Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 1.16, ed. Kühn, 1827, vol. 13, p. 431-442. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:1.16

12. Πάλιν
13. οὖν ἐπὶ τὸν Ἥραν ἀφικόμεθα, γράφοντα μετὰ τὴν Ἀτταλικὴν
14. ἔμπλαστρον ἑτέραν λευκὴν, αὐτοῖς ὀνόμασι τοῖσδε·
15. λευκὴ πρὸς τοὺς λυσσοδήκτους. ποιεῖ δ’ ἀκριβῶς καὶ πρὸς
16. τοὺς ὑδροφόβους. ῥύεται γὰρ εὐθὺς τοῦ κινδύνου ἐπιτεθεῖσα
17. τῷ τραύματι. τοῖς μέντοι κεκρατημένοις ἄγαν καὶ καταπότιον
18. ὅσον καρύου Ποντικοῦ ἐξ αὐτῆς ποιήσαντα διδόναι καὶ 
1. τοῦτο ποιεῖν ἐφ’ ἡμέρας μ΄. μεταβάλλει μέντοι τὴν χρόαν
2. ἐπὶ τῶν σπληνῶν καὶ γίνεται μέλαινα. ποιεῖ δὲ καὶ πρὸς
3. ἀνθρωπόδηκτα, κυνόδηκτα, ἀποσύρματα, δυσκατούλωτα, αἴρει
4. καὶ ὑπώπια κεράτιον α΄ καὶ τραύματα κολλᾷ. ποιεῖ καὶ
5. πρὸς φύματα καὶ ῥαγάδας. ἔστι δὲ καὶ πεσσὸς μαλακτικός.
6. δεῖ μέντοι παρὰ μίαν ἡμέραν λύειν καὶ ἀποσπογγίζειν τὴν
7. ἐπιγινομένην τοῖς ἕλκεσι μελανίαν. καὶ τοῦτο ποιεῖν, ἕως ἂν
8. μηκέτι φαίνηται ἡ μελανία. ἡ αὐτὴ καὶ κατουλωτική
9. ἐστι καὶ πρὸς πάντα ἀγαθή. ταῦτα προειπὼν Ἥρας ἐφεξῆς
10. ἔγραψε τὴν συμμετρίαν τῆς ἐμπλάστρου κατὰ τήνδε τὴν λέξιν.
11. λευκή. ♃ κηροῦ λευκοῦ Ποντικοῦ λίτρας β΄. λιθαργύρου
12. χρυσίτιδος λίτραν α΄. ψιμυθίου λίτραν α΄. σμύρνης οὐγγίας
13. β΄. μυελοῦ ἐλαφείου οὐγγίας β΄. λιβάνου ἀτόμου οὐγγίαν
14. α΄. ἐλαίου παλαιοῦ ξε. α΄. συμμετρία μὲν ἥδε τῶν συντιθέντων
15. τὴν ἔμπλαστρον. ἐφεξῆς δὲ τὴν ἕψησιν οὕτως
16. ἔγραψε. λιθάργυρον ἐλαίῳ ἕψε, ὅταν δὲ δοκῇ γλοιοῦσθαι
17. κατὰ τὴν σύστασιν κηρὸν, εἶτα τὸ ψιμύθιον ἔμπασσε καὶ
18. κίνει. ὅταν δ’ ἑνωθῇ καὶ ἀμόλυντος γένηται, ἀφελὼν τὴν
1. ἀνθρακιὰν, τὸν μυελὸν ἀποδίδου. ψύξας δὲ ἀποδίδου τὴν
2. σμύρναν καὶ τὸν λιβανωτὸν καὶ μαλάξας χρῶ. καὶ κατὰ
3. τοῦτο οὖν ἐπαινεῖν χρὴ τὸν Ἥραν, οὐκ ἐφ’ ἡμῖν ἀπολιπόντα
4. τὴν ἔμπλαστρον ἕψειν ὅπως ἂν βουληθῶμεν, ἀλλ’ αὐτὸν
5. προσγράψαντα. πρόχειρον γὰρ ἦν ἅμα τῇ λιθαργύρῳ τὸ ψιμύθιον
