1.
2. Τίνι λόγῳ συνέθηκα τὴν διὰ χαλκίτεως ἔμπλαστρον,
3. ἣν φοινικίνην ὀνομάζω, κολλητικήν τε καὶ συνουλωτικὴν
4. ἑλκῶν καὶ φλεγμονῶν θεραπευτικὴν, ἐπειδὰν τακεῖσα σύστασιν
5. ὑγρᾶς ἔχῃ κηρωτῆς, τοὺς μὲν ἐμπειρικοὺς ἐάσαντες ὁμολογεῖν
6. τὴν ἑαυτῶν ἀμαθίαν, ἀποστάντες δὲ καὶ τῶν περὶ
7. τὸν Θεσσαλὸν, ἀγνοούντων τὰ κάλλιστα τῶν ἡυρημένων τοῖς
8. ἰατροῖς φαρμάκων, ἐξ ἐναντίων δυνάμεων συγκείμενα, τὸν
9. λογισμὸν ἀσκεῖτε πρὸς τὸ δύνασθαι συντιθέναι φάρμακα
10. ταῖς αὐταῖς ἐμοὶ χρώμενοι μεθόδοις, ἵν’ ἔργῳ καὶ αὐτοὶ
11. πεισθῆτε καὶ τὰ τοῖς ἔμπροσθεν ἡυρημένα λογισμῷ συντίθεσθαι
12. πάντα, ληρώδους τῆς τῶν ἐμπειρικῶν περιπτώσεως
13. οὔσης. λεκτέον οὖν ἤδη τὸν λόγον τῆς τοῦ προκειμένου
14. φαρμάκου συνθέσεως. διαφορητικὴν μὲν ἔχει δύναμιν
15. ἔλαιόν τε παλαιὸν καὶ στέαρ, ἀποκρουστικὴν δὲ καὶ
16. στυπτικὴν ἥ τε χαλκῖτις καὶ ὁ τοῦ φοίνικος χυλός. ἐκ τούτων
17. οὖν ἐγὼ συνέθηκα φάρμακον, ᾧ πάνυ πολλοὺς ἤδη χρωμένους
1. ἴστε διὰ τὸ τῶν ὁμοειδῶν ἁπάντων ἄμεινον κεκρίσθαι,
2. δι’ αὐτῶν τῶν ἔργων βασανισθέν. ὁ μὲν γὰρ λόγος
3. εὑρίσκει τὴν σύνθεσιν, ἡ δὲ πεῖρα κρίνει τὴν τῶν εὑρεθέντων
4. ἀρετὴν, ὥστε καὶ τοῖς ἀπείροις λογικῶν μεθόδων πιστεύεσθαι
5. τὰ τεχνικῶς συντεθέντα. προσέμιξα δὲ τοῖς εἰρημένοις
6. ἄρτι φαρμάκοις λιθάργυρον οὐδέν τι μέγα συντελέσαι
7. δυναμένην οὔτε τοῖς ἀναστέλλουσι τὸ ἐπιῤῥέον οὔτε
8. τοῖς διαφοροῦσι τὸ ἐστηριγμένον ἤδη κατὰ τὰ φλεγμαίνοντα
9. μόρια· ξηραντικῆς γάρ ἐστι δυνάμεως οὐ μὴν ἰσχυρᾶς, ἀλλ’
10. ὡς ἐπιτήδειον φάρμακον αὐτὴν εἰς ἐμπλαστοῦ σύνθεσιν
11. ἔμιξα, σὺν γὰρ τοῖς εἰρημένοις ἕψηται μέχρι συστάσεως
12. ἀμολύντου. χρὴ δὲ τὸ στέαρ ἄναλόν τε καὶ ὡς ἔνι μάλιστα
13. παλαιότατον εἶναι, τό τε ἔλαιον ὁμοίως παλαιόν. ἐμάθετε
14. γάρ πως παραπλησίας μὲν εἶναι ἀλλήλοις δυνάμεως τό τε
15. ἔλαιον καὶ τὸ στέαρ τῶν ὑῶν, μαλακτικώτερον βραχὺ καὶ
16. θερμότερον ὂν τῇ δυνάμει τὸ στέαρ. ἐμάθετε δὲ καὶ ὡς παλαιούμενα
17. λεπτομερέστερά τε καὶ διαφορητικώτερα γίγνεται
18. καὶ διὰ τοῦτο ταῖς μὲν ὀδυνηραῖς φλεγμοναῖς παρηγορικώτερα
1. τὰ νέα, ταῖς δὲ μὴ τοιαύταις ὠφελιμώτερα τὰ παλαιά.
2. καὶ ὅσῳ γ’ ἂν ᾖ χρονιωτέρα τε καὶ δύσλυτος ἡ φλεγμονὴ,
3. τοσούτῳ τὰ παλαιὰ χρησιμώτερα καὶ μόνα θεραπεύειν ἱκανὰ
4. μηδενὸς ἐπιῤῥέοντος ἔτι τῷ πεπονθότι μορίῳ. εἰ δ’ ἐπιῤῥέοι
5. τι, μικτὴν εἶναι χρὴ καὶ τοῦ φαρμάκου τὴν δύναμιν, οἵαπερ
6. ἐστὶ τοῦ συντεθέντος ὑπ’ ἐμοῦ. διὰ τοῦτο γοῦν ἔμιξα τοῖς
7. διαφοροῦσι τὴν χαλκῖτιν καὶ τὸν φοίνικα, παντάπασιν ὀλίγας
8. φλεγμονὰς εἰδὼς χρονιζούσας, ἐφ’ ὧν οὐδὲν ἐπιῤῥεῖ. διὰ
9. γὰρ τοὺς ἐπιῤῥέοντας αὐτοῖς χυμοὺς εἰώθασι χρονίζειν. ἀρχομένων
10. δὲ καὶ αὐξανομένων τῶν φλεγμονῶν ἐπικρατεῖν
11. προσήκει τὴν τῶν στυφόντων τε καὶ ψυχόντων φαρμάκων
12. δύναμιν, καὶ διὰ τοῦτο τηκόμενον εἰς πάχος κηρωτῆς ὑγρᾶς
13. τὸ ἐμπλαστὸν τοῦτο φάρμακον ἱκανῶς πολύχρηστον γίγνεται
14. ποτὲ μὲν οἴνου προσλαμβάνον ἢ ὄξους ἢ ὕδατος, ἔστι
15. δὲ ὅτε δι’ ὠμοτριβοῦς ἐλαίου τηκόμενον ἤ τινος τῶν στύψιν
16. ἐχόντων, οἷόν ἐστι τὸ Σπανόν τε καὶ τὸ Ἰστρικὸν, ἢ
17. διά τινος τῶν γλυκέων ἄνευ στύψεως ἢ διὰ παλαιοῦ. καὶ
1. διὰ μυρσίνου δὲ καὶ μηλίνου πολλάκις ἔτηξα τὸ φάρμακον,
2. ἐφ’ ὧν ἐστι στύψεως ἰσχυροτέρας χρεία. αὕτη μὲν οὖν ἡ
3. σύνθεσις τοῦ φαρμάκου κατὰ τοιάνδε γίγνεται συμμετρίαν.
