Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 1.5, ed. Kühn, 1827, vol. 13, p. 394-398. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:1.5

12. Ἐπειδὴ κατὰ σύνθεσιν τῆς ἐμῆς φοινικίνης
14. ἐμπλάστρου διαφορητικὴν μὲν ἔφην δύναμιν εἶναι ἔν τε
15. τῷ στέατι τῷ παλαιῷ καὶ τῷ ἐλαίῳ, συνακτικὴν δὲ καὶ ἀποκρουστικὴν,
16. ἔν τε τῇ χαλκίτιδι καὶ τῷ φοίνικι, ταῦτα δ’
17. ἄνευ τῆς λιθαργύρου ποιῆσαι φάρμακον ἐμπλαστὸν οὐ δύναται,
18. διὰ τοῦτ’ ἔδοξέ μοι περὶ τῆς κατὰ τὴν λιθάργυρον
19. χρείας ἐφεξῆς διελθεῖν. εἰς μὲν γὰρ τὴν δύναμιν τῆς φοινικίνης
1. οὔτ’ ἀντιπράττειν τι νομιστέον αὐτὴν οὔτε συντελεῖν,
2. ὕλης δὲ λόγον ἔχειν μόνον ἐπιτηδείου πρὸς ἐμπλαστοῦ φαρμάκου
3. ποίησιν. εὔλογον οὖν ἔδοξέ μοι τὸν περὶ τῶν τοιούτων
4. φαρμάκων λόγον ὡς ἐπὶ παραδείγματος τῆς λιθαργύρου
5. διελθεῖν. ἔστι δὲ οὐκ ὀλίγα δύναμιν μὲν ἢ οὐδεμίαν
6. ἢ πάνυ σμικρὰν τῷ σκευαζομένῳ συνεισφερόμενα,
7. χρείαν δ’ ὕλης παρέχοντα πρὸς τὸ γενέσθαι φάρμακον ἐμπλαστὸν
8. ἢ κηρωτῶδες. οὔτε γὰρ θερμαίνουσα σαφῶς ἡ λιθάργυρος,
9. καθάπερ οὐδὲ ψύχουσα οὐδ’ ὑγραίνουσα βραχεῖαν
10. ἔχει δύναμιν ξηραντικὴν κατὰ τὴν πρώτην ἀπόστασιν τῶν
11. ἀκριβῶς μέσων, τοῦθ’ ὑγραίνειν καὶ ξηραίνειν· οὐ μὴν οὐδ’
12. ἐμπλαστικῆς ἐστι δυνάμεως, ὥσπερ οὐδ’ ἐκφρακτικῆς, ὡσαύτως
13. δὲ οὐδὲ ῥυπτικῆς, ὥσπερ οὐδὲ ῥυπαινούσης σαφῶς,
14. ἠρέμα δέ πως ἀποκεχώρηκε τῶν μέσων ἐπὶ τὸ παχυμερέστερον.
15. ἀλλὰ κατὰ τὴν ἐπὶ πλέον ἕψησιν ἀποτίθεται καὶ τοῦτο,
16. χεομένη τε καὶ ἀλλοιουμένη διὰ τῆς τοῦ πυρὸς δυνάμεως.
17. μόνη δὲ καθ’ ἑαυτὴν ὠμὴ παρατρίμματα μηρῶν ἐξ ὁδοιπορίας
18. ὀνίνησιν, ᾧ καὶ δῆλον ὅτι βραχέως ξηραίνει. τοῦ δὲ
1. μήτε δριμεῖαν ἔχειν αὐτὴν ἢ γλυκεῖαν ποιότητα μήτ’ ὀξεῖαν
2. ἢ πικρὰν ἢ αὐστηρὰν ἢ στρυφνὴν ἢ ὅλως στυπτικὴν, ἡ γεῦσις
3. ἱκανὴ μάρτυς, ὥσπερ καὶ τὰ ἕλκη, μήτε δακνόμενα πρὸς
4. αὐτῆς μήτε θερμαινόμενα μήτε ψυχόμενα μήτε καθαιρούμενα
5. μήτε σαρκούμενα μήθ’ ὅταν ὑπερσαρκώσῃ καθαιρούμενα.
6. πάρεστιν οὖν ἡμῖν εἰς πολλὰ κεχρῆσθαι λιθαργύρῳ,
7. ποτὲ μὲν ἐλαίῳ καὶ ὕδατι τὴν ἕψησιν αὐτῆς ποιουμένοις
8. ἄχρι συστάσεως ἐμπλαστρώδους, ἔστι δ’ ὅτε ἐν ἐλαίῳ καὶ
9. ὄξει καί ποτε ἐν ἐλαίῳ καὶ οἴνῳ. ἐν οἷς δ’ ἂν ἕψηται τούτων,
10. ἄμεινον γίγνεται τὸ φάρμακον ἐπὶ πλέον ἑψηθέν. ἔσται
11. δὲ τοῦτο τῷ πλήθει τῶν μιγνυμένων ὑγρῶν. ἔστι μὲν γὰρ
12. τῶν τηκτῶν φαρμάκων καὶ ἡ λιθάργυρος ὅλη χεομένη, καθάπερ
13. ἥ τε ῥητίνη καὶ ὁ κηρὸς, ἀλλ’ οὐκ εὐθέως ἅμα τῷ
14. ψαῦσαι τοῦ πυρὸς, ὅθεν καὶ λανθάνει πολλοὺς καὶ νομίζουσιν
15. αὐτὴν οὐδ’ ὅλως χεῖσθαι. σὺν ὀξελαίῳ μὲν οὖν
16. ἑψομένη τήκεται θᾶττον, ὥσπερ γε καὶ σὺν ἰῷ καὶ αὐτοῦ
17. δηλονότι τοῦ ἰοῦ χεῖσθαι πεφυκότος, ὥσπερ ἥ τε χαλκῖτις 
1. καὶ τὸ μίσυ. τάχιστα μὲν οὖν αὐτῶν ἡ χαλκῖτις τοῦτο πάσχει,
2. βραδύτατα δ’ ὁ λιθάργυρος· ἐν δὲ τῷ μεταξὺ τούτων
3. ὅ τε ἰός ἐστι καὶ τὸ μίσυ. χεῖται καὶ τὸ σῶρυ χρόνῳ πλέονι,
4. γεωδέστερόν τε γάρ ἐστι καὶ λιθωδέστερον τῆς χαλκίτεώς τε
5. καὶ τοῦ μίσυος. ἀλλὰ περὶ μὲν τούτων αὖθις εἰρήσεται. τὴν
6. λιθάργυρον δὲ δι’ ὀξελαίου μὲν ἕψων θᾶττον τήξῃς, δι’
7. ὑδρελαίου δὲ βραδύτερον, ὅμως μὲν χεῖται καὶ οὕτως, ἐὰν ᾖ
8. διπλάσιον αὐτῆς ἑκάτερον τῶν ὑγρῶν. ἐγὼ δὲ καὶ πλέον ἢ
9. διπλάσιον ἔμιξα πολλάκις, ὡς ὀλίγον ὕστερον εἰρήσεται.
10. κάλλιον δ’ ἐστὶν εὐθέως ἐξ ἀρχῆς ἐν θυείᾳ μιγνύειν τὰ τρία, τήν
11. τε λιθάργυρον καὶ τὸ ὕδωρ καὶ τὸ ἔλαιον. εἰ δὲ τοῦ λευκὸν
12. γίνεσθαι τὸ φάρμακον φροντίζεις, ἔλαιόν τε καθαρώτερον καὶ
13. διαυγέστερον ἔμβαλλε καὶ ὕδωρ ὁμοίως καθαρόν τε καὶ λευκὸν,
14. ἑψέσθω τε κατὰ χωρίον ὑπαίθριον ἡλιούμενον. ὁ μὲν
15. γὰρ ζοφώδης ἀὴρ μελαίνει τὸ φάρμακον, ὁ δὲ καθαρὸς εἰς
16. λευκότητα μεγάλως συντελεῖ, καθάπερ γε καὶ τὸ καταῤῥαινόμενον
17. ὕδωρ ἐν ἀέρι τοιούτῳ. φυλάττου δὲ καὶ τὸ διὰ ξύλων
18. ποιεῖσθαι τὴν ἕψησιν ἢ ἀνθράκων ἀρχομένων διακάεσθαι,
1. μελαίνει γὰρ αὐτὸ ῥᾳδίως ὁ καπνός. προδιακαύσας
2. οὖν τοὺς ἄνθρακας, ὅταν ἀκριβῶς ὦσι διάπυροι, τότε ἕψειν
3. ἄρξαι. καὶ εἰ μὴ φθάσοιεν οὗτοι συμπληρῶσαι τὴν ἕψησιν,
4. ἐφ’ ἑτέρας ἑστίας ὁμοίως παρασκευάσας ἄνθρακας ἐπιτίθει
5. κατ’ ἐκείνην τὴν κακκάβην. ἕνεκα μὲν οὖν τοῦ λευκὸν γενέσθαι
6. τὸ φάρμακον, ὅσα χρὴ παραφυλάττειν αὐτάρκως εἴρηται.
7. γίγνεται δὲ ἐχεκολλότερον εἰς τοσοῦτον, εἰς ὅσον ἂν ἔχῃ
8. πλέον, ὡς εἴρηται, τὸ ὑγρόν. ὡς ἐάν γε τῶν τριῶν ἀνὰ λίτραν
9. α΄. ἐμβάλῃς, δυσαπόπτωτον ἔσται. καὶ μέντοι καὶ ἄτηκτος
10. ἡ λιθάργυρος μένει, καὶ τοῦτό γέ ἐστιν αὐτὸ μάλιστα
11. αἴτιον τοῦ ῥᾳδίως ἀποπίπτειν αὐτὸ, καθάπερ γε καὶ τὸ
12. προσμένειν μέχρι πλέονος, εἰ ἡ λιθάργυρος ἑψηθεῖσα χυθείη
13. τε καὶ ἀλλοιωθείη. λευκότερον δ’ ἔσται καὶ θᾶττον
14. ἑψηθήσεται βληθεισῶν δύο λιτρῶν ὕδατος εἰς τρεῖς ἑκατέρου
15. λιθαργύρου τε καὶ ἐλαίου. καὶ τούτῳ συνήθως ἐπὶ τῶν μικρῶν
16. ἑλκῶν χρῶμαι. πρόδηλος δὲ ἡ δύναμίς ἐστι τοῦ δι’
17. ὕδατος ἑψομένου φαρμάκου μεμνημένοις ἡμῖν τῶν εἰρημένων
18. ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ.

Cliquer un n° de page pour en afficher l’image