6. εὐθέως ἀπ’ ἀρχῆς ἕψειν, ὡς ἐπὶ τῶν ἄλλων λευκῶν,
7. ἡμεῖς τε τοῦτο ὡς ἐπίπαν εἰώθαμεν ποιεῖν, ἀλλ’ αὐτός τε
8. ἐκεῖνος ἐπ’ ἄλλων ἔγραψεν. ἀλλ’ ἐπί γε ταύτης ὕστερον ἐμβάλλειν
9. αὐτὸ κελεύει μὴ προσγράψας μὲν τὴν αἰτίαν δι’ ἣν
10. τοῦτο ποιεῖν ἄμεινον, ἐνδεικνύμενός γε μὴν ὡς οὐχ εἷς τρόπος
11. ἑψήσεως ἐπὶ πάντων ἐστὶν ὁμοίως χρήσιμος, ἀλλ’ ἐπ’
12. ἐνίων καὶ δύο καὶ τρεῖς ποιήσασθαι δυνατόν ἐστιν, οὐ μόνον
13. ὑπαλλάττοντας τὴν χροιὰν, ἀλλὰ καὶ τὴν δύναμιν τῶν
14. φαρμάκων. ὥσπερ ἐπὶ τῆσδε τῆς νῦν προκειμένης οὐκ ἐβουλήθη
15. τὸ ψιμύθιον ἑψηθῆναι μετὰ τῆς λιθαργύρου, γινώσκων
16. αὐτὸ καὶ τὴν ἀκριβῆ λευκότητα μὴ φυλάττον ἐν τῷ καθέψεσθαι
17. καὶ τὴν στύψιν ἣν ἔχει μετὰ τῆς ψύξεως ἀποτιθέμενον.
18. ἴσως οὖν τις ζητήσει καὶ τί διαφορητικὸν εἶναι
1. βουλόμενος τὸ φάρμακον ὁ συνθεὶς πρῶτον, ὅστις ποτ’ ἦν,
2. ὅμως ἐπειράθη διαφυλάξαι τὸ ψιμύθιον ὠμὸν ἐν αὐτῷ; δοκεῖ
3. δέ μοι τούτου χάριν ἐπὶ τὴν τοιαύτην ἐλθεῖν σκευασίαν,
4. ἵν’ ἔχῃ τι καὶ τῆς ἀποκρουστικῆς δυνάμεως τὸ φάρμακον.
5. τὰ γὰρ οὐδεμίαν ἔχοντα τοιαύτην οὐκ ἀσφαλῆ τοῖς πληθωρικοῖς
6. σώμασιν. ὅπως οὖν ἁρμόττῃ καὶ τούτοις, εἰκὸς μεμίχθαι
7. τὸ ψιμύθιον ὠμόν. εὔδηλον δ’ ὅτι μεγάλας ἐπαγγελίας
8. τὸ προκείμενον ἐπαγγέλλεται φάρμακον, ἐκ τοῦ προσειληφέναι
9. τήν τε σμύρναν καὶ τὸν ἐλάφειον μυελὸν, ὡς τά
10. τε ἄλλα ταῖς κοιναῖς ταύταις ἐμπλάστροις ἔχει τὰ αὐτά.
11. μεμαθήκαμεν δὲ τὴν μὲν σμύρναν ἰσχυρῶς ξηραῖνον εἶναι
12. φάρμακον, ἱκανῶς τε λεπτομερὲς, τὸν δὲ μυελὸν οὐδενὸς
13. ἥττονα τῶν μαλακτικῶν ὀνομαζομένων. εἴρηται δὲ περὶ τῆς
14. δυνάμεως ταύτης, ὥσπερ καὶ τῶν ἄλλων ἁπασῶν τῶν δευτέρων,
15. ἐν τῷ ε΄. τῆς περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείας.
16. ἔοικέ γε μὴν οὐ τούτοις μόνοις ὁ συνθεὶς τὸ φάρμακον,
17. ἀλλὰ καὶ τῷ λευκῷ κηρῷ τῷ Ποντικῷ θαῤῥῆσαι,
18. φαρμακώδη δύναμιν ἔχοντι καὶ διὰ τοῦτο πλεῖστον αὐτὸν
1. ἐμβάλλειν. ξέστου δὲ νομίζω μεμνῆσθαι τὸν Ἥραν τοῦ Ῥωμαϊκοῦ.
