. δὲ ἐπαινεῖν προσήκει τάς τε ἐπαγγελίας τῶν φαρμάκων γράψαντα
1. καὶ τοὺς τρόπους τῶν χρήσεων, οὓς ὅλως ὁ Ἀνδρόμαχος
2. ἐπὶ τῶν λευκῶν ἐμπλάστων κατέλιπε, σπανίως που
3. μόνην τὴν ἐπαγγελίαν προσθεὶς, οὐ μὴν οὐδ’ ὅπως χρὴ τὸ
4. φάρμακον ἕψειν ἔγραψεν. ἀλλ’ οὐκ ἄν τις αὐτὸν ἴσως ἐν
5. τούτῳ μέμψαιτο τοῖς ἤδη γεγυμνασμένοις κατὰ τὴν ἰατρικὴν
6. τέχνην, οὐκ ἰδιώταις γράφοντα. τὸ δὲ μὴ προστιθέναι
7. τὰς ἐπαγγελίας ἢ τὰς καθόλου δυνάμεις οὐ σμικρὸν ἁμάρτημα.
8. τί γὰρ καὶ φήσει τις ἀπολογούμενος ὑπὲρ αὐτοῦ; τάχ’
9. ἴσως ὅτι τοῖς ἐπισταμένοις τὰς τῶν ἁπλῶν φαρμάκων δυνάμεις
10. γέγραπται ταῦτα. καὶ μὴν οὐδεὶς ἐκείνων Ἀνδρομάχου
11. δεῖται, δυνάμενός γε καὶ αὐτὸς ὁμοίως συντιθέναι.