5. Τίνα τῶν ἑλκῶν ὀνομάζω
7. δυσεπούλωτα καὶ τίνα κακοήθη διελέσθαι καιρὸς οὐκ
8. εἰς τὰ παρόντα μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα λέγεσθαι, χρησίμου
9. τοῦ διορισμοῦ γενησομένου. τὰ μὲν οὖν ἐξ ἐπιῤῥοῆς
10. ὑγρῶν ἤτοι πολλῶν ἢ δριμέων, ἄνευ τοῦ διάθεσιν ἤδη τοιαύτην
11. ἐσχηκέναι τὸν πεπονθότα τόπον, ὡς κᾂν ᾖ χρηστὸν
12. τὸ ἐπιῤῥέον, ὅμως διαφθείρειν αὐτὸ, δυσεπούλωτα καλῶ· τὰ
13. δ’ ἤδη τὴν εἰρημένην ἔχοντα διάθεσιν ἐξαιρέτως ὀνομάζω
14. κακοήθη. νῦν οὖν ἐπειδή τινας τῶν λευκῶν ἐμπλάστρων, ὡς
15. καλῶς ἐπουλώσας τὰ δυσεπούλωτα, γεγράφασιν οἱ πρὸ ἐμοῦ,
16. διὰ τοῦτο κᾀγὼ γράφω λευκὰς ἐμπλάστρους, ἃς συνέθηκα
17. πρός τε τὰ δυσεπούλωτα πάντα καί τινα τῶν κακοήθων,
1. ὅσα μὴ πονηρὰν πάνυ ἔχει τὴν κατασκευὴν, ἐπ’ ἐκείνων γὰρ
2. αὖθις εἰρήσεται τὰ πρόσφορα φάρμακα. πρῶτον κᾀνταῦθα
3. τὴν μέθοδον ἐρῶ, καθ’ ἣν μαθήσετε πολλὰς τοιαύτας ἐμπλάστρους
4. συντιθέναι. διττὸς δ’ αὐτῆς ὁ σκοπὸς, ὁ μέν τις κοινὸς
5. ἁπάντων τῶν κατὰ μέθοδον συντιθεμένων φαρμάκων,
6. ὁ δέ τις ἴδιος, ὁ πρὸς τὴν χρόαν τούτων διαφέρων. ὅσα τοίνυν
7. ἐγνώκατε κατὰ τὴν περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείαν,
8. ἀδήκτως μὲν ἰσχυρῶς δὲ πάνυ ξηραίνοντα, ταῦτα ἀναμνήσθητε.
9. πάντως δ’ εἶναι προσῆκεν αὐτὰ πρὸς τῷ μὴ δάκνειν
10. ἢ στύφειν σαφῶς, ἔτι καὶ ῥύπτειν δύνασθαι. καὶ γὰρ
11. καὶ κοῖλα φαίνεται τὰ πλεῖστα τῶν τοιούτων ἑλκῶν, ὡς ἐξ
12. ἀναβρώσεως ὑγρῶν κακοήθων γενόμενα καὶ διὰ τοῦτο σαρκωθῆναι
13. δεόμενα. δέδεικται δ’ ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς
14. μεθόδου τὰ σαρκοῦντα φάρμακα πάντα ῥυπτικὴν ἔχοντα
15. δύναμιν. πολλὰ μὲν οὖν καὶ ἄλλα φάρμακα ξηρὰν δύναμιν
16. ἔχει τοιούτων ἑλκῶν θεραπευτικήν. ἀλλὰ νῦν ἡμεῖς ἀναμνησθῶμεν
17. τῶν ἤτοι φυλάξαι τὴν λευκότητα τῆς συντεθειμένης
1. ἐμπλάστρου δυναμένων ἢ μὴ πολύ γε βλάψαι. τοιαῦτα δ’
2. ἐστὶ καδμεία καὶ πομφόλυξ καὶ τίτανος, ὄστρεά τε κεκαυμένα
3. καὶ πορφύραι καὶ κήρυκες καὶ τὸ τῆς σηπίας ὀστῶδες.
4. οὐ πολὺ δ’ ἂν λυμαίνοιτο τῇ χρόᾳ καὶ ἡ τοῦ χαλκοῦ λεπὶς
5. καὶ τῆς κεκαυμένης χαλκίτεως τὸ μὴ πυῤῥὸν, ἀλλὰ τεφρῶδες
6. ἢ ὑπόλευκον. ὅπως δὲ χρὴ τὸ τοιοῦτο παρασκευάζειν, αὖθις
7. εἰρήσεται κατὰ τὸν τῆς θηριακῆς ἀντιδότου λόγον. ἕκαστον
8. δὲ τῶν εἰρημένων εἰ πλυθείη, παντάπασιν ἄδηκτον γίνεται,
9. καθάπερ καὶ ὁ κηρὸς, ὃν χρὴ μῖξαι σκευαζομένῳ τῷ φαρμάκῳ,
10. καὶ ἡ ῥητίνη. λέλεκται δ’ ὅτι κηρὸς μὲν ὁ Τυῤῥηνικὸς
11. ἢ ὁ Ποντικὸς ὀνομαζόμενος ἐπιτήδειός ἐστιν εἰς τὴν
12. τῆς λευκῆς ἐμπλάστρου κατασκευήν. αἱ ῥητίναι δὲ, ἥ τε λάριξ
13. ὀνομαζομένη καὶ ἡ τερμινθίνη, πρὸς τὰ κακοηθέστερα τῶν
14. ἑλκῶν λυσιτελεστέρα. καὶ λιβανωτοῦ δὲ ἐμβάλλειν τι προσήκει
15. μέρος ἕνεκα τοῦ πέττεσθαι καὶ διαπυΐσκεσθαι τὴν διάθεσιν
16. τῶν κακοήθων ἑλκῶν. οὐ μόνον δὲ πλύνειν χρὴ τῶν
17. εἰρημένων φαρμάκων ἕκαστον, ἀλλὰ τά γε μεταλλικὰ
18. καὶ λειοῦν ἐπὶ πλεῖστον ἐν ἡλιουμένῳ χωρίῳ μεθ’ ὕδατος
1. ἢ ὄξους ἢ θαλάττης ἢ οἴνου. καθαρὸν δὲ καὶ λευκὸν καὶ
2. διαφανὲς ἀκριβῶς ἕκαστον τούτων ἔστω, χάριν τοῦ συντελέσαι
3. τι τῇ λευκότητι τοῦ φαρμάκου. καὶ περὶ τοῦ ψιμυθίου
4. δὲ πρόσθεν εἴρηται καὶ τοῦ ἐλαίου καὶ τοῦ τρόπου τῆς ἑψήσεως
5. καὶ τοῦ περιέχοντος ἀέρος καὶ τοῦ πυρὸς, ὅπως ἂν
6. ἕκαστον αὐτῶν συντελοῖ τι τῇ λευκότητι. καθάπερ δὲ ἐπὶ
7. τῶν ἄλλων, οὕτως κᾀπὶ τούτων εἰδότα χρὴ τὰς δυνάμεις
8. ὕδατός τε καὶ ὄξους καὶ θαλάττης οἴνου τε τοῦ λευκοτάτου
9. μιγνύειν ἐν τῇ συνθέσει τὸ χρησιμώτατον εἰς τὴν θεραπευομένην
10. διάθεσιν. ἐπὶ μὲν γὰρ τῶν ὀχθωδῶν ἑλκῶν
11. καὶ τὰ χείλη παχέα καὶ σκληρὰ καὶ πολλῆς δεόμενα λεπτύνσεως
12. ἐχόντων τὰ δι’ ὄξους καὶ θαλάττης λελειωμένα χρησιμώτερα
13. τῶν δι’ ὕδατος· ἐφ’ ὧν δὲ δριμὺ καὶ δακνῶδές
14. ἐστι τὸ φερόμενον ἐν τοῖς ἕλκεσιν ὑγρὸν, ἐν ὕδατι χρὴ λελειῶσθαι
15. μᾶλλον ἕκαστον τῶν μεταλλικῶν, ὥσπερ γε πάλιν
16. ἐν οἴνῳ μᾶλλον ἐφ’ ὧν πολὺ φαίνεται τὸ ἐπιῤῥέον
17. ὑγρὸν τοῖς ἕλκεσι. τούτων οὖν ἕκαστον ὧν εἶπον ἐν ἑκάστῳ
18. τῶν εἰρημένων ὑγρῶν λελειωμένων ἡμέραις πλείοσιν, ἐμβαλὼν
1. ἑκάστοτε τῶν διὰ ψιμυθίου τε καὶ λιθαργύρου φαρμάκων,
2. πάντων αὐτῶν ἐπειράθην ἐπουλώντων κάλλιστα. τινὰς
3. δὲ γραφὰς καὶ φίλοις ἔδωκα, δεομένοις τοιούτων φαρμάκων,
4. ὑφ’ ὧν καὶ αὐτῶν εἰς πεῖραν ἀχθέντα τὴν ἐπαγγελίαν ἐφαίνετο
5. διασώζοντα. προεψημένης οὖν, ὡς εἵρηται, τῆς λιθαργύρου
6. μετὰ τοῦ ψιμυθίου καὶ πλησίον ἀμολύντου συστάσεως
7. ἥκοντος τοῦ φαρμάκου, προσβάλλειν χρὴ τῆς λάρικος ἢ τῆς
8. τερμινθίνης ῥητίνης μετὰ τοῦ λευκοῦ κηροῦ καὶ τούτων καλῶς
9. ἑνωθέντων ἐπεμβάλλειν τὰ μεταλλικὰ, τοιάνδε συμμετρίαν
10. ἔχοντα. τῆς μὲν λιθαργύρου καὶ τοῦ ψιμυθίου κατὰ
11. τὸ σύνηθες ἑκατέρου λίτρα μετὰ δυοῖν ἐλαίου λιτρῶν ἑψέσθω,
12. πολλάκις δὲ καὶ ὕδατος ἡμίλιτρον ἐπεμβάλλων. τήκεται
13. γὰρ οὕτως ἡ λιθάργυρος θᾶττον, ἥ θ’ ἕψησις ἀναλίσκει
14. τὸ ὕδωρ, ὡς μηδὲν σαφῶς εἰς ὑγρότητα συντελεῖν τῷ φαρμάκῳ.
15. ῥητίνης δὲ τρεῖς οὐγγίαι καὶ κηροῦ διπλάσιαι τούτων
16. αὐτάρκεις εἰσίν. οὐ μὴν ἀλλὰ κᾂν δύο μὲν τῆς ῥητίνης
17. ἐμβάλλητέ ποτε, τέτταρας δὲ τοῦ κηροῦ, καὶ οὕτως οὐδὲν
18. μέγα διαφερούσας εὑρήσετε τὰς συνθέσεις. ἱκανὴ δὲ καὶ λιβανωτοῦ
1. μία καὶ ἡμίσεια οὐγγία μετὰ τὸν κηρὸν καὶ τὴν
2. ῥητίνην ἐμβαλλόμεναι. καὶ μετὰ ταῦτα οὐγγίαι τρεῖς τῶν
3. ἄλλων, ἅπερ εἰσὶ δραχ. δ΄. πρὸς ταῖς εἴκοσιν. ἐμβαλεῖς δὲ δυοῖν
4. καὶ τριῶν καὶ πλεόνων καὶ πάντων ὧν εἶπον, ὧν ἂν ἑκάστου
5. τύχῃς εὐπορῶν. οἷον εἰ πάντ’ ἔχεις, ἴσον ἐμβαλεῖς ἑκάστου,
6. τῆς καδμείας λέγω καὶ πομφόλυγος, καὶ τῶν κεκαυμένων
7. κηρύκων ἢ ὀστρέων καὶ τῆς τοῦ χαλκοῦ λεπίδος. ἔσονται
8. δ’ ἑκάστου ἀνὰ δραχ. στ΄. ἡ συμπλήρωσις τῶν τριῶν οὐγγιῶν.
9. εἰ δὲ καὶ τιτάνου πεπλυμένης μιγνύεις, ἑκάστου δραχ. ε΄.
10. βληθήσονται. εἰ δὲ καὶ τῆς κεκαυμένης χαλκίτεως, ἑκάστου
11. δραχ. δ΄., ὡς ἁπάντων τῶν ἓξ συνελθόντων συμπληροῦσθαι
12. τὰς τρεῖς οὐγγίας. ἔστω δὲ ἡ κεκαυμένη χαλκῖτις πεπλυμένη
13. καὶ δηλονότι τεφρώδης τὴν χροιὰν, οὐχ οἵαν οἱ πολλοὶ τῶν
14. καιόντων ποιοῦσιν αὐτὴν, ὠχρόξανθον, ὡς ἂν εἴποι τις. καὶ
15. εἰ δύο δέ τινα τούτων ἔχοι τις μόνα, τρεῖς οὐγγίας ἐξ ἀμφοῖν
16. ἐμβαλλέτω, τουτέστιν ἑκατέρου μίαν καὶ ἡμίσειαν. ταῦτα
17. ἀρκεῖ κατὰ τὸ παρὸν ὑμῖν εἰς ἐμπλάστρων λευκῶν σύστασιν
18. ἐπίστασθαι πρὸς ἕλκη δυσεπούλωτα. καὶ κηρωταὶ δὲ λευκαὶ
1. καὶ πάρυγροι διὰ τῶν αὐτῶν σκευάζονται, διαφέρουσαι τῶν
2. ἐμπλάστρων τῷ μήθ’ ἑψῆσθαι τὴν λιθάργυρον καὶ τὸ ψιμύθιον,
3. ἐμβεβλῆσθαι δὲ στέαρ ἤτοι χηνὸς ἢ ἀλεκτορίδος ἢ
4. ὑὸς ἢ μόσχειον. εἰ δ’ οἴνου πότ’ εὐποροίης ἢ ὄξους, λευκοτάτων
5. τε καὶ διαυγεστάτων ἐμβαλεῖς αὐτῶν ἀντὶ ὕδατος.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 1.18, ed. Kühn, 1827, vol. 13, p. 449-455. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:1.18
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