2. παρὰ μὲν γὰρ τοῖς Ἀθηναίοις οὔτε τὸ μέτρον ἦν
3. οὔτε τοὔνομα τοῦτο. νυνὶ δὲ ἀφ’ οὗ Ῥωμαῖοι κρατοῦσι, τὸ
4. μὲν ὄνομα τοῦ ξέστου παρὰ πᾶσίν ἐστι τοῖς Ἑλληνικῇ διαλέκτῳ
5. χρωμένοις ἔθνεσιν, αὐτὸ δὲ τὸ μέτρον οὐκ ἴσον τῷ
6. Ῥωμαϊκῷ. χρῶνται γὰρ ἄλλος ἄλλῳ ξεστιαίῳ μέτρῳ. παρὰ
7. γοῦν τοῖς Ῥωμαϊκοῖς ὁ ξέστης ἔχει μίαν λίτραν καὶ ἡμίσειαν
8. καὶ ἕκτον, ὡς εἶναι τὰς πάσας οὐγγίας κ΄. ἃς ὡς τὸ
9. πολὺ τοῖς κέρασι μετροῦσιν, ἐπιτετμημένοις ἔξωθεν γραμμαῖς
10. τισι κυκλοτερέσιν. ἔνιοι δὲ ψευδῶς ὑπειλήφασι τὸν Ῥωμαϊκὸν
11. ξέστην ὀκτωκαίδεκα μετρικὰς ἔχειν οὐγγίας. ἔοικεν οὖν
12. καὶ ὁ Ἥρας ὅταν κοτύλην γράφῃ, τὸ μὲν ἥμισυ τοῦ ξέστου
13. σημαίνειν. ἤτοι δὲ τὰς θ΄. δηλοῦσιν οὐγγίας ἐκ τοῦ λιτραίου
14. κέρατος ἢ τὰς δέκα, τοῦτο γὰρ ἄδηλον. εἰ δὲ
15. καὶ πρὸς λυσσοδήκτους ἐπιτήδειόν ἐστι φάρμακον, εἴτ’ οὖν
16. καταπινόμενον εἴτ’ ἔξωθεν ἐπιτιθέμενον, ἐκ λόγου μὲν οὐχ
17. οἷόν τε γνῶναι. δέδεικται γὰρ ἡμῖν ὅλῃ τῇ τῆς οὐσίας ἰδιότητι
18. τὰ τοιαῦτα φάρμακα τὴν ἐνέργειαν ἔχοντα καὶ διὰ
1. τοῦτο τῇ πείρᾳ κρινόμενα. πειραθῆναι δὲ οὐδέποτε ἐτόλμησα
2. τοῦ φαρμάκου τοῦδε, τίνα δύναμιν ἐν τοῖς λυσσοδήκτοις
3. ἐπιδείκνυται, διὰ τὸ βεβαίως θεραπεῦον ἔχειν φάρμακον
4. τὸ διὰ τῶν καρκίνων, ὅταν δὲ τοῦτο μὴ παρῇ, καὶ ἄλλα
5. τινὰ μηδέποτε ἀποτυχόντα. τὸ τοίνυν ἐν οὕτως ἐπικινδύνῳ
6. πάθει καταλιπόντα τὰ βέβαια, πολυπράγμονος ἕνεκα πείρας
7. προδοῦναι τὴν σωτηρίαν τοῦ δεδηγμένου, δεινὸν καὶ ἄδικον
8. ἐφαίνετό μοι. περὶ μὲν δὴ τῶν λυσσοδήκτων ἀρκεῖ καὶ ταῦτα
9. εἰρῆσθαι. τὰ δ’ ἄλλα τὰ περὶ τῆσδε τῆς ἐμπλάστρου γεγραμμένα
10. τῷ Ἥρᾳ, καθάπερ ἐπὶ τῆς Ἀτταλικῆς, ἔνια μὲν ἀληθεύεσθαί
11. φημι, τινὰ δὲ ἐπὶ τὸ μεῖζον ἐξαίρεσθαι. κάλλιστον
12. μὲν γάρ ἐστι φάρμακον, ὡς ἐν ἐμπλάστροις, τῶν ὀνομαζομένων
13. ὑπωπίων, ἐναίμων δὲ τραυμάτων κολλητικὸν, οὐκ ἐν
14. τοῖς πρώτοις καὶ ἀρίστοις. ὅλως δὲ περὶ τοῦ γένους τούτου
15. τῶν ἐμπλάστρων εὑρίσκω παμπόλλους τῶν ἰατρῶν οὐ
