ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ
ΤΩΝ ΚΑΤΑ ΓΕΝΗ ΒΙΒΛΙΟΝ Β.
1. Τῆς προκειμένης πραγματείας σκοπὸν
2. ἐχούσης σὺν τοῖς ἄλλοις καὶ τοῦτον, ὡς ἐὰν ἀπολέσωμέν
3. ποτε τὸ βιβλίον, ἐν ᾧ τῶν φαρμάκων οἷς χρώμεθα τὰς συνθέσεις
4. γεγραμμένας ἔχομεν, αὐτοὺς ἡμᾶς δύνασθαι συντιθέναι
5. παραπλήσια τοῖς ἀπολλυμένοις ἀναγκαῖόν ἐστι, πρῶτον
6. μὲν ἡμᾶς καθόλου τινὰ τύπον ὁδοῦ μεμαθηκέναι, δι’ ἧς
7. εὑρήσομεν ὃ προεθέμεθα. δεύτερον δὲ γεγυμνάσθαι κατὰ τὴν
1. ὁδὸν ταύτην ἐπὶ πολλοῖς τῶν κατὰ μέρος, εἰδότας ὅτι χωρὶς
2. τοῦ γυμνάσασθαι τὸ τοιοῦτο γυμνάσιον οὐδὲν τῶν ἔργων
3. ὀρθῶς περαίνεται. δεινὸν δὲ καὶ τὸ συμβὰν ἤδη τισὶν
4. ὧν ἐγὼ γινώσκω δυσὶν ἰατροῖν. ὁ μὲν γὰρ ὑπὸ λύπης ἐπὶ
5. τῇ τῶν τοιούτων γραφῶν ἀπωλείᾳ συντακεὶς ἀπέθανεν, ὁ
6. δὲ ἀπέστη τῶν ἰατρικῶν ἔργων. ὑπάρχει δὲ τοῖς γυμνασθεῖσιν,
7. ὡς ἐγὼ λέγω, πρὸς τῷ δύνασθαι συντιθέναι φάρμακα
8. χρήσιμα καὶ τὸ κριτικοῖς εἶναι τῶν γεγραμμένων τοῖς πρὸ
9. ἡμῶν ἰατροῖς, ἐπιτηδείως τε χρῆσθαι πᾶσι τοῖς ὑπ’ ἐκείνων
10. γεγραμμένοις, οἷς τ’ ἂν αὐτὸς εὕρῃ κατὰ τὴν διδαχθησομένην
11. μέθοδον. βέλτιον μὲν οὖν ἐστι τοῖς διὰ τῆς πείρας ἤδη
12. βεβασανισμένοις χρῆσθαι, μαθόντα τῆς χρήσεως αὐτῶν
13. τὴν μέθοδον, ἀλλ’ ὅπερ ἔφην, ἀνάγκη καταλαμβάνει
14. πολλάκις ἡμᾶς, ὡς καὶ τοῖς ἀπειράστοις αὐτοσχεδιάζοντας
15. χρῆσθαι. κατὰ μὲν οὖν τὸ πρὸ τούτου βιβλίον, ὅπως
16. ἄν τις ἐκ λιθαργύρου μόνης ἐμπλάστρους σκευάζοι, λέλεκται
17. ποτὲ μὲν ἔλαιον μόνον μιγνὺς, ποτὲ δ’ ὄξος ἢ οἶνον ἤ τινα
18. ταύτων, ἐξ ὁποίας τε συμμετρίας αὐτῶν ἔμπλαστρος δύναται
19. γίγνεσθαι λευκὴ προσηκόντως ἑψηθεῖσα. γίγνεσθαι δ’
1. ἔφαμεν ἐκ τούτων τῶν ἐμπλάστρων ἐνίας μὲν ἐπουλωτικὰς,
2. ἐνίας δὲ καὶ κολλητικὰς ἐναίμων τραυμάτων, ἐνίας δὲ φλεγμονῶν
3. τῶν μικρῶν θεραπευτικὰς, ἐνίας δὲ αὐτῶν καὶ τὰ
4. δυσεπούλωτα θεραπεύειν, ὁπόσα μὴ κακοήθη καί τινας ἐξ
5. αὐτῶν ὄγκους παρὰ φύσιν, ὅσοι μὴ μεγάλοι μηδὲ σκιῤῥώδεις
6. εἰσὶ διαφορεῖν. ἐγράφη δ’ οὐ μετὰ πολὺ τῆς ἀρχῆς ἐν
7. αὐτῷ καὶ ἡ ὑπ’ ἐμοῦ συντεθεῖσα ἔμπλαστρος, ἣν ὀνομάζω
8. φοινικίνην. ἐν τούτῳ δὲ τῷ βιβλίῳ τῷ νῦν ἡμῖν προκειμένῳ
9. περί τε τῶν χλωρῶν ἐμπλάστρων εἰρήσεται καὶ μηλίνων
10. καὶ κιῤῥῶν καὶ φαιῶν καὶ πυῤῥῶν, ἐν αἷς εἰσι καὶ αἱ
11. δίχρωμοι καλούμεναι, μεταξύ τε τούτων ἕτεραι τινὲς μὲν
12. ὠνομασμέναι, καθάπερ λευκομήλιναί τε καὶ μελάγχλωροι καὶ
13. ῥυπώδεις ἀερίζουσαί τε καὶ κυανίζουσαι, τινὲς δὲ καὶ παντάπασιν
14. ἀνώνυμοι. τὸ μὲν οὖν ἐφεξῆς ἀλλήλαις γράφειν τὰς
15. κατὰ δύναμιν ὁμοίας χρήσιμόν ἐστιν εἰς τὸ πλείοσιν ἐντυγχάνοντα
16. ἢ ἀναγινώσκοντα τὸ βιβλίον ἑλέσθαι τὴν ἐπιτηδειοτάτην
17. τῷ θεραπευομένῳ σώματί τε καὶ πάθει. τὸ δὲ
18. τὰς κατὰ χρόαν ὁμοίας ἀναγράφειν, οὐ κατὰ τεχνικὴν ὁμοιότητα
1. σκοπούντων ἐστὶν, ἀλλ’ ἐπεί τινες ἐνίοτε τῶν πολὺ
2. δυναμένων ἀνδρῶν κελεύουσιν ἡμᾶς ἔμπλαστρον αὐτοῖς μηλίνην
3. ποιῆσαι κολλητικὴν ἑλκῶν ἢ ἐπουλωτικὴν ἢ μαλακτικὴν
4. τῶν σκληρυνομένων ἤ τι τοιοῦτον ἐργάσασθαι δυναμένην,
5. ἠναγκάσθησαν ἔνιοι τῶν νεωτέρων ἰατρῶν ἐφεξῆς ἀλλήλων
6. γράφοντες ὁμοίας κατὰ χρῶμα προσγράφειν ἑκάστῃ
7. τὰς οἰκείας ἐπαγγελίας. ἐγὼ τοίνυν πειράσομαι μικτήν τινα
8. ποιήσασθαι τὴν διδασκαλίαν ἀπὸ τῆς τεχνικωτέρας ἀρξάμενος.
9. γράφω γὰρ πρῶτον μὲν τὰς σαρκωτικὰς τῶν κοίλων
10. ἑλκῶν, ὧν αἱ πλεῖσται χλωραὶ κατὰ χρόαν εἰσὶν, ἐπισημαινόμενος
11. ὅσαι τε κολλητικαὶ τούτων ὑπάρχουσι καὶ ὅσαι
12. τῶν κακοηθευομένων ἰατρικαὶ καί τι τῶν τοιούτων ἄλλο δυνάμεναι
13. διαπράττεσθαι. δευτέρας δὲ τὰς κολλητικὰς, οὐ μόνον
14. τῶν προσφάτων ἑλκῶν, ἀλλὰ καὶ τῶν κόλπων, ἐν αἷς
15. εἰσι καὶ μέχρι συνουλώσεως ἄγουσαι πολλαί. καὶ τούτων
16. ἁπασῶν ἕνα μὲν στίχον ποιήσομαι τῶν μηλίνων, ἕτερον δὲ
17. τῶν βαρβάρων ὀνομαζομένων, ἕτερον δὲ φαιῶν, ἐπί τε τῶν
18. ἄλλων χρωμάτων ὁμοίως. ἐρῶ δὲ καὶ καθ’ ἓν ἄλλο βιβλίον
1. ἄνευ χρωμάτων ὁμοιότητας, ὅσαι τὰ δυσεπούλωτα τῶν ἑλκῶν
2. θεραπεύουσιν, ἃ καὶ χειρώνεια καλοῦσι. καὶ μετὰ τοῦτο καθ’
3. ἕτερον βιβλίον, ὅσαι καὶ ταῦτα καὶ ἄλλ’ ἄττα πολύχρηστοι
4. λεγόμεναί τε καὶ οὖσαι. καὶ μετὰ ταύτας ἁπάσας ὅσον ὑπόλοιπόν
5. ἐστι τῶν κατὰ τὰς δυνάμεις ἐμπλάστρων ἐγνῶσθαι
6. μεθόδῳ διελθεῖν πειράσομαι. ταῦτα μὲν οὖν προείρηται κοινόν
7. τι προοίμιον ἁπασῶν τῶν προσγραφησομένων ἐμπλάστρων,
8. ἐπὶ δὲ τὰς ἐν τούτῳ τῷ βιβλίῳ γεγραμμένας μεταβήσομαι,
9. προτάξας αὐτῶν τινα λόγον κοινὸν, ὡς εἰ καὶ μηδὲν
10. ἤδη μοι προείρητο. φαρμάκων συνθέσεις παμπόλλων
11. ἀξίων ἐπαίνου πρῶτος ὧν οἶδα Μαντείας ὁ Ἡροφίλειος
12. ἔγραψεν, οὗ μαθητὴς γενόμενος Ἡρακλείδης ὁ Ταραντῖνος
13. οὐ μόνον ἐν τῇ τῶν φαρμάκων χρήσει φαίνεται μιμούμενος
14. ἐκεῖνον, ἀλλὰ καὶ κατὰ τὸ διαιτητικὸν μέρος τῆς τέχνης.
15. μεθ’ οὓς ἄλλοι μέν τινες ἐν πλείοσι βιβλίοις, ὥσπερ ὅ τε
16. Μαντείας καὶ Ἡρακλείδης. εἰσὶ δὲ καὶ οἱ καθ’ ἓν ἢ δύο
17. μόνα τὴν γραφὴν αὐτῶν ἐποιήσαντο, καθάπερ ὁ Καππαδόκης
18. Ἥρας, οὔτ’ ἀδόκιμον γράψας τι φάρμακον, οὔτε
1. τὰς σκευασίας αὐτῶν καταλιπὼν τάς τε κατὰ μέρος χρήσεις
2. ἁπάσας διελθών. πολλὰ δὲ φάρμακα γεγράφασιν ἐπιμελῶς
3. ἐν πλείοσι βιβλίοις ὅ τε Μούσας καὶ ὁ Ἀσκληπιάδης καὶ
4. ὁ Κρίτων. ὁ δ’ Ἀνδρόμαχος ἐν ἑνὶ μὲν βιβλίῳ τὰ τῶν ἐκτὸς
5. τοῦ σώματος ἰατρικὰ φάρμακα, καθ’ ἕτερον δὲ ἓν ἔγραψε
6. τὰ τῶν ἐντὸς, ὄντος καὶ τρίτου μικροτέρου τούτων ὀφθαλμικοῦ.
7. οὐ πρόσκειται δὲ ὀλιγίστων αὐτῶν ἥ τε σκευασία καὶ
8. ἡ χρῆσις. οὔτε δὲ τούτων τις οὔτε ἄλλος ἔγραψε τὸν λογισμὸν
9. τῆς συνθέσεως ἑκάστου τῶν φαρμάκων, καὶ διὰ τοῦτο
10. θαῤῥαλεώτερον οἱ ἀπὸ τῆς ἐμπειρίας ἀποφαίνονται, καίτοι
11. γε ἀδιανόητα λέγοντες, εἰς περίπτωσιν γὰρ ἀναφέρουσι τὴν
12. εὕρεσιν τῶν συνθέτων φαρμάκων. ἐθάῤῥησαν δὲ τῷ μηδένα
13. τῶν δογματικῶν ἰατρῶν διηρθρωμένως γεγραφέναι τὴν μέθοδον
14. τῆς συνθέσεως αὐτῶν. ὅταν γὰρ οἱ δογματίζοντες
15. ἐρωτώμενοι τὸν λόγον, ᾧ σύγκειται τῶν φαρμάκων ἕκαστον
16. οἷς χρῶνται, μηδὲν ἔχωσι λέγειν, ἀπολέσαντές τε τὰς γραφὰς
17. αὐτῶν ἀδυνατῶσιν αὐτοσχεδιάζειν ἑτέρας συνθέσεις, αὐτοί
18. τε εἰκότως καταφρονοῦνται, τούς τε ἐμπειρικοὺς ἐργάζονται
1. τολμηροτέρους εἰς ἀντιλογίαν. εἰ δ’ ἠπίσταντο τὴν ἑκάστου
2. πάθους ὧν θεραπεύουσι φύσιν ἐγίγνωσκόν τε μέθοδον, ὡς
3. ἐξ αὐτῆς ἐξευρίσκειν τόν τε σκοπὸν τῆς θεραπείας, ἑκάστου
4. τε τῶν ἁπλῶν φαρμάκων τὴν δύναμιν, οὐκ ἂν ἠγνόουν τὸν
5. λόγον τῆς συνθέσεως· οἷον αὐτίκα κοῖλον ἕλκος ἀπερίστατον,
6. οὐδὲν γὰρ χεῖρον, ὡς ἔνιοι καλοῦσι, συντόμου διδασκαλίας
7. ἕνεκεν οὕτως καὶ ἡμᾶς ὀνομάσαι, πῶς ἄν τις ἰάσαιτο
8. προκείσθω σκοπεῖν, ὡς εἰ καὶ μήπω μηδὲν εὕροιτο φάρμακον
9. ἐπιτήδειον εἰς αὐτό. διδαχθέντες γὰρ ὑπὸ τοῦ λόγου
10. τὴν τῶν κοίλων ἑλκῶν ἴασιν γίγνεσθαι γιγνομένης σαρκὸς
11. ἀντὶ τῆς ἀπολωλυίας ἑτέρας, ἐξ αὐτῆς δηλονότι βλαστανούσης
12. τῆς ὑποκειμένης σαρκὸς, ἐνενοήσαμεν ἀδύνατον εἶναι γενέσθαι
13. τοῦτο, ῥύπου κατὰ τὸ ἕλκος ἢ πολλῆς ὑγρότητος
14. ὑποκειμένης. ἀλλὰ τὸν μὲν ῥύπον ἀφαιρεῖ τὰ ῥυπτικὰ τῶν
15. φαρμάκων, τὴν δ’ ὑγρότητα διαφορεῖ τὰ ξηραντικά. χρὴ τοίνυν
16. ἐπίστασθαι τὰς ὕλας τῶν τοιούτων φαρμάκων, οὐχ
17. ἁπλῶς κατὰ γένος, ὡς Διοσκουρίδης ἄλλως ἔγραψεν, ἀλλ’
18. ὡς ἡμεῖς ἐποιήσαμεν ἐν ταῖς περὶ τῶν ἁπλῶν φαρμάκων,
1. οὐ μόνον γράψαντες ἤτοι θερμαίνειν ἢ ψύχειν ἤ τι τοιοῦτον
2. ἕτερον ἐργάζεσθαι τόδε τι τὸ φάρμακον, ἀλλὰ καὶ ὅτι
3. κατὰ τὴν πρώτην ἀπόστασιν ἢ δευτέραν ἢ τρίτην ἢ τετάρτην
4. τοῦ μέσου φάρμακον τοιοῦτον εἴη. καὶ πολλάκις γε ὅτι
5. κατὰ μεσοῦσαν ἑκάστην τούτων ἢ ἀρχομένην ἢ τελευτῶσαν,
6. ὡς εἶναι δώδεκα τάξεις τῶν κατ’ ἐπικράτειαν ἡντιναοῦν λεγομένων
7. φαρμάκων. ἐνίοτε μὲν γὰρ ἤτοι μετρίως θερμαίνοντος
8. ἢ ξηραίνοντος, ἐνίοτε δὲ σφοδρότατα ποιεῖν ὁτιοῦν τούτων
9. δυναμένου χρῄζομεν. ὁ δ’ ἁπλῶς ὅτι θερμανθῆναι δεῖται
10. τὸ μόριον ἐπιστάμενος οὐδὲν μᾶλλον αἱρήσεται λιβανωτοῦ
11. πέπερι καὶ νᾶπυ. ταῦτ’ οὖν εἴρηται μὲν ἡμῖν καὶ πρόσθεν,
12. εἴρηται δὲ κᾀν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου.
13. ὡς προεπισταμένους δ’ αὐτὰ μετ’ ἀποδείξεως τῆς προσηκούσης,
14. ἐπὶ τὰ λοιπὰ προάξω τὸν ἐνεστῶτα λόγον ἐντεῦθεν
15. ἀρξάμενος. ἐπειδὴ ξηραίνοντός τε καὶ ῥύπτοