1. Τὸ ὕδωρ ὑγραίνει μὲν ἀεὶ καὶ
3. ψύχει κατὰ τὴν οἰκείαν οὐσίαν· ἐπίκτητον δὲ θερμότητα
4. προσλαβὸν, ἄχρι περ ἂν αὐτὴν διαφυλάττῃ θερμαίνει, ψυχρὸν
5. δὲ γενόμενον ψύχει. τό γε μὴν ἔλαιον, ἐὰν εἴη νέον, οὐκ
6. ἀντιπράττει τῷ φαρμάκῳ, διαμένει γὰρ ὑγρόν τε καὶ μετρίως
7. ψυχρὸν, ὁποίου μάλιστα δεῖται τά θ’ ἁπαλόσαρκα σώματα
8. καὶ τὰ κακόχυμα. γυναῖκές τε οὖν καὶ παῖδες καὶ τῶν τελείων
9. οἱ μαλακὴν ἔχοντες τὴν ἕξιν τοῦ σώματος, εἰσὶ δ’
10. οὗτοι καὶ λευκοὶ κατὰ τὸ χρῶμα, τῶν τοιούτων δέονται
11. φαρμάκων. ἑψηθὲν δ’, ὡς εἴρηται, μετὰ πλείονος ἐλαίου τε
12. καὶ ὕδατος οὕτως γίνεται δυσαπόπτωτον, ὡς μηδὲ λουομένων
13. ἀποῤῥεῖν. καὶ μέντοι καὶ συμφέρει τοῖς ἐπουλουμένοις ἕλκεσιν
14. ἐπιμένειν τὸ φάρμακον ἐφεξῆς ἡμερῶν πλεόνων, ἄμεινόν
15. τε γὰρ οὕτω καὶ θᾶττον ἐπουλοῦται. πρόδηλον δ’ ὅτι κνήσμασι
16. καὶ ἀποσύρμασι καὶ συνελόντι φάναι μικροῖς ἕλκεσιν
17. ἁρμόττει τὸ τοιοῦτον φάρμακον, ἐφ’ ὧν καὶ ἡ πάρυγρος
18. ὀνομαζομένη κηρωτὴ καὶ ἄλλαι τινὲς ὅμοιαι χρησιμώτεραι
1. τῶν ἰσχυρὰν δύναμιν ἐχόντων εἰσὶν, ὁποῖα τοῖς μεγάλοις
2. τραύμασιν ἐπιτίθεμεν. ὑπὲρ ὧν ἁπάντων τῆς καθόλου δυνάμεως
3. ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου γέγραπται,
4. καθ’ ὃ τοὺς γενικοὺς καὶ κοινοὺς λόγους, οὓς καθόλου καλοῦσιν,
5. ἐφ’ ἑκάστης διαφορᾶς ἕλκους, διῆλθον ἐπιδεικνὺς
6. ὁποίας τινὰς εἶναι προσήκει τὰς δυνάμεις τῶν ἰασομένων
7. αὐτὰ φαρμάκων, ἐνταυθοῖ δὲ τὰς κατὰ μέρος ὕλας διέρχομαι,
8. συμμετρίας τε τῶν μιγνυμένων ὁρίζων, ἐπιδεικνύς τε
9. τοὺς τρόπους ἐν οἷς σκευαζόμενα γενήσεται κάλλιστα. δι’
10. ὑδρελαίου μὲν οὖν ἡ λιθάργυρος, ὡς εἴρηται, σκευαζομένη τὴν
11. μὲν ἔμπλαστρον εὐαφεστάτην τε ἅμα καὶ δυσαπόπτωτον ἐργάζεται,
12. καὶ προσέτι λευκὴν ὀφθῆναι, δύναμιν ἔχουσαν ψυκτικὴν
13. μετρίαν, ᾗ χρωμένη καὶ κωλύει τὶ τοῖς ἡλκωμένοις
14. μορίοις ἐπιῤῥεῖν καὶ τὸ φθάσαν ἐπιῤῥυῆναι, πάλιν ἀποκρούεται
15. πρὸς τοὺς πέριξ τόπους, ὡς γίνεσθαι τὸ πρᾶγμα τοιοῦτον,
16. οἷον ὅταν ὕδατι ψυχρῷ διάβροχον ἐργασάμενοι σπόγγον
17. ἐπιθῶμέν τινι μορίῳ τοῦ σώματος. ἐκεῖνός τε γὰρ
18. ῥυσὸν καὶ προσεσταλμένον ἐργάζεται τὸν τόπον ὅλον, οὐ
1. μόνον ἀποκρουόμενος τὸ ἐπιῤῥέον, ἀλλὰ καὶ τὸ περιεχόμενον
2. ἐν αὐτῷ πρὸς τοὺς πλησιάζοντας ἐκθλίβων. ἥ τε νῦν
3. εἰρημένη κατὰ τὸν λόγον ἔμπλαστρος, οὐ κατὰ πρώτην δύναμιν,
4. ἀλλὰ κατὰ συμβεβηκὸς ξηραίνειν ἂν λεχθείη. κυρίως
5. μὲν γὰρ καὶ πρώτως τά τε διαφοροῦντα καὶ τὰ τὰς κράσεις
6. ὑπαλλάττοντα πρὸς τὸ ξηρότερον ὀνομάζεται ξηραίνοντα.
7. κατὰ συμβεβηκὸς δὲ καὶ τὰ διὰ ψύξιν, ἀναστέλλοντα
8. μὲν τὸ ἐπιῤῥέον, ἐκθλίβοντα δὲ τὸ περιεχόμενον. ὅλως δὲ
9. οὐδὲν τῶν ὑγραινόντων ἢ πρώτως ἢ κατὰ συμβεβηκὸς ὠφέλιμον
10. ἕλκεσίν ἐστιν, ὡς ἐν τῷ τρίτῳ δέδεικται τῆς θεραπευτικῆς
11. μεθόδου.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 1.6, ed. Kühn, 1827, vol. 13, p. 399-401. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:1.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