16. μόνον τῶν νῦν, ἀλλὰ καὶ τῶν γεγραφότων συγγράμματα,
17. μείζονας τῶν ἀληθῶν ἐπαίνους πεποιημένους, ὑπὲρ ὧν ἐν
18. τῷ μετὰ ταῦτα λόγῳ ῥηθήσεται. νῦν δὲ ἐπὶ τὴν προκειμένην 
1. ἐλθόντες, αὖθις ἐπισκεψόμεθα περὶ τῶν εἰρημένων τῷ
2. Ἥρᾳ. φησὶ γὰρ αὐτὴν ἰᾶσθαι φύματα, μηδένα προσθεὶς
3. διορισμὸν ὧν ἐγὼ περὶ τῆς φοινικίνης ἔγραψα. τινὰ μὲν γὰρ
4. πάνυ θερμὰ τῶν φυμάτων ἐστὶ καὶ σφοδρῶς ἐξορμῶντα,
5. τινὰ δὲ καὶ ψυχρὰ καὶ ξηρά. πάμπολλα δ’ ἄλλα μεταξὺ
6. τούτων, ἔνια μὲν ἀκριβῶς μέσα τῶν εἰρημένων, ἔνια δὲ ὀλίγον
7. ἀφιστάμενα τῆς μεσότητος ἑκατέρωσε καί τινα πλέον
8. ὡσαύτως ἐφ’ ἑκάτερα, καί τινα τῶν ἄκρων ἐγγὺς ἢ μεταξύ
9. πως ἐξ ἴσου τῶν τε μέσων καὶ τῶν ἄκρων, ἐφ’ ὧν ἁπάντων
10. ἀδύνατόν ἐστι τὴν ἔμπλαστρον ταύτην ἐφαρμόττειν, εἰ
11. μὴ ἄρα βούλοιτο τήκειν αὐτὴν ὑγροῖς τισιν, ὡς γίγνεσθαι
12. τρόπους πολλοὺς τῆς χρήσεως, οὓς ἐχρῆν αὐτὸν εἰρηκέναι,
13. καθάπερ ἐπ’ ἄλλων ἐποίησε. διὸ καὶ δίκαιον εἶναί φημι
14. τοῦτον μὲν ἐπαινεῖν ἐφ’ οἷς οὕτως ἔγραψε, μέμφεσθαι δὲ
15. Ἀνδρομάχῳ. περὶ δὲ τοῦ τὴν ἔμπλαστρον ταύτην ἐπ’ ἀνθρωποδήκτων
16. καὶ κυνοδήκτων ἁρμόττειν, τοὺς αὐτοὺς νόμιζε
17. παρ’ ἐμοῦ λόγους ἀκούειν, οὓς καὶ περὶ τῆς Ἀτταλικης
18. εἶπον, ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων, ὅσα μαρτυρεῖ τῷ
1. φαρμάκῳ, καθάπερ ἐπ’ ἐκείνης οὕτω κᾀπὶ ταύτης λέγων
2. καλὸν εἶναι τὸ φάρμακον, ἀλλὰ πολὺ λείπεσθαι τῶν εἰς ἕκαστον
3. ἐκείνων ἄριστα ποιούντων, ὡς χρήσασθαί τινα αὐτῷ
4. θαῤῥούντως μηδενὸς τῶν ἀρίστων παρόντος. οὐ σμικρὸν δὲ
5. οὐδὲ τοῦτ’ ἔστιν ἐν τοῖς φαρμάκοις, ὥσπερ κᾀν τοῖς διαιτήμασι
6. καὶ πᾶσι τοῖς κατὰ τὴν τέχνην, οὗ κατεφρόνουν μὲν
7. ἐγὼ τὸ πρῶτον, ὡς μηδ’ ἄξιον Ἱπποκράτει εἶναι νομίζειν
8. παραινοῦντι ἡμῖν οὕτω πάντα τὰ κατὰ τέχνην πράττειν, ὡς
9. ὠφελεῖν ἢ μὴ βλάπτειν. ὕστερον δ’ ἔγνων αὐτὸ μεγίστην
10. δύναμιν ἔχον, ὡς ἑώρων ἐνίους τῶν ἰατρῶν, οἷς κατώρθωσαν
