12. Περὶ μὲν οὖν τῆς δι’ ὑδρελαίου
14. σκευαζομένης λιθαργύρου καὶ ταῦθ’ ἱκανά. μεταβῆναι
15. δὲ ἤδη καιρὸς ἐπὶ τὴν δι’ ὀξελαίου συντιθεμένην. συμμέτρως
16. μὲν οὖν ξηραντικὸν γίνεται τὸ φάρμακον, ἐὰν διπλάσιον
17. ἑκάτερον ᾖ τῆς λιθαργύρου τό τε ἔλαιον καὶ τὸ
18. ὄξος. ἐὰν δὲ καὶ παλαιὸν ᾖ τὸ ἔλαιον, ἔτι καὶ μᾶλλον ξηραίνει.
1. πλέον δὲ ἢ διπλάσιον ἑκάτερον αὐτῶν ἐμβληθὲν ἰσχυρότερον
2. ποιεῖ τὸ φάρμακον, ὥστε καὶ σύριγγας, ὅσαι μήπω
3. τύλον ἔχουσι σκληρὸν, ἰᾶσθαι. βάλλεται δὲ λιθαργύρου μὲν
4. ἓν μέρος, ἑκατέρου δ’ ἐκείνων δύο καὶ ἥμισυ. καὶ μέντοι
5. καὶ τριπλάσιον ἐνίοτε μίξας ἑκατέρου, δι’ ὅλης μὲν ἡμέρας
6. ἥψησα τὸ φάρμακον. ἐγένετο δὲ μέλαν μὲν, στίλβον δ’ ὁμοίως
7. ἀσφάλτῳ τῇ καλῇ. ξηραντικωτάτην δ’ ἔχει δύναμιν τοῦτο,
8. θεραπεύει τε ἕλκη δυσίατα καὶ σύριγγας οἵας εἶπον, ἐναίμων
9. τε τραυμάτων κολλητικὸν ὑπάρχει. ἑνὶ δὲ λόγῳ ξηραντικὸν
10. ἀδήκτως. διὰ τοῦτο οὖν καὶ τἄλλα πάντα ἕλκη θεραπεύει
11. τά τε μείζω καὶ τὰ μικρότερα, μέχρι συνουλώσεως.
12. ἄξιον δὲ καὶ ἄλλα τινὰ τῶν ἔργων αὐτοῦ διελθεῖν, ἃ τάχ’
13. ἂν οὐδὲ ἐλπίσειέ τις, ὅσον ἐπὶ τῷ τῆς ὕλης εὐκαταφρονήτῳ.
14. κριθέντος γάρ τινος ἐν πυρετῷ διὰ παρωτίδος ἐκπυησάσης,
15. ὑπελείφθη συρίγγιον, ὃ μετὰ μῆνας ἓξ τῆς ἀρχῆς ἐδείχθη
16. μοι κατ’ ἀγρόν. ἦν γὰρ ὁ παῖς υἱὸς γεωργοῦ περὶ τὴν πέντε
17. καὶ δέκα τὴν ἡλικίαν, τούτῳ δοὺς ἐπιτεθῆναι τῆς ἐμπλάστρου
1. ταύτης, ὅσον εἶχον ἑπόμενον, αὐτὸς μὲν ἐπανῆλθον
2. εἰς τὴν πόλιν, ἐν ἀσχολίαις πλείοσιν ἰατρικαῖς γενόμενος
3. ἐπελαθόμην τοῦ λαβόντος τὸ φάρμακον. ἀλλὰ μετὰ δύο
4. γε μῆνας ἧκεν ὑγιὴς, οὐ πάνυ τι ἐλπίσαντος ἐμοῦ
5. τοῦτο γενέσθαι. καθιέντων γὰρ ἡμῶν ὑείαν τρίχα διὰ τοῦ
6. συριγγίου, μέχρι τῆς διαρθρώσεως ἐφαίνετο προερχομένη,
7. κατὰ τύχην δὲ μετ’ ὀλίγας ἡμέρας ἄλλου μοι δειχθέντος παιδαρίου
8. τὴν ἡλικίαν ἄγοντος τὴν αὐτὴν τῷ πρόσθεν, ὁμοίαν
9. τε διάθεσιν ἔχοντος, ἐπέθηκα τῆς ἐμπλάστρου, καὶ συνέβη
10. καὶ τούτῳ τελέως ὑγιασθῆναι. μετὰ ταῦτα δὲ οὐκ ὀλίγους
11. ἐκ τῆς αὐτῆς διαθέσεως ἰασάμην τῷ φαρμάκῳ τούτῳ καὶ
12. παῖδας καὶ γυναῖκας καὶ νεανίσκους. εἰ τοίνυν καὶ ὑμεῖς
13. βούλεσθε χρῆσθαι πρὸς τὰ τοιαῦτα αὐτῷ, παλαιότατόν τε
14. τὸ ἔλαιον ἐμβάλλετε καὶ ὄξος δριμύτατον ἐξ οἴνου δηλονότι
15. μόνου γεγονὸς, οὐχ ὡς ἔνιοι σκευάζουσιν αὐτὸ μιγνύντες
16. ὕδωρ. ἔστω δὲ καθαρὸν ὡς ἔνι μάλιστα καὶ διαφανὲς τὸ
17. ὄξος. οὕτω γὰρ ἂν εἴη λεπτομερέστερόν τε καὶ βέλτιον εἰς
1. ἃ δεόμεθα. τούτῳ τῷ φαρμάκῳ καὶ μῦς ἐσκληρυσμένους
2. πολλάκις ἰασάμην.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 1.7, ed. Kühn, 1827, vol. 13, p. 401-404. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:1.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