3.
4. Ἐπὶ τὸν Ἀσκληπιάδην οὖν ἤδη μεταβὰς παραθήσομαι τὰς
5. ὑπ’ αὐτοῦ γραφείσας ἐμπλάστρους λευκὰς ἐπὶ τῷ
6. τέλει τοῦ τρίτου βιβλίου τῶν ἐκτός. ἐπιγράφει δ’ αὐτὸς αὐτὰ
7. πρώτην Μαρκέλλαν καὶ δευτέραν καὶ τρίτην καὶ τετάρτην
8. καὶ πέμπτην, ὥσπερ τὰ ἄλλα τῶν ἐντὸς πέντε, πρῶτον Μάσωνα
9. καὶ δεύτερον καὶ τρίτον καὶ τέταρτον καὶ πέμπτον.
10. ἐν δὲ τῇ τρίτῃ Μαρκέλλῃ κατὰ τὸ τέλος ἔγραψε λευκὰς
11. ἐμπλάστρους, μίαν μὲν ἧς τὴν ἐπαγγελίαν φησὶν εἶναι πρὸ
12. τὰ πυρίκαυτα καὶ ἀποσύρματα καὶ χρῶτας ἁπαλοὺς, ἣν
13. ἄκεσιν ὀνομάζεσθαί φησιν. ἕψειν δὲ ὁμοῦ τὰ τέτταρά φησι,
14. λιθάργυρον, ψιμύθιον, ἔλαιον, ὕδωρ, ἴσα πάντα καὶ δῆλον
15. ὅτι ψαθυρὸν καὶ ἀλιπὲς γίνεται τὸ φάρμακον τοῦτο, ὡς
16. μηδὲ προσμεῖναι τῷ χρωτὶ δύνασθαι χωρὶς ἐπιδέσεως. εἰ μὴ
17. γὰρ, ὡς προέφην ἔμπροσθεν, ἐπὶ πλέον ἑψηθείη τὰ μεταλλικὰ,
18. τοιαύτην ἀναγκαῖόν ἐστι γίγνεσθαι τὴν ἔμπλαστρον.
1. ἐπὶ πλέον δ’ ἕψεται, πλέονα μοῖραν ἐν τῇ μίξει τῶν ὑγρῶν
2. ἔχοντα. ἑτέραν δ’ ἐφεξῆς τῇδε λευκὴν ἔμπλαστρον ἔγραψεν ὁ
3. Ἀσκληπιάδης, τὴν αὐτὴν μὲν ἐπαγγελίαν ἔχουσαν, οὐ τὴν αὐτὴν
4. δὲ σύνθεσιν. οὔτε γὰρ ἴσον ἐμβάλλει σταθμὸν τῶν μεταλλικῶν,
5. ἀλλὰ τὸ ψιμύθιον ἡμιώλιον τοῦ λιθαργύρου καὶ
6. προσεμβάλλει στέατος μοσχείου, τὴν ὅλην συμμετρίαν ποιήσας
7. τήνδε. ♃ ψιμυθίου δραχ. ρκ΄. λιθαργύρου δραχ. π΄. στέατος
8. μοσχείου δραχ. λ΄. κηροῦ δραχ. κε΄. ἐλαίου κοτύλας β΄. τοῦτο τὸ
9. φάρμακον ὀλίγον ἔχει ἔλαιον, ὡς πρὸς τὴν τῶν μεταλλικῶν
10. ἀναλογίαν, ἐάν τις ὑπόθηται τὴν κοτύλην ἔχειν οὐγγίας θ΄.
11. Ῥωμαϊκὰς τὰς καταγεγραμμένας ἐν τοῖς συνήθεσι κέρασι λιτραίοις.
12. ἐπεὶ δὲ πεπλεόνασται τὸ ψιμύθιον ἐν αὐτῷ καὶ διὰ
13. τοῦτο στυπτικώτερον ἐγίνετο τοῦ προγεγραμμένου, τὸ στέαρ
14. ἔμιξεν ὁ συνθεὶς αὐτό. γινώσκων δὲ τὸ τῶν βοῶν στέαρ
15. θερμότερόν τε καὶ διαφορητικώτερον ὑπάρχειν τοῦ τῶν ὑῶν,
16. ἐφυλάξατο τελείου βοὸς ἐμβάλλειν στέαρ. ἐν ἅπαντι γάρ τοι
17. γένει ζώου τὰ νέα τῶν τελείων ὑγρότερόν τε καὶ ἧττον
18. θερμὸν ἔχει τὸ στέαρ. εἴη ἂν οὖν καὶ ἥδε ἡ σύνθεσις περιεργοτέρα
1. μὲν τῆς ἁπλῆς λευκῆς ἐμπλάστρου τῆς προγεγραμμένης
2. ὑπ’ αὐτοῦ, πλέον οὐδὲν εἰς ὠφέλειαν ἔχουσα. τρίτην
3. δὲ ἄλλην λευκὴν ἔγραψεν ἐπουλωτικὴν, ἐκ ψιμυθίου μὲν ἴσου
4. τῇ λιθαργύρῳ, κηροῦ δὲ τετάρτου μέρους, ἢ κατὰ ταῦτα καὶ
5. τῆς τερμινθίνης αὖ πάλιν ἐξ ἡμίσεος μέρους τοῦ κηροῦ. τὸ
6. δ’ ἔλαιον ὀλίγου δεῖν ἴσον ἐμβέβληται τοῖς μεταλλικοῖς ἀμφοτέροις
7. ὁμοῦ καὶ τούτῳ πάλιν αὐτῷ τὸ ὕδωρ ἴσον. ἐβουλήθη
8. γὰρ ὁ συνθεὶς τὸ φάρμακον τοῦ μὲν ψιμυθίου καὶ
9. τῆς λιθαργύρου βάλλεσθαι δραχ. ρ΄. ἑκατέρου, τοῦ κηροῦ δὲ
10. δραχ. κε΄. καὶ τῆς τερμινθίνης ιβ΄. τοῦ δὲ ἐλαίου καὶ τοῦ ὕδατος
11. ἀνὰ δύο κοτύλας. τῆς οὖν Ἀτταλικῆς ἀναμνησθέντες
12. ἐμπλάστρου, τὰ μεταλλικὰ μὲν ὡσαύτως ἐχούσης τῇδε, καθάπερ
13. καὶ τὸ ἔλαιον ἅμα τῷ ὕδατι. τὸν δὲ κηρὸν διπλάσιον
14. τοῦ κατὰ τήνδε καὶ τὴν τερμινθίνην ὡσαύτως· εἴσεσθε
15. σαφῶς ἥντινα διαφορὰν ἔχει πρὸς ἄλληλα τὰ φάρμακα.
16. προσέκειτο γὰρ ἐκείνοις καὶ λιβανωτὸς καὶ στυπτηρία καὶ
17. πέπερι. καὶ μέντοι καὶ μέμνηται τῆς Ἀτταλικῆς ἐκείνης
18. ἐμπλάστρου καὶ ὁ Ἀσκληπιάδης, οὐκ ὀνομάζων αὐτὴν Ἀτταλικὴν,
19. ἀλλ’ οὐδὲ τὸ πέπερι βάλλων. τὰ δ’ ἄλλα πάνθ’
1. ὡσαύτως ἔγραψε κατὰ λέξιν οὕτως. λευκὴ Μνασαίου λεγομένη,
2. ποιεῖ καὶ πρὸς τὰ χρόνια καὶ δυσαλθῆ. ♃ λιθαργύρου,
3. ψιμυθίου ἀνὰ δραχ. ρ΄. κηροῦ δραχ. η΄. τερμινθίνης, λιβάνου
4. ἀνὰ δραχ. κε΄. στυπτηρίας σχιστῆς δραχ. ιβ΄. ἐλαίου κοτύλας β΄.
5. μὴ νομίσητε δὲ διαφέρειν, ἐὰν εὕρητέ που δραχ. ρ΄. ἀντὶ μιᾶς
6. λίτρας γεγραμμένας, ἀλλ’ ἐκεῖνο σκοπεῖτε, πότερον ὁ γράψας
7. τὰς δραχ. ρ΄. τὸ ἥμισυ τοῦ κηροῦ μίγνυσιν αὐταῖς, εἴτ’
8. ἐκείνου τὸ ἥμισυ τῆς τερμινθίνης, ὡς εἶναι τοῦ μὲν κηροῦ ν΄.
9. τῆς δὲ θερμινθίνης δραχ. κε΄. ἤ τινα ἑτέραν ποιεῖται συμμετρίαν.
10. εἰ μὲν γὰρ τὴν εἰρημένην, οὐδὲν διοίσει τοῦ λέγοντος
11. λίτραν καὶ ἡμίλιτρον καὶ τρεῖς οὐγγίας. ἡ μὲν γὰρ
12. λίτρα δραχ. στ΄. ἔχει πρὸς ταῖς ἐνενήκοντα, τὸ δὲ ἡμίλιτρον
13. ὀκτὼ καὶ μ΄. δηλονότι, καθάπερ καὶ τούτου πάλιν τὸ ἥμισυ,
14. τέτταρας καὶ κ΄. ὥσθ’ ἡ αὐτὴ ἀναλογία σώζεται, μηδὲν
15. μέγα διαφέροντος εἴτε ταῖς δραχ. ρ΄. τῶν μεταλλικῶν εἴτε
16. ταῖς ἐνενήκοντα ἓξ αἱ δύο κοτύλαι τοῦ ἐλαίου μιγνύοιντο.
17. κατὰ τοῦτο μὲν οὖν οὐ διοίσει τὰ φάρμακα λίτρας ὀνομαζομένης
18. ἢ δραχ. ρ΄. ἐκείνῃ δὲ διενήνοχε τὸ ὑπὸ τοῦ Ἀσκληπιάδου
1. γεγραμμένον φάρμακον τῆς Ἀτταλικῆς ἐμπλάστρου,
2. τῷ τὴν Ἀτταλικὴν ἓξ μὲν δραχμὰς τῆς σχιστῆς στυπτηρίας,
3. τρεῖς δὲ τοῦ λευκοῦ πεπέρεως, τὴν δ’ ὑπὸ τοῦ Ἀσκληπιάδου
4. γεγραμμένην τὸ μὲν λευκὸν οὐκ ἔχειν πέπερι, διπλάσιον
5. δὲ τὸν σταθμὸν τῆς σχιστῆς στυπτηρίας. εὔδηλον δ’ ὅτι στυπτικώτερον
6. μέν πως καὶ διὰ τοῦτο ἐπουλωτικώτερον ἔσται
7. τὸ τοῦ Ἀσκληπιάδου φάρμακον, διαφορητικώτερον τὸ Ἀτταλικὸν,
8. ὥσθ’ ὅπερ ἔφην καὶ πρόσθεν· οἱ ζητοῦντες, ὁπότερον
9. αὐτῶν ἐστι βέλτιον, οὐκ ἴσασι χρῆσθαι φαρμάκοις. εἰς
10. μὲν γὰρ τὴν ἐπούλωσιν, τὸ τοῦ Ἀσκληπιάδου βέλτιόν ἐστιν,
11. εἰς δὲ τὴν διαφόρησιν τὸ Ἀτταλικόν. ἑνὶ δὲ λόγῳ
12. μεμνῆσθαι χρὴ τοῦ ὑφ’ Ἱπποκράτους γεγραμμένου κατὰ τὸ
13. περὶ τροφῆς, ὡς ἐν τῷ πρὸς τὶ τό τε φαῦλον καὶ τὸ οὐ
14. φαῦλον λέγεται καὶ δηλονότι τὸ βλαβερόν τε καὶ ὠφέλιμον.
15. ἑτέρῳ γὰρ λόγῳ φαίης ἂν εἶναι τῆσδε τῆς ἐμπλάστρου τὴν
16. Ἀτταλικὴν βελτίονα, τῷ πολυχρηστοτέραν ἐκείνην ὑπάρχειν,
17. ἀμέλει καὶ αὐτὸς Ἀσκληπιάδης, ἐφεξῆς τῇδε τῇ νῦν εἰρημένῃ
18. γράφων αὐτὴν ἐκείνην τὴν διὰ τοῦ λευκοῦ πεπέρεως,
19. οὐκ ὀνομάζει Ἀτταλικὴν, ἀλλὰ Παμφίλειον, ἀγνοῶν, ὡς
1. οἶμαι, τὸν πρῶτον αὐτὴν εὑρόντα, προσθεὶς δὲ τοὔνομα τοῦ
2. χρωμένου τε καὶ δόντος αὐτῷ. τὴν δ’ οὖν ἐπαγγελίαν αὐτῆς
3. κατὰ λέξιν οὕτως ἔγραψεν. ἄλλη, Παμφίλειον λεγομένη,
4. φάρμακον ἐπιτετευγμένον. ποιεῖ πρὸς τὰ παλαιὰ καὶ δυσαλθῆ,
5. ἄνθρακας, ἐπινυκτίδας, ἀχῶρας, ψωρώδεις διαθέσεις,
6. κόλπους παρακολλᾷ, ποιεῖ πρὸς ἀποστήματα, κονδυλώματα
7. καὶ σχεδὸν πολυχρηστότερόν ἐστι τὸ φάρμακον. συγκεῖσθαι
8. δ’ αὐτό φησιν ἐκ ψιμυθίου μὲν καὶ λιθαργύρου καὶ κηροῦ
