6.
7. Ἐπεὶ δὲ αἱ διὰ μέτρων ἐγγεγραμμέναι δυνάμεις φαρμάκων
8. εὐμνημόνευτοί εἰσι καὶ διαφυλάττουσαι ἀκριβῆ τὴν
9. συμμετρίαν αὐτῶν, ἔδοξέ μοι κάλλιον καὶ τούτων μνημονεύειν.
10. γεγραφότος οὖν Δαμοκράτους λευκὰς ἄλλας ἐμπλάστρους
11. καὶ μέντοι καὶ λευκὴν, ἣν ἐπαινεῖ, παραθήσομαι τὴν
12. γραφὴν αὐτοῖς τοῖς ὑπ’ ἐκείνου γεγραμμένοις στίχοις, τῷ
13. τριμέτρῳ καλουμένῳ μέτρῳ.
14. Δεῖ δὲ μετὰ τούτων τοὺς φιλιάτρους ἔχειν
15. Λευκὴν καλὴν ἔμπλαστρον εἰς ἀποσύρματα,
16. Καὶ τὰ πυρίκαυτα καὶ τὰ χωρὶς αἰτίας
17. Ἔξ ἐπιπολῆς γινόμενα φανερᾶς ἕλκεα.
18. Σκευάζεται δ’ οὕτως. ψιμυθίου λίτραν
1. Λιθαργύρου τε τῆς τρυφερᾶς μάλιστα νῦν
2. Λίτραν μίαν τε καὶ μέρος λίτρας τρίτον,
3. Κηροῦ τε καθαροῦ Ποντικοῦ πέντ’ οὐγγίας,
4. Τερμινθίνης τ’ οὐγγίαν τῆς καθαρωτάτης,
5. Λιβάνου δὲ μάννης ἢ λιβάνου πέντ’ οὐγγίας.
6. Λευκοῦ δ’ ἐλαίου τοῦ καλοῦ καὶ προσφάτου
7. Δύ’ ἥμισυ λίτρας καὶ ὕδατος ξέστην α΄.
8. Ἕψε δὲ ἔλαιον, ψιμύθιον, λιθάργυρον,
9. Ὕδωρ πυρὶ κούφω, τῇ σπάθῃ κινῶν ἀεί.
10. Ὅταν δὲ πᾶν μὲν ἐκφρυγῇ, καλῶς θ’ ὕδωρ,
11. Τὸ δὲ φάρμακον λεῖόν τε καὶ λευκὸν βλέποις,
12. Μαλακὸν, ἀμόλυντον, τότε βάλλεις τερμινθίνην,
13. Ἔπειτα κηρὸν, εἶτα λίβανον ὕστερον.
14. Ἄρας τε κίνει τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
15. Ὑποψυχέν τε συμμέτρως τὸ φάρμακον
16. Εἰς τὴν θυείαν καταχέας ἀναλάμβανε.
17. Ἐπί τε γυναικῶν ἢ τρυφερῶν τῶν παιδίων
18. Ἐπί τε γερόντων ἢ τῶν καχεκτούντων νέων.
1. Ταύτῃ κατάμισγε τῆς στυπτηρίας τρίτον
2. Ἣν προαποδεδώκαμεν ἔμπλαστρον ἔμπροσθεν βραχὺ,
3. Καὶ χρῶ πρὸς ἅπαντα καὶ νεότρωτα τραύματα.
4. Κατάμισγε δ’ αὐτῇ ῥόδινον τετηγμένῃ
5. Καὶ κηρὸν ὀλίγον, καὶ λιπαρὰν ἕξεις καλὴν
6. Οἶνον παραχέας λευκὸν αὐστηρὸν βραχύ.
7. Τῆς στυπτηρίας, ἧς ἐμνημόνευσεν, ἡ σύνθεσις ἐν τῷ
8. πέμπτῳ τῆσδε τῆς πραγματείας.