Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 1.3, ed. Kühn, 1827, vol. 13, p. 371-374. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:1.3

8. Εἰ
9. διὰ τῶν ἁπλῶν φαρμάκων μόνον ἦν δυνατὸν ἁπάσας ἰάσασθαι
10. τὰς παρὰ φύσιν διαθέσεις, οὐκ ἂν ἐδεήθημεν οὐδέποτε
11. συνθέτου φαρμάκου, νυνὶ δὲ οὐχ οὕτως ἔχει. πολλάκις γὰρ
12. ἄχρι τοσοῦδέ τινος ἐκθερμανθῆναι τὸ σῶμα βουλόμενοι τῶν
13. ἁπλῶν οὐδὲν ἔχομεν τοιοῦτον. ἀνάλογον γὰρ εἶναι χρὴ τῇ
14. θεραπευομένῃ διαθέσει τὸ θεραπεῦον φάρμακον. ἐὰν οὖν ἡ
15. διάθεσις ᾖ ψυχρὰ, τέτταρσιν ἀριθμοῖς ἀφεστῶσα τῆς κατὰ
16. φύσιν, ὅτι μὲν εἶναι χρὴ τὸ θεραπεῦσον αὐτὴν φάρμακον,
17. ἴσῃ ποσότητι θερμότερον τοῦ συμμέτρου πρόδηλον παντί. 
1. μὴ παρόντος δ’ ἐνίοτε μηδενὸς τοιούτου τῶν ἁπλῶν
2. ἂν εὐπορῶμεν δυοῖν, ὧν τὸ μὲν ἀριθμοῖς πέντε, τὸ δὲ τρισὶ
3. θερμότερον, μίξαντες αὐτὰ τὸ μέσον ἐργασόμεθα, τέτρασιν
4. ἀριθμοῖς ὑπερέχον τοῦ συμμέτρου. τινὰ δὲ τῶν ἁπλῶν οὐδ’
5. εἰς χρῆσιν ἀχθῆναι δύναται χωρὶς ἑτέρας μίξεως, οἷον ὅταν
6. ἐμπλαστὸν φάρμακον ἐπιτιθέναι τινὶ βουλώμεθα. τῶν γὰρ
7. ἁπλῶν οὐδὲν ἐπιτήδειον εἰς τὴν τοιαύτην χρείαν. οὔτ’ οὖν
8. ἄσφαλτος οὔτε κηρὸς οὔτε ῥητίνη, καθάπερ οὐδὲ πίσσα
9. πρόπολίς τε καὶ λάδανον, ἔτι δὲ μᾶλλον ἰὸς καὶ ψιμύθιον
10. ἢ λιθάργυρος ἢ μολύβδαινα ἢ τῶν ἄλλων τι μεταλλικῶν
11. φαρμάκων. ὡσαύτως οὐδὲ βοτάναι μόναι φάρμακον
12. ἐμπλαστὸν δύνανται ποιεῖν. εἰκότως οὖν ἐπενόησαν οἱ πρώτως
13. συνθέντες ἐμπλαστὰ φάρμακα καὶ δι’ ἐλαίου μίξεως
14. ἕψειν μὲν τὰ μεταλλικὰ, τήκειν δὲ τὰ τηκτὰ, προσεμβάλλειν
15. δ’ αὐτοῖς καὶ βοτάνας ξηρὰς, κεκομμένας τε καὶ διηθημένας.
16. ἐφ’ ἑτέρων πάλιν διαθέσεων, χρεία ἑνὸς φαρμάκου μόνου
17. τῶν αὐτοφυῶν ἐστιν, ἐπιμίγνυμεν δ’ αὐτῷ τινὰ, ποτὲ μὲν
1. ἀμβλῦναι τὸ σφοδρὸν τῆς δυνάμεως αὐτοῦ βουλευόμενοι,
2. ποτὲ δὲ τὴν ἀηδίαν παραμυθήσασθαι, καθάπερ Ἱπποκράτης
3. ἐν τῷ περὶ διαίτης ὀξέων ἔφη κατὰ τήνδε τὴν ῥῆσιν· ἢν δ’
4. ὑπὸ φρένας ᾖ τὸ ἄλγημα, ἐς δὲ τὴν κληῗδα μὴ σημήνῃ, μαλθάσσειν
5. χρὴ τὴν κοιλίην ἢ μέλανι ἐλλεβόρῳ ἢ πεπλίῳ,
6. μέλανι μὲν δαῦκον ἢ σέσελι ἢ κύμινον ἢ ἄνισον ἢ ἄλλο τι
7. τῶν εὐωδέων μίσγοντα, πεπλίῳ δὲ ὀπὸν σιλφίου. ἐν ταύτῃ
8. τῇ ῥήσει σαφῶς ὁ Ἱπποκράτης ἐνεδείξατο χρείαν μὲν εἶναι
9. τοῦ καθαίροντος φαρμάκου, τὴν δ’ ἀηδίαν αὐτοῦ κατὰ τὴν
10. πόσιν καὶ τὴν ἐν τῇ κοιλίᾳ μόνην ἡδύσματος δεῖσθαι. πολλὰ
11. γάρ τοι τῶν πινομένων φαρμάκων ἐπὶ τοσοῦτον ἀηδῆ τοῖς
12. προσφερομένοις ἐστὶν, ὡς ἀνατρέπεσθαι τὸν στόμαχον, ἐμεῖσθαί
13. τε παραχρῆμα, τινὰ δὲ κᾂν ἐπ’ ὀλίγον ἐν τῇ γαστρὶ
14. μεῖναι δυνηθῇ, μετὰ ταῦτα γοῦν ἐμεῖσθαι μοχθηρὰς ἐρυγὰς
15. κινήσαντα. καθάπερ δὲ τῶν καθαιρόντων οἷον ἡδύσματά
16. ἐστι τὰ τοιαῦτα τῶν φαρμάκων, ὧν Ἱπποκράτης ἐμνημόνευσεν,
17. οὕτως τῶν ἀνωδύνων ὀνομαζομένων, ἕτερα τῆς σφοδρότητος
18. ὑπάρχει πραϋντικὰ, καθάπερ ὅταν ὀπὸν μήκωνος
1. ἢ ὑοσκυάμου σπέρμα παραδιδόαμεν ἢ μανδραγόρου ῥίζης
2. φλοιὸν, ὥστε καὶ αὕτη χρεία συνθέσεως φαρμάκων ἐστί.
3. μεγίστη δ’ ἐπὶ τῶν ἐναντίων δυνάμεων ἅμα χρῃζόντων παθῶν,
4. οἷον ἀποκρουστικῶν τε καὶ διαφορητικῶν ἢ ῥυπτικῶν
5. τε καὶ λεαντικῶν, ἢ παχυνόντων τε ἅμα καὶ λεπτυνόντων
6. χυμοὺς, καθά τε πολυχρηστότατα καὶ κάλλιστα φάρμακα
7. τὰς ἐναντίας ἐν αὐτοῖς ἔχει δυνάμεις, ὡς ἐπιδείξομεν. ἀλλὰ
8. καὶ ἥδε ἡ χρεία συνθέσεως φαρμάκων ἐστὶν, ὅταν ἕν τι
9. φάρμακον ἔχειν βουλώμεθα πρὸς πολλὰ τῶν ἰοβόλων θηρίων
10. ἢ θανασίμων φαρμάκων ἐπιτήδειον, ἥτις χρεία καὶ τὴν
11. θηριακὴν ὀνομαζομένην ἀντίδοτον ἐσκεύασε καὶ πρὸς αὐτῇ
12. τὴν Μιθριδάτειον ἑτέρας τε πολλάς. εἰσὶ δὲ καὶ ἄλλαι τινὲς
13. χρεῖαι, μικρότεραι μὲν τῶν εἰρημένων, ὅμως δ’ οὖν ἀναγκάζουσαι
14. πολλάκις ἡμᾶς ἐπὶ τὴν σύνθεσιν ἀφικνεῖσθαι τῶν
15. φαρμάκων, ἃς ἐν τῇδε τῇ πραγματείᾳ πάσας μαθήσεσθε.
16. νυνὶ γὰρ ἤδη τῶν προκειμένων ἄρξομαι, πρώτου μνημονεύσας
17. ἐμπλαστοῦ φαρμάκου πολυχρηστοτάτου συντεθέντος ὑπ’
18. ἐμοῦ.

Cliquer un n° de page pour en afficher l’image