9. καὶ τερμινθίνης καὶ τῶν δύο κοτυλῶν τοῦ ἐλαίου κατὰ τὰ
10. αὐτὰ τῷ Ἥρᾳ, καὶ πρὸς τούτοις ἔτι τῆς σχιστῆς στυπτηρίας
11. καὶ τοῦ λευκοῦ πεπέρεως, ὕδατος δὲ οὐ μέμνηται κατὰ
12. τὴν σκευασίαν, ἀλλ’ οὐδέ τι τοῦ λιβανωτοῦ. τινὲς δ’ οὐ
13. πέντε καὶ εἴκοσι βάλλουσιν, ἀλλὰ τὸ ἥμισυ, καὶ μέντοι γε
14. καὶ περὶ τοῦ ὕδατος· γράψας γὰρ ἐλαίου παλαιοῦ κοτύλας
15. δύο βάλλεσθαι μετὰ ταῦτα προσέγραψεν ὕδατος κοτύλας
16. δύο ἢ κοτύλην μίαν. ἐγὼ δὲ καὶ χωρὶς ὕδατος ἐσκεύασα τὸ
17. φάρμακον πάνυ πολλάκις καὶ βέλτιον εἰς πάντα τἄλλα γιγνόμενον
18. φαίνεται, πλὴν ἐπὶ τῶν ἁπαλοχρώτων· ἄμεινον γὰρ
19. ἐπὶ τούτων ἐστὶ τὸ προσειληφὸς ὕδωρ καὶ μάλισθ’, ὅταν
1. ὑποφλεγμαίνῃ τὰ ἕλκη. διαγράφει δὲ σὺν ταῖς εἰρημέναις
2. λευκαῖς ἐμπλάστροις καὶ ἄλλην ὁ Ἀσκληπιάδης, ἐπαγγελλομένην
3. θεραπεύειν λυσσοδήκτους, ὥσπερ καὶ ἡ παρὰ τῷ Ἥρᾳ
4. γεγραμμένη τὴν ἐπαγγελίαν εἶχε. προσλαμβάνει δὲ καὶ αὕτη
5. παρὰ τὴν ἁπλῆν λευκὴν, τὴν ἐκ λιθαργύρου καὶ ψιμυθίου
6. καὶ λιβανωτοῦ καὶ κηροῦ συγκειμένην, ἔτι ἔξωθεν μυελὸν
7. ἐλάφειον καὶ σμύρναν. ἐμβάλλει δ’ εἰς αὐτὴν λιθαργύρου
8. μὲν δραχ. μ΄, ψιμυθίου δὲ δραχ. λ΄. λιβανωτοῦ δραχ. ι΄. καὶ τὰς ἴσας
9. τῆς σμύρνης, ἐλαφείου δὲ μυελοῦ δυοῖν δεούσας τῶν δέκα
10. καὶ κηροῦ λευκοῦ δραχ. ν΄. καὶ τοῦ παλαιοῦ ἐλαίου ξε. α΄. πρώτην
11. δὲ τούτων ἁπασῶν ὧν εἶπεν ἔγραψεν ὁ Ἀσκληπιάδης
12. ἣν ὀνομάζει Ῥοδιακὴν, ὡς διαφορητικὴν καὶ τὰς ἐπὶ τῶν
13. μαστῶν σκληρίας θεραπεύουσαν ἐκ τῶνδε συγκειμένην,
14. λιθαργύρου καὶ κηροῦ Ποντικοῦ κελεύει βάλλειν ἀνὰ λίτραν
15. α΄. ψιμυθίου δὲ καὶ στέατος ὑείου κατειργασμένου τὸ τῆς
16. λίτρας ἥμισυ, τουτέστιν οὐγγίας ἓξ ἑκατέρου καὶ σμύρνης
17. μὲν οὐγγίας δ΄. ὀπτῶν δὲ ὠῶν λεκίθους β΄. καὶ κοτύλην α΄.
18. καὶ ἡμίσειαν ἐλαίου. ταύτην φησὶ καὶ ἑδρικὴν ἀγαθὴν εἶναι,
1. μὴ προγράψας διὰ τίνος βούλεται τήκεσθαι τό φάρμακον,
2. ἀλλ’ ἡμῖν ἐπιτρέψας ἴσως στοχάζεσθαι ποτὲ μὲν διὰ ῥοδίνου,
3. ποτὲ δὲ διὰ μυρσίνης, ποτὲ δὲ διά τινος τῶν ἐλαίων
4. χρὴ τήκειν αὐτό.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 1.17, ed. Kühn, 1827, vol. 13, p. 442-449. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:1.17
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