4. τοῦ παλαιοῦ στέατος ὃ καλοῦσιν ἀξούγγιον οἱ πιπράσκοντες
5. ἔστωσαν λίτραι β΄. τοῦ δὲ ἐλαίου τοῦ παλαιοῦ λίτραι
6. γ΄. καὶ λιθαργύρου λίτραι γ΄. χαλκίτεώς τε οὐγγίαι δ΄.
7. ἕψειν δὲ αὐτὰ χρὴ κατὰ τόνδε τὸν τρόπον. τοῦ στέατος
8. τοὺς ὑμένας ἐξελὼν καὶ τὸ λοιπὸν θλάσας, ὡς εὔτηκτον
9. γενέσθαι μετὰ τοῦτο τῆξον ἐπὶ πυρὸς, εἶτα λαβὼν ἠθμὸν
10. διήθησον, ὡς καθαρὸν αὐτὸ γενέσθαι, μηδὲν ὑμένος ἔχον,
11. ἕλκον σταθμὸν τὰς προειρημένας δύο λίτρας, εἶτα λελειωμένας
12. τὰς δ΄. οὐγγίας τῆς χαλκίτεως σὺν ταῖς τρισὶ λίτρας τοῦ
13. ἐλαίου μίξεις τῷ στέατι, προσεπιβαλὼν καὶ τὰς γ΄. λίτρας
14. τῆς λιθαργύρου, καὶ πάντα κατὰ θυείαν ἑνώσας ἔμβαλλε
15. ἐν τῇ κακκάβῃ, κινῶν ξύλῳ φοίνικος. ἀρκέσει δέ σοι κλάδος
16. εἷς τῶν μεγάλων, ὡς τῷ μὲν ἁδρῷ μέρει τοῦ ξύλου χρῆσθαι
17. κινοῦντα, κατὰ τὴν τῆς καλουμένης σπάθης χρείαν·
18. οὕτω γὰρ ὀνομάζουσιν ᾧ κινοῦσι τὰ σκευαζόμενα, καὶ
19. ἡμεῖς τοῦ σαφοῦς ἐχόμενοι καλέσομεν ὡσαύτως αὐτοῖς. τὸ
1. δὲ συνεχὲς τῷ ἁδρῷ μέρει τοῦ κλάδου περικαθῄρας καὶ τὰς
2. ἑκατέρωθεν ἐκφύσεις τὰς λεπτὰς ἀποτρίψας κατάτεμνε, προπεριξύσας
3. τὸν φλοιὸν, ὅπως ἐμβληθέντα τὰ τμήματα τῷ
4. φαρμάκῳ μεταδῷ τοῦ καθ’ ἑαυτὰ χυλοῦ. τῇ μὲν οὖν σπάθῃ
5. χρῆσθαι προσῆκεν ἀπ’ ἀρχῆς εὐθέως, τὰ δὲ λεπτὰ τμήματα
6. τῆς φοίνικος ἐμβάλλειν, ὅταν εἰς σύστασιν ἥκῃ τὸ φάρμακον
7. ὁμοίαν κηρωτῇ. ἐὰν γὰρ ἀπ’ ἀρχῆς ἐμβάλλῃς αὐτὰ, καταναλωθήσεται
8. διὰ τῆς ἑψήσεως ὁ χυλὸς τῶν ἐμβληθέντων,
9. ὃν διαμεῖναι βουλόμεθα. καὶ αὐτῆς δὲ τῆς σπάθης, ᾗ κινεῖς
10. ἐξ ἀρχῆς τὸ φάρμακον, ὅταν τὸ διαβρεχόμενον ἐν τῇ κακκάβῃ
11. γένηται ξηρὸν, ὡς μηκέτ’ ἔχειν τὸν οἰκεῖον χυλὸν, ἀποτέμνων
12. αὐτὸ καὶ ἀποῤῥίπτων τῷ λοιπῷ χρῷ. καὶ αὖθις
13. ὁμοίως εἰ τύχοι τὸ διαβρεχόμενον ἐν τῷ φαρμάκῳ ξηρανθὲν
14. αὖθις ἀπότεμνε. πρόδηλον δ’ ὅτι τὸν κλάδον τοῦ φοίνικος
15. οὐ χρὴ πρὸ πολλῶν ἡμερῶν ἀποτετμῆσθαι τοῦ δένδρου, ξηραίνεται
16. γὰρ ἐν τῷ χρόνῳ καὶ ἄχυλος γίνεται. κατὰ τὴν
17. προτέραν οὖν, εἴπερ εἴη χειμὼν, ἀφῃρήσθω, θέρους δὲ χρὴ
18. καὶ κατ’ αὐτὴν ἐκείνην τὴν ἡμέραν, ἐν ᾗπερ ἂν ἕψῃς τὸ
19. φάρμακον, ἀφῃρῆσθαι τοῦ δένδρου τὸν κλάδον. ὅταν δ’ οὕτως
1. ἑψόμενον ἀμόλυντον γένηται τὸ φάρμακον, αὐτῷ μὲν
2. ἐμπλαστῷ χρήσῃ κατά τε τῶν δυσεπουλώτων ἑλκῶν καὶ τῶν
3. ἐναίμων ἐλαίῳ διατήκων, ἐπὶ τῶν φλεγμαινόντων, ἐν ποδάγραις,
4. ἐν ἀρθρίτισιν, ἐν βουβῶσιν, ἐν φύμασιν, ἐν κατακαύμασιν,
5. ἐν χειμέθλοις, ἐν κατάγμασιν, ἐν θλάσμασιν, ἐν ταῖς
6. ῥευματικαῖς καλουμέναις διαθέσεσιν ἁπάσαις. ἤδη δὲ καὶ τῶν
7. τὰς κήλας τεμνόντων πολλοὶ μετὰ τὴν χειρουργίαν εὐθέως
8. ἐπιτιθέασιν αὐτὸ, μετά τε τῶν ἐπιβροχῶν καὶ τῶν καταπλασμάτων
9. διαπραττόμενοι. εἰ μέντοι τῆς χαλκίτεως ἐμβάλοις
10. οὐγγίας στ΄. ὅπερ ἐστὶν ἥμισυ λίτρας, ἔσται σοι μεγάλων
11. τραυμάτων κολλητικώτερον τὸ φάρμακον ἐπουλωτικώτερόν
12. τε τῶν δυσεπουλώτων. ἀλλ’ ἐν τούτῳ μέν ἐστι καὶ
13. ἄλλα φάρμακα τῆς αὐτῆς δυνάμεως. τηχθέντι δὲ αὐτῷ μετ’
14. ἐλαίου θαῤῥεῖν χρὴ τῶν ἄλλων ἁπάντων μᾶλλον ἐπὶ τῶν
15. ῥευματικῶν διαθέσεων. ἐν γοῦν τῇ Ῥώμῃ πλείστων γιγνομένων
16. τοιούτων, οὐδὲν οὕτως ηὐδοκίμησεν. ἐπιτήδειον δὲ, ὡς
17. ἔφην, ἔστι καὶ ποδάγραις καὶ ἀρθρίτισιν ἐν ἅπαντι καιρῷ,
1. καθ’ ὃν οὐκ εἰσὶν ὀδύναι σφοδραὶ, δεόμεναι καταντλημάτων
2. τε καὶ καταπλασμάτων παρηγορικῶν. ἀρχομένων οὖν καὶ
3. αὐξομένων ἔτι τῶν τοιούτων διαθέσεως, ἐπειδὰν τήξῃς τὸ
4. φάρμακον, ἐάσας ἀποψυχθῆναι, καὶ ξύων σπαθομήλῃ τὸ ξυσθὲν
5. ἔμβαλε εἰς θυείαν παραχέων οἴνου καὶ τρίβων ταῖς
6. χερσὶ πρὸς τῇ θυείᾳ, χάριν τοῦ δέξασθαι τὸν οἶνον. ἔστω
7. δ’ οὗτος ἐκ τῶν αὐστηροτέρων, ἡλικίαν μὲν μέσος, οὐ παχὺς
8. δὲ κατὰ τὴν σύστασιν, ἀλλ’ ὡς οἷόν τε μάλιστα διαυγέστερος.
9. ὁ γὰρ τοιοῦτος, ὡς λεπτομερέστερος ὢν, εἰς τὸ
10. βάθος δύεται τῶν σωμάτων. ἄχρι τοσούτου δ’ αὐτὸν ἐπίχει
11. τῷ τετηκότι φαρμάκῳ, τρίβων ταῖς χερσὶν ἄχρις ἂν ὑποδέχηται
12. καὶ μιγνύηται καὶ μὴ παραπλέῃ τὸ ὑγρὸν ἄμικτον τῷ
13. τριβομένῳ τε καὶ μαλασσομένῳ φαρμάκῳ. καὶ χωρὶς δὲ τοῦ
14. προψύχοντα ξύειν ἔτι θερμῷ τῷ τετηκότι φαρμάκῳ τὸν
15. οἶνον ἐγχέας τις ἀναμῖξαι δυνήσεται. κατὰ μὲν οὖν τὰς ἀρχὰς
16. τῶν φλεγμονῶν τὴν ἀποκρουστικὴν δύναμιν ἐπικρατεῖν
17. προσήκει, κατὰ δὲ τὰς αὐξήσεις ἀφαιρεῖν μέν τι αὐτῆς, προστιθέναι
18. δὲ τῆς διαφορητικῆς. ὅταν δ’ εἰς τὴν οἰκείαν ἀκμὴν
1. ὁ τῆς φλεγμονῆς ὄγκος ἀφίκηται, παραπλησίας ἀλλήλαις
2. εἶναι χρὴ τὰς δυνάμεις τήν τε ἀποκρουστικὴν καὶ διαφορητικὴν,
3. ἐάν γε μή τις ὀδύνη σφοδρὰ παρηγορικοῦ δέηται
4. φαρμάκου. παρακμαζούσης δὲ τῆς φλεγμονῆς τὴν διαφορητικὴν
5. δύναμιν ἐπικρατεῖν προσήκει, ὡς μηδ’ ὅλως ἐν ἐκείνῳ
6. τῷ καιρῷ μίγνυσθαί τι τοῦ οἴνου. καὶ μέντοι καὶ κατ’ αὐτὴν
7. τὴν τῆξιν, ἔνθα μὲν ἐπικρατεῖν ἱκανῶς βουλόμεθα τὴν
8. στύφουσαν ποιότητα, τὸ Σπανὸν ἔλαιον ἢ τὸ Ἰστρικὸν ἢ
9. τὸ καλούμενον ὀμφάκινόν τε καὶ ὠμοτριβὲς ἐμβάλλειν προσήκει.
10. ἔνθα δὲ παραπλησίας ἔχειν ἀμφοτέρας τὰς δυνάμεις,
11. ἐλαίῳ γλυκεῖ μήτε προσφάτῳ μήτε παλαιῷ τήκειν αὐτό. διαφορητικὸν
12. δὲ ποιῆσαι βουλόμενοι, ἐπιτήδειόν ἐστι παλαιὸν
13. ἔλαιον ἢ κίκινον. ἡ δὲ ἐν τῷ τήκεσθαι συμμετρία τοῦ ἐμπλαστοῦ
14. φαρμάκου τοιάδε γιγνέσθω. βραχὺ πλέον ἔστω σοι
15. τὸ ἔλαιον τοῦ φαρμάκου καὶ μᾶλλον δηλονότι τοῦ θέρους,
16. ὡς εἶναι δέκα μὲν οὐγγίας τοῦ φαρμάκου, τοῦ δὲ ἐλαίου
17. λίτραν μίαν αὐτάρκως ἂν ἐμβάλλοι τις. εὔδηλον δ’ ὅτι δραστικώτερον
18. μὲν γίνεται πλέον ἔχον τοῦ φαρμάκου, παρηγορικώτερον
1. δὲ καὶ ἀνωδυνώτερον, ὅσῳ περ ἂν ὑγρότερον γένηται
2. τακὲν σὺν ῥοδίνῳ. κηρωτῆς δὲ ἐγχρίστου σύστασιν
3. λαμβάνει, τακείσης τοῦ φαρμάκου λίτρας μιᾶς ἐν ἡμιλίτρῳ
4. ἐλαίου. χρήσιμον δὲ τὸ τοιοῦτο ταῖς παρακμαῖς τῶν φλεγμονῶν
5. ἐστι. καὶ τοὺς ἐν ἕδρα δὲ καὶ κατὰ τὸ ἀπευθυσμένον
6. ἔντερον ὄγκους φλεγμονώδεις αὐτομάτως γιγνομένους,
7. οὐδὲν οὕτως ὀνίνησι. τετῆχθαι δὲ αὐτὸ χρὴ τηνικαῦτα μετ’
8. ἐλαίου πλείονος, ὡς δι’ εὐθυτρήτου κέρατος ἐνίεσθαι, κύστιν
9. ὑείαν ἔχοντος προσδεδεμένην, ὡς εἰώθαμεν ἐπὶ τῶν τοιούτων
10. χρῆσθαι. καὶ διὰ ῥοδίνου δὲ ἐπὶ τούτων ἔτηξα πολλάκις
11. αὐτὸ, προϋποκειμένης τῷ ἀγγείῳ καθ’ ὃ τήκεται κακκάβης,
12. ὕδωρ μὲν ἐν αὐτῇ ἐχούσης θερμὸν, ἄνθραξι δὲ διαπύροις
13. ἐπικειμένης ἢ κατὰ φλογὸς ἀκάπνου. κατὰ μέντοι τὴν
14. προειρημένην συμμετρίαν τετηκὸς, ὡς σύστασιν ἔχειν ὑγρᾶς
15. κηρωτῆς καὶ τὰ κατὰ τὸ αἰδοῖον ἕλκη καὶ τὰ κατὰ τὴν
16. ἕδραν ὀνίνησιν. οὐχ ἥκιστα δὲ καὶ τἄλλα πάντα καὶ μέχρι
17. τῶν ἑλκωθέντων χειμέθλων τε καὶ πυρικαύτων. καὶ γὰρ
18. ἀφλέγμαντα καὶ καθαρὰ ποιεῖ ταχέως ἅπαντα καὶ σαρκοῖ
19. στερεᾷ σαρκὶ καὶ μάλισθ’ ὅταν ἔχῃ πλέον χαλκίτεως. εὔδηλον
1. δ’ ὅτι καὶ οἴνου μεμίχθαι χρὴ τῷ τοῦτο δράσοντι φαρμάκῳ.
2. εἰ προσλάβοι δὲ ὄξους, ἄριστον ἐπὶ τῶν πυρικαύτων
3. ἐστὶ καὶ παραχρῆμα καὶ μετὰ ταῦτα κατὰ πάντα καιρὸν
4. ἐπιτιθέμενον, ἐάν τε ἤδη φλυκταίνας ἔχῃ τὸ πυρίκαυτον,
5. ἐάν τε μή. πρόδηλον δ’ ὅτι κᾂν ἐφ’ ὕδατος ζέοντος καυθῇ
6. τις, ὀνομάζεται καὶ τοῦτο τὸ πάθημα πυρίκαυτον. εἰ
7. δὲ πρὶν φλεγμῆναί τις ἐπιθείη τὸ φάρμακον, οὐδὲν οὕτως
8. κωλύει γένεσιν φλεγμονῆς, ὥστε καθάπερ ἔφην καὶ τῶν τὰς
9. κήλας τεμνόντων εὐθέως αὐτῷ χρῶνταί τινες, οὐδὲ προεπιβρέξαντες
10. τὸ τραῦμα. καὶ καταθλασμάτων δὲ καὶ καταγμάτων
11. καὶ τῶν ὁπωσοῦν πεπληγότων, ἐπιτηδειότατόν ἐστιν ὑγρὸν
12. ἐπιτιθέμενον. ἐπιδέσμοις δὲ περιλαμβανόμενον ἐν τρόπῳ καταγματικῆς
13. ἐπιδέσεως, οἰδήματά γε πάντα καὶ ἐμφυσήματα
14. θαυμαστῶς ὀνίνησι. κακοχύμου δ’ ὄντος τοῦ σώματος ἢ καὶ
15. λίαν αἰσθητικοῦ, μιγνύειν αὐτῷ χρὴ κατ’ ἀρχὰς ἐπιτιθέντα
16. τοῖς τεθλασμένοις τε καὶ πεπληγόσι μέρεσιν ὑοσκυάμου πρόσφατον.
17. εἰ δ’ ἀποροίης προσφάτου, διὰ τὴν ὥραν τοῦ ἔτους
1. ἢ τὸ χωρίον οὐδὲν μεῖον ἕξεις ἐπεμβάλλων τὸν ἀποτεθέντα
2. διὰ τοῦ θέρους, οἷος καὶ ὁ ἀπὸ Κρήτης ἐστὶ κομιζόμενος
3. ἡμῖν εἰς Ῥώμην καθ’ ἕκαστον ἔτος. ἔτι δὲ μᾶλλον τούτου
4. τὸν χυλὸν τοῦ μανδραγόρου μιγνύων, ἀνώδυνον ἐργάσῃ τὸ
5. φάρμακον. ἴστε δ’ ὅτι καὶ οὗτος ἀπὸ Κρήτης κομίζεται κάλλιστος
6. ἐν ὀστρακίνοις ποτηρίοις. ἀρκεῖ δὲ μίαν οὐγγίαν μῖξαι
7. τοῦ χυλοῦ, λίτρᾳ ἐλαίου τῆς τηκομένης ἐμπλάστρου.
8. καὶ πλεῖον δ’ ἂν ἔσθ’ ὅτε καὶ ἔλαττον ἐμβάλλοις κατὰ τὴν
9. χρείαν τῆς διαθέσεως. συντελεῖ δὲ ἐπὶ τῶν τοιούτων σωμάτων
10. καὶ τὸ διὰ ῥοδίνου τετῆχθαι τὸ φάρμακον. ὅσα δὲ ἐκ
11. καταπτώσεως ἐθλάσθη μέρη τοῦ σώματος ἢ πληγέντα ξύλῳ
12. καὶ λίθῳ, κᾂν ἐκχύμωμά τι γένηται, κατὰ τὰς ἀρχὰς εὐθέως
13. ἐπιτιθέναι χρὴ τὸ τετηκὸς φάρμακον, ὡς εἴρηται, μιχθέντος
14. οἴνου. προσήκει δὲ κατὰ τὴν τρίτην ἡμέραν ἢ πάντως γε
15. τὴν τετάρτην, ἐὰν ἀφλέγμαντον εἴη τὸ μόριον, ἀφαιρεῖν μὲν
16. τὸν οἶνον, ἐλαίῳ δὲ τήκειν παλαιῷ τὴν ἔμπλαστρον. ἐὰν γὰρ
17. ἐπὶ πλέον στύφηται τὰ ἐκχυμώματα δυσδιαφόρητα γίνεται.
18. τούτῳ τῷ φαρμάκῳ καὶ πρὸς ἐρυσιπέλατα χρῶμαι καὶ μάλιστα
1. φλεγμονώδη καὶ πολὺ δὴ μᾶλλον ἔτι πρὸς τὰς ἐρυσιπελατώδεις
2. φλεγμονάς. ἐν ἀρχῇ μὲν οὖν ἐπιτίθημι τήκων
3. αὐτὸ ῥοδίνῳ δι’ ὠμοτριβοῦς ἐλαίου καὶ ἀνάλου σκευασθέντι,
4. κάλλιστον μὲν γὰρ πρὸς ἐρυσιπέλατα τὸ τοιοῦτον. τακέντι
5. δ’ οὕτως αὐτῷ μιγνύσθω κατὰ τὴν θυείαν, ἀναφυρόμενός
6. τε καὶ δευόμενος ἀκριβῶς ὅλος δι’ ὅλου στρυχνοῦ χυλὸς ἢ
7. εἰ μὴ τοῦτο παρείη ψυλλίου. θέρους δὲ ὄντος καὶ ὁ τῆς
8. ὄμφακος μετὰ τοῦ τῆς ἀνδράχνης ἤ ἀειζώου. μόνος μὲν γὰρ
9. ὁ τῆς ὄμφακος πλέον ἢ δεῖ στύφει. βλάπτει δὲ ἡ τοσαύτη
10. στύψις ἐρυσιπέλατα, κατακλείει γὰρ αὐτῶν τὴν θερμότητα
11. πυκνοῦσα τὸ δέρμα. πάλιν δὲ ὁ τῆς ἀνδράχνης χυλὸς, οὐδ’
12. ἐκθλιφθῆναι δύναται μόνος ὑπὸ γλισχρότητος. ἄριστον οὖν
13. ἐστιν ἐκθλίψαντα τὸν τῆς ὄμφακος χυλὸν ἐπιβάλλειν ἐν
14. ὅλμῳ κεκομμένης τῇ ἀνδράχνῃ καὶ οὕτως αὖθις κόπτειν. εἶθ’
15. ὅταν ἀκριβῶς ἑνωθῇ τὸ μικτὸν ἐξ ἀμφοῖν ἐκθλίβειν τὸν χυλόν.
16. ὁμοίως δὲ καὶ τὸν τοῦ ἀειζώου χυλὸν ἐκθλίψεις. καταμόνας
17. γὰρ οὐδὲ ἐκ τούτου δυνατὸν ἐκθλῖψαι δαψιλῆ, καθάπερ
18. οὐδ’ ἐκ τῆς κοτυληδόνος. εἰ δὲ καὶ τῶν τοῦ μανδραγόρου
1. μήλων ἀκμαίων ὄντων ἐκθλίψετε πρόσφατον χυλὸν,
2. ἐπιτηδειότερον ἐργάσεσθε τὸ φάρμακον. εἰ δὲ μὴ κατὰ καιρὸν
3. εἴη, ἀλλὰ τοῦ γε ἀπὸ Κρήτης ἤ τινος ἑτέρου χωρίου
4. τοιούτου κομιζομένου μιγνύειν χρή. καὶ ὑοσκυάμου δὲ χυλὸν
5. εἴωθα μιγνύειν αὐτῷ καί ποτε καὶ μηκώνειον. ὀνομάζεται
6. δὲ οὕτως ὁ τῆς μήκωνος ὀπός. ἄμεινον δὲ ἅμα τούτῳ
7. καὶ γλαυκίου τι προσεπεμβάλλειν. ἀσθενέστερος δὲ πολὺ τούτων,
8. ἀλλ’ εὐπόριστος ὁ τῆς θριδακίνης χυλὸς, ὅ τε τῆς
9. ἀγρίας καὶ ὁ τῆς κηπευομένης, ἣν ἅπαντες οἱ Ἕλληνες οἱ
10. νῦν οὐ θριδακίνην, ἀλλὰ θρίδακα προσαγορεύουσι, τὴν ἀγρίαν
11. μόνην θριδακίνην ὀνομάζοντες. ἀσθενέστεροι δὲ τούτων εἰς
12. ψύξιν χυλοὶ, σέρεως καὶ πολυγόνου καὶ τριφύλλου καὶ μυὸς
13. ὤτων εἰσὶ, ψύχουσι δ’ οὖν καὶ αὐτοί. καὶ μᾶλλον αὐτῶν ὁ
14. ἀπὸ τῶν τελμάτων φακός. εἰ δὲ μηδὲν τούτων παρείη, μιγνύειν
15. ὄξους τε καὶ ὕδατος. ἅπαντα δὲ τὰ τοιαῦτα φάρμακα
16. τὰς ἐπικτήτους ποιότητας ἐχέτω ψυχρὰς, ἐνισταμένων
17. τῶν ἀγγείων ὕδατι ψυχρῷ λίαν ἢ χιόνι. καὶ αὐτὸ δὲ τὸ
18. τῆς φοινικίνης φάρμακον ὁμοίως κατεψύχθω προσαγόμενον
1. ἐρυσιπέλασιν, ἄχρι περ ἂν αὐτῶν παύσηται τὸ πάνυ φλογῶδες.
2. εὔδηλον δ’ ὅτι συνεχῶς ὑπαλλάττεσθαι χρὴ τὰ δι’
3. ἐπικτήτου ποιότητος ψυχρᾶς ὠφελοῦντα τὰς ἐρυσιπελατώδεις
4. διαθέσεις καὶ μάλισθ’ ὅταν ἀκριβὲς ᾖ τὸ ἐρυσίπελας
5. ἄνευ τοῦ μεμίχθαι φλεγμονῇ. παυσαμένου μέντοι τοῦ πάνυ
6. φλογώδους ἢ μηδὲ τὴν ἀρχὴν ἀκριβοῦς ἐρυσιπέλατος γεγονότος,
7. ἀλλ’ ἤτοι φλεγμονῆς ἐρυσιπελατώδους ἢ ἐρυσιπέλατος
8. φλεγμονώδους, οὐδὲν ἔτι δεόμεθα τῆς ἐπικτήτου ψύξεως,
9. ἀλλὰ καὶ τῶν ψυχόντων πάνυ χυλῶν ἀφεψόμεθα, τοὺς μετρίως
10. ψυχροὺς μιγνύντες τῷ τηχθέντι φαρμάκῳ. καὶ μετὰ
11. τούτους ἤδη καὶ λινοσπέρμου χυλὸν καὶ χαμαιμήλου μίξωμεν·
12. αὐτῷ τε μόνῳ μετὰ ταῦτα χρησόμεθα τῷ τετηκότι φαρμάκῳ
13. μηδὲν ἐπιμιγνύντες ἄλλο. φθάσαντος δέ ποτε πελιδνοῦ
14. γενέσθαι τοῦ ἐρυσιπέλατος, ὑπὸ τῆς τῶν ψυχόντων
15. δυνάμεως, χρὴ μὲν οὐδ’ ὀνομάζειν ἔτι τὸ τοιοῦτον ἐρυσίπελας·
16. ἀπέχεσθαι δὲ προσήκει τηνικαῦτα μὴ ὅτι τοῦ οἴνου τῆς
17. μίξεως, ἀλλὰ καὶ τοῦ ῥοδίνου καὶ τῶν στυπτικῶν ἐλαίων,
18. ἱκανὴ γὰρ ἡ φοινικίνη μόνη διαφορῆσαι τὸ πελιδνωθὲν
1. ἐλαίῳ τηκομένη παλαιῷ, καὶ καταντλεῖται ὕδατι θερμῷ τηνικαῦτα
2. τὰ πεπονθότα μόρια καὶ κατασχάζεται. καὶ ὑμῖν εἰ
3. δόξει ποτε τοῦτο πρᾶξαι, παραχρῆμα μὲν ἐπιτιθέναι χρὴ τὸ
4. τῆς φοινικίνης τακείσης ὑγρὸν φάρμακον ἔχον οἴνου, μετὰ
5. δὲ μίαν ἡμέραν ἀφαιρεῖν τὸν οἶνον. εἰ δὲ πλέον ἤδη κατεψυγμένον
6. ἐρυσίπελας ὑπὸ τῶν ἀμέτρως ψυχόντων ἰατρῶν
7. παραλάβοιμεν, ὡς ἤδη καὶ μελαίνεσθαι, τῇ τε καταντλήσει
8. καὶ τῇ ἀποχαράξει μᾶλλον χρησόμεθα. καὶ χωρὶς δὲ τούτων
9. τῷ ὑγρῷ φαρμάκῳ μίξομέν τι τῆς ἀσβέστου τιτάνου. μαλακοσάρκων
10. δὲ τῶν πεπονθότων ὄντων, πεπλυμένης αὐτῆς μίξομεν.
11. ἀγαθὸς δὲ τηνικαῦτα καὶ ὁ τοῦ κοριάνδρου χυλὸς
12. ἀναμιγνύμενος τῷ φαρμάκῳ. οὗτος μέν γε καὶ μετὰ ῥοδίνης
13. κηρωτῆς ὀνίνησι μεγάλως, πρὸς ἃ δὴ καὶ τὰς τοιαύτας διαθέσεις
14. καὶ ἄλλα πολλὰ φάρμακα κατὰ τὸν ἑξῆς λόγον εἰρήσεται,
15. τινὰ μὲν ὁμοίαν ἔχοντα δύναμιν τῇ φοινικίνῃ, τινὰ
16. δὲ καὶ δραστικωτέραν. πρὸς δὲ τὰ ῥευματικὰ πάντων
17. ἄριστον φάρμακον τοῦτο καὶ πολλάκις ἐλπίδος τι μεῖζον ἀνύσαν
1. ἐκπυήσαντος οὖν ποτε μηροῦ πλησίον τοῦ βουβῶνος,
2. ἀπέπτου τῆς καθ’ ὅλον αὐτὸν οὔσης φλεγμονῆς, ἐσχηματίζετο
3. μὲν ὑφ’ ἡμῶν τὸ σκέλος, ὡς ἐκρεῖν τοὺς ἰχῶρας ἐπὶ
4. τὸν βουβῶνα. κατὰ δὲ τὸ γενόμενον ἕλκος, ἐν πλέονι χρόνῳ
5. τούτου συμβάντος, ἐξεκενώθη μὲν τὸ κατασκῆψαν εἰς τὸν
6. μηρὸν ῥεῦμα, συριγγώδης δέ τις ἐγένετο διάθεσις ὑπὸ τῷ
7. δέρματι καθ’ ὅλον τὸν μηρὸν, ὡς βούλεσθαι μὲν διελεῖν
8. αὐτὸν ἐγγὺς τῆς ἐπιγονατίδος, ὅπως ἑκατέρωθεν ἔκρους μὲν
9. ὑπάρχῃ τοῖς ἰχῶρσιν, εὐπορία δὲ τοῖς ἐνιεμένοις ὑγροῖς φαρμάκοις
10. ἐπὶ πλέον διεξιέναι. λυθέντος δὲ τοῦ μηροῦ κατὰ
11. τὴν ὑστεραίαν, ἐν ᾧ τέμνειν αὐτὸν ἐγνώκειν, εὑρέθη προσπεπτωκότα
12. καὶ ξηρὰ καὶ ἄνικμα πάντα. πρόδηλον
13. οὖν ὅτι καὶ κατ’ ἐκείνην τὴν ἡμέραν εὔλογον ἦν χρήσασθαι
14. τῷ φαρμάκῳ καὶ κατὰ τὴν ἐπιοῦσαν ὡσαύτως, ἔν τε ταῖς
15. ἑξῆς, ἐπειδὴ καθ’ ἑκάστην αὐτῶν εὐχρούστερόν τε καὶ ὅλον
16. ὑγιεινότερον αὐτοῦ τὸ μόριον ἐγίγνετο. θεραπευθέντος οὖν
17. οὕτως τοῦ μειρακίου μετὰ ταῦτα πολλὰς ῥευματικὰς διαθέσεις
18. ἐθεράπευσα τῷ φαρμάκῳ, στόμιον μὲν ἐχούσας ἓν,
1. ἀκόλλητον δὲ καὶ συριγγῶδες τὸ ἔνδον. οὐ χρὴ δὲ ἀφίστασθαι
2. τῆς χρήσεως αὐτοῦ, κᾂν μηδὲν αἰσθητὸν ὠφελεῖν φαίνηται
3. μέχρι πολλῶν ἡμερῶν. ὕστερον γάρ ποτε κατὰ μίαν
4. ἡμέραν ἀθρόαν ὠφέλειαν ἐπιδείκνυται μεγίστην, ὥστε θαῤῥοῦντες
5. αὐτῷ χρῆσθε διὰ παντὸς ἐπὶ τῶν ῥευματικῶν διαθέσεων,
6. ὅταν μὲν ἁπαλόσαρκος ἄνθρωπος ἤ τις παῖς ἢ γυνὴ
7. πάσχῃ, μετὰ τὴν προειρημένην συμμετρίαν ἐμβάλλοντες οὐγγίας
8. δ΄. τῆς χαλκίτεως. ὅταν δὲ ἰσχυρὸν καὶ σκληρὸν πάσχον
9. σῶμα, κατὰ τὴν ἀναλογίαν ἤτοι μίαν οὐγγίαν ἢ δύο
10. προστιθέντες, ὥστε ε΄. μὲν ἢ στ΄. εἶναι τῆς χαλκίτεως οὐγγίας,
11. τρεῖς δὲ λίτρας ἑκατέρου, τοῦ τε ἐλαίου τοῦ παλαιοῦ
12. καὶ τῆς λιθαργύρου καὶ δύο τοῦ παλαιοῦ στέατος, ὃ καλεῖν
13. ἔφην τοὺς πιπράσκοντας ἀξούγγιον. ἀνιέσθω δὲ ἐπὶ
14. τῶν ῥευματικῶν διαθέσεων ἐλαίῳ γλυκεῖ μήτε προσφάτῳ
15. μήτε παλαιῷ, καὶ προσλαμβανέτω τὸν αὐστηρὸν οἶνον, ἡλικίας
16. ὑπάρχοντα μέσης. τοῦτο τὸ φάρμακον ἤλεγξε τὴν Θεσσαλοῦ
17. φλυαρίαν, ἐνεργεστάτην μὲν ἐπιδεικνύμενον ὠφέλειαν,
18. ἐξ ἐναντίων δὲ ταῖς δυνάμεσι συγκείμενον, ὧν ἐὰν ἀφέλῃς
1. τὴν ἑτέραν, οὐδὲν τῶν εἰρημένων ἐργάσεται. οὔτε γὰρ ἐκ
2. τῶν στυφόντων μόνον ἄνευ τῶν χαλώντων ἀνύσει τι γενναῖον
3. ἐπὶ τῶν ῥευματικῶν διαθέσεων ἢ ὅλως τῶν ἀρχομένων
4. τε καὶ αὐξανομένων φλεγμονῶν. οὐδὲ γὰρ ἕξει
5. τὸ παρηγορικὸν οὔτε ἐκ μόνων τῶν χαλώντων τὸ διαφορητικὸν
6. ἄνευ στύψεως γενόμενον, οἷς μαλάττειν ὑπάρχει τὰ
7. σκληρυνόμενα. χαλαστικὸν δ’ ἂν ἀκριβῶς γένοιτο καὶ μετρίως
8. μαλακτικὸν, εἰ μὴ πάνυ παλαιὸν ἔχοι τό τε ἔλαιον
9. καὶ τὸ στέαρ. ὃ γοῦν συνέθηκεν ὁ Μνασαῖος φάρμακον,
10. ἴσα μὲν ἀλλήλοις ἔχει τό τε ἔλαιον καὶ τὴν λιθάργυρον
11. καὶ τὸ στέαρ. ἐναντιώτατον δέ ἐστιν ἀρχομέναις τε καὶ αὐξανομέναις
12. φλεγμοναῖς. ἔχει δὲ δηλονότι καὶ τὸ ἡμέτερον
13. τοῦτο φάρμακον ὅσα περ καὶ τὸ τοῦ Μνασαίου, τήν τε
14. λιθάργυρον καὶ τὸ στέαρ καὶ τὸ ἔλαιον. ἀλλ’ ἐὰν μηδὲν
15. προσλάβῃ τῶν στυφόντων; ἐκθηλύνει τὰ μόρια καὶ διαλύει
16. τὸν τόνον αὐτῶν, διὸ καὶ ῥευματικὰ γίγνεται μεμαθήκατε
17. γὰρ ὡς οὐκ ἀεὶ διὰ θερμασίαν πολλὴν, ὥς τινες οἴονται,
18. ῥευματίζεται τὰ μόρια τοῦ σώματος, ἀλλὰ τοῦτο μὲν γίγνεται
1. σπανίως αὐτοῖς. ἡ δὲ ἀσθένεια τῶν μορίων τὰς ῥευματικὰς
2. ἐργάζεται διαθέσεις ἥ τις ὡς τὸ πολὺ κατὰ δυσκρασίαν
3. ἀποτελεῖται ψυχράν. ἐὰν οὖν ὑγραίνῃ τις αὐτὰ καὶ θερμαίνῃ
4. τοῖς χαλαστικοῖς φαρμάκοις, τελέως ἔκλυτά τε καὶ ἄῤῥωστα
5. γίγνεται. πάλιν δ’ αὖ στύφων ἰσχυρῶς τοὺς ἐν ταῖς
6. ῥευματικαῖς διαθέσεσιν ὄγκους, ἐν ἀρχῇ μὲν ἀνύσαι δόξει,
7. δύσλυτον δὲ ἐργάσεται καὶ σκιῤῥῶδες αὐτὸ τὸ λείψανον. ὡς
8. τὰ πολλὰ δὲ οὐδὲ φέρουσι τὴν τῶν ἄγαν στυφόντων ἐπίθεσιν
9. αἱ τοιαῦται διαθέσεις, ὀδυνώμεναί τε καὶ συντεινόμεναι
10. πρὸς αὐτῶν. ὀδύνη δὲ πᾶσα παροξύνει τὰ φλεγμαίνοντα
11. καὶ ῥευμάτων αἰτία γίγνεται, κᾂν μὴ ῥευματικὴν ἔχῃ δυσκρασίαν
12. ὁ πεπονθώς. ἀλλ’ οὐδὲν θαυμαστὸν ἄπειρόν τε τῶν
13. κατ’ ἰατρικὴν τέχνην ἔργων ὄντα τὸν Θεσσαλὸν, ἀδύνατόν
14. τε τῷ λόγῳ τὰς διαθέσεις ἐξευρεῖν, ἀγνοεῖν ἅπαντα τὰ κατὰ
15. τὰς ἰάσεις τῶν φλεγμονῶν, ὑμᾶς δὲ τεθεαμένους πολλάκις
16. καὶ τῆς φοινικίνης τῆσδε καὶ ἄλλων φαρμάκων ἐξ ἐναντίων
17. δυνάμεων συγκειμένων ἐναργεστάτην ὠφέλειαν, ἐπὶ πολλῶν
18. διαθέσεων πειρᾶσθαι χρὴ καὶ αὐτοὺς, ὅταν ἀπορῆτέ ποτε
1. τῶν ἤδη συγκειμένων, συντιθέναι φάρμακα κατὰ τὴν αὐτὴν
2. μέθοδον, ἐκ τῶν εὐπορουμένων ἐν ἐκείνῳ τῷ χωρίῳ, προσδοκωμένης
3. μὲν ἔσεσθαι φλεγμονῆς ἢ καὶ κατηργμένης ἤδη
4. πλέονα τὴν στύψιν ἔχοντα, κατὰ δὲ τὰς αὐξήσεις αὐτὰς
5. ἐλάττονα, κατὰ δὲ τὰς ἀκμάς τε καὶ παρακμὰς πλέονα τὴν
6. χαλαστικήν τε καὶ διαφορητικὴν ἔχοντα δύναμιν. ἀεὶ μέντοι
7. μεμίχθωσαν ἀμφότερα, ἥ τε ἀποκρουστικὴ καὶ διαφορητικὴ,
8. πλὴν εἴ ποτε τῶν ἐπιῤῥεόντων ἤδη τελέως πεπαυμένων καὶ
9. κενοῦ τοῦ σώματος ὄντος, ἐπὶ τὰς διαφορητικὰς δυνάμεις
10. ἀκινδύνως ἄν τις ἔλθοι, καθάπερ ἐν ταῖς πρώταις εἰσβολαῖς
11. ἐπὶ τὰς ἀποκρουστικάς.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 1.4, ed. Kühn, 1827, vol. 13, p. 375-394. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:1.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