11. ἔμπροσθεν φαρμάκοις, ὡς θαυμασθῆναι, τούτοις ὕστερον
12. ἐπ’ ἄλλων ἀποτυχόντας, ὡς καταγελασθῆναι. καὶ διὰ
13. τοῦτ’ ἐπειράθην ἀεὶ τοιούτοις χρῆσθαι βοηθήμασιν, ἐφ’ οἷς
14. ἡ μὲν τῆς ὠφελείας ἐλπὶς ἐνίοτε ἀμφιβολίαν ἔχει, τὸ δὲ μηδεμίαν
15. ἀπαντῆσαι βλάβην ἀκριβῆ γνῶσιν. ἅπερ οὖν ἐπῄνεσε
16. τῆς Ἀτταλικῆς ἐμπλάστρου καὶ ταύτης ὁ Ἥρας, ἔστι μὲν,
17. ὡς ἔφην, οὐ μεγάλα. οὐ παρόντων δὲ τῶν μεγάλως αὐτὰ
1. δρώντων, οὐκ ἄν τις τούτοις χρώμενος ἐργάσεται βλάβην
2. σαφῆ, κᾂν μηδὲν ὠφελήσῃ. χρῆσθαι μέντοι τις τῷ φαρμάκῳ
3. τούτῳ βουλόμενος ἐπὶ φυμάτων, ἐξ ὧν εἶπον ἐπὶ τῆς
4. φοινικίνης, αὐτὸς ἐξευρήσει τήκων ἄλλοτε ἄλλως αὐτήν. εἰρήσεται
5. δὲ ἐπὶ πλέον ἐν τοῖς ἑξῆς καὶ τῶν φυμάτων ἐπιμέλεια
6. πᾶσα, δι’ ἧς ἐλπίζω τὴν μέθοδον ὑμᾶς ἕξειν ἀκριβῆ
7. τε καὶ τελείαν τῶν δυναμένων φαρμάκων ὠφελεῖν φύματα.
8. καλείσθω δὲ ὑμῖν ἡ ἔμπλαστρος αὕτη λευκὴ πρὸς λυσσοδήκτους,
9. ὥσπερ ἡ διὰ τοῦ λευκοῦ πεπέρεως Ἀτταλική. γράφει
10. δ’ ἐφεξῆς τῇδε καὶ ἄλλην ἔμπλαστρον ὁ Ἥρας κατὰ
11. τήνδε τὴν λέξιν. λευκὴ ἡ Ἀριοβαρζάνειος, ᾗ Ξενοκράτης τὸ
12. περὶ τὸν ταρσὸν ἀπόστημα διεφόρησεν ἤδη μεταβεβληκός.
13. εἶτα τήν τε συμμετρίαν τῶν ἐμβαλλομένων εἰς αὐτὴν εἰπὼν
14. καὶ μετὰ ταῦτα τὴν ἕψησιν, ἐπὶ τέλει προσέγραψε κατὰ λέξιν
15. οὕτως. ποιεῖ μάλιστα πρὸς τὰ κακοήθη καὶ νεμόμενα
16. καὶ δυσαλθῆ, καθόλου τε πρὸς. πᾶν ἕλκος. αὐτὴν δὲ τὴν
17. συμμετρίαν τῶν συντιθέντων τὸ φάρμακον οὐκ οἶδ’ ὅπως
18. ἐκ τρίτου μέρους ἔγραψε, τῆς ὁλοκλήρως ὑπ’ ἄλλων γεγραμμένης
1. κατὰ τόνδε τὸν τρόπον. ♃ λιθαργύρου δραχ. σ΄. κηροῦ
2. δραχ. ν΄. παλαιοῦ ἐλαίου κο. γ΄. ψιμυθίου δραχ. π΄. τερμινθίνης
3. δραχ. λβ΄. κηρύκων κεκαυμένων δραχ. ι΄. λιβανωτοῦ δραχ. ιθ΄. ὕδατος
4. κυ. ιβ΄. ταῦτα πάντα τὰ νῦν ὑπ’ ἐμοῦ λελεγμένα φάρμακα
5. κατὰ τὸ τρίτον μέρος ἔγραψεν ὁ Ἥρας. ♃ λιθαργύρου
6. δραχ. ξστ΄. ὀβολοὺς δ΄. κηροῦ δραχ. ιστ΄. ὀβολοὺς δ΄. ἐλαίου
7. δὲ παλαιοῦ κοτύλην α΄. καὶ ψιμυθίου μὲν δραχ. κστ΄.
8. καὶ τετρώβολον· τῆς δὲ τερμινθίνης ῥητίνης δραχ. ι΄. καὶ τετρώβολον,
9. κηρύκων κεκαυμένων δραχ. γ΄. καὶ διώβολον καὶ λιβανωτοῦ
10. δραχ. στ΄. καὶ διώβολον, ὕδατος κυάθους δ΄. εἶτ’ ἐφεξῆς
11. τὴν ἕψησιν οὑτωσὶ γράφει. τὴν λιθάργυρον καὶ τὸ ψιμύθιον
12. σὺν τῷ ὕδατι καὶ τῷ ἐλαίῳ τρῖβε, εἶτα ἕψε ἐν καινῇ
13. χύτρᾳ ἐπὶ μαλακοῦ πυρὸς, κινῶν σιδηρᾷ σπάθῃ ἐπιμελῶς,
14. ἵνα μὴ καυθήσῃ. ὅταν δὲ ἡμίεφθος ᾖ, ἐπέμβαλλε κηρὸν, τακέντος
15. δὲ ῥητίνην καὶ λιβανωτὸν, καὶ ἕψε ἕως ἀμόλυντον
16. γένηται ποσῶς, εἶθ’ ὅταν δοκῇ ἐγγὺς εἶναι τοῦ καλῶς ἔχειν,
17. ἐπεμβαλὼν τοὺς κήρυκας, συνέψησον τὸν λοιπὸν χρόνον.
18. ὅταν δὲ τελέως συστραφῇ, κατέρασον εἶς θυείαν, ὕδατος ὀλίγου
1. προϋποκειμένου καὶ μαλάξας χρῶ. τοῦτο τὸ φάρμακον
2. εἰς τὸ διαφορεῖν ἀδήκτως παρεσκεύασται, τό τε ψιμύθιον
3. ὀλίγον ἔχον, ὡς πρὸς τὴν ἀναλογίαν τῆς λιθαργύρου καὶ
4. μετὰ ταύτης ἀπ’ ἀρχῆς ἑψόμενον ἰσχυρῶς τε ξηραῖνον φάρμακον
5. διὰ τοὺς κεκαυμένους κήρυκας. ἡ δ’ αὕτη πώς ἐστι
6. δύναμις καὶ ταῖς πορφύραις καὶ τοῖς ὀστρέοις κεκαυμένοις.
7. εὔδηλον δ’ ὅτι χωρὶς τῶν σαρκῶν καίεται τὰ τῶν ζώων τούτων
8. ὄστρακα. καὶ Ἥρας μὲν ἓν ἔγραψε βιβλίον τῶν δυνάμεων.
9. Ἀσκληπιάδης δὲ ὁ ἐπικληθεὶς φαρμακίων δέκα χωρὶς
10. τῶν θηριακῶν καὶ γυναικείων προσθεὶς καὶ αὐτὸς ἑκάστου
11. φαρμάκου τὴν ἐπαγγελίαν, ἐπὶ πολλῶν δὲ καὶ τὴν ἕψησιν,
12. ἐπ’ ἐνίων δὲ καὶ τὸν τρόπον τῆς χρήσεως. ὁ δὲ Ἀνδρόμαχος
13. πολλὰς ἤθροισε δυνάμεις καὶ σχεδὸν οὐκ ἐλάττους τῶν
14. ἐν τοῖς δέκα τοῦ φαρμακίωνος Ἀσκληπιάδου. τρισὶ δ’ αὐτὰς
15. περιέλαβε βίβλοις· ἑνὶ μὲν ἐν ᾧ τὰ ἔξωθεν ἐπιτιθέμενα
16. φάρμακα γράφει, δευτέρῳ δὲ ἐν ᾧ τὰ εἴσω τοῦ σώματος
17. λαμβανόμενα, καὶ τρίτῳ τῷ κατὰ τοὺς ὀφθαλμούς. μέμψαιτο
18. δ’ ἄν τις, ὡς ἔφην, αὐτῷ μήτε τὰς σκευασίας προσγράφοντι 
1. μήτε τοὺς τρόπους τῶν χρήσεων μήτε τὰς δυνάμεις
2. μήτε τὰς ἐπαγγελίας.

Cliquer un n° de page pour en afficher l’image