Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 1.8, ed. Kühn, 1827, vol. 13, p. 404-405. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:1.8

3. Ὑπόλοιπον οὖν μοι διελθεῖν περὶ
5. τῆς δι’ οἰνελαίου σκευαζομένης λιθαργύρου, τὰ μὲν τῆς συμμετρίας
6. ἐχούσης τὰ αὐτὰ τοῖς εἰρημένοις, ἀκολούθως τε τὰς
7. τῆς δυνάμεως ὑπεροχὰς τῷ πλήθει τῶν ὑγρῶν. καὶ γὰρ ἴσα
8. τὰ τρία βαλὼν ἐσκεύασα, καὶ διπλάσιον ἑκάτερον τῶν ὑγρῶν
9. τῆς λιθαργύρου καὶ πρὸς τῷ διπλασίονι ἔτι τὸ ἥμισυ προσθεὶς
10. καί ποτε καὶ τριπλάσιον. ἐσκεύασα δέ ποτ’ αὐτὸ
11. καὶ οὕτως. ὥρᾳ θέρους ἐν ἡλίῳ θερμῷ καθ’ ἑκάστην ἡμέραν
12. ἡ λιθάργυρος ἐτρίβετο μετ’ οἴνου Φαλερίνου καὶ τοῦτο
13. ἡμέραις ἐγένετο ιε΄. προσεπιχέοντός μου πάλιν οἶνον, εἰ διαφορηθεὶς
14. ἔτυχεν ὁ πρότερος. μετὰ δὲ τὰς εἰρημένας ἡμέρας
15. ἑψηθὲν τὸ φάρμακον ἱκανῶς ἐγένετο ξηραντικόν. ἐχρησάμην
16. δὲ αὐτῷ καὶ κατὰ τῶν ῥευματικῶν διαθέσεων ὁμοίως τῇ
17. φοινικίνῃ διατήκων ἐλαίῳ, καθάπερ ἐπ’ ἐκείνης προείρηται.
18. καὶ μηρὸν δὲ χρονίως ἐσκληρυσμένον ἰασάμην αὐτῷ καὶ κατὰ
1. τραυμάτων ἐναίμων ἐπέθηκα καὶ ἦν εἰς πάντα κάλλιστον.
2. ἔστω τοιγαροῦν ἐπ’ αὐτοῦ, κᾂν μὴ Φαλερῖνον ἔχῃ τις ἕτοιμον,
3. ἕτερος κιῤῥὸς μὲν τὴν χρόαν, λεπτὸς δὲ τὴν σύστασιν
4. ὡς διαυγεῖσθαι. τοιοῦτος δέ ἐστιν ὅ τ’ Ἀριούσιος ἐν τῇ Χίῳ
5. γεωργούμενος, ὅ τ’ εὐώδης πάνυ Λέσβιος, ἐν Μιτυλήνῃ μὲν
6. ὀλίγος, ἐν Ἐρεσσῷ δὲ καὶ Μηθύμνῃ πλείων τε καὶ βελτίων
7. ἅμα γινόμενος, ὅ θ’ ὅμοιος τῷ Φαλερίνῳ Τμωλίτης. ἔστι
8. δὲ καὶ οὗτος λεπτότατος καὶ διαυγὴς, κιῤῥὸς δὲ τὴν χρόαν
9. καὶ μετρίως γλυκὺς εὐώδης τε πάνυ. τούτῳ παλαιωθέντι εἰς
10. ἅπαντα χρῆσθαι δυνατόν ἐστιν, εἰς ἅπερ καὶ τῷ Φαλερίνῳ.
11. καὶ ἕτερος δ’ ἐστὶ Τμωλίτης οἶνος, ὅμοιος αὐτῷ κατὰ τὴν
12. χροιὰν καὶ τὴν σύστασιν, ἀλλ’ οὔτε γλυκὺς οὔτ’ εὐώδης.
13. ἔχει δέ τινα στύψιν, ἀπολειπόμενος δὲ τοῦ γλυκέος πολύ.
14. ταυτὶ μὲν οὖν ἑψομένης τῆς λιθαργύρου γίνεται φάρμακα.

Cliquer un n° de page pour en afficher l’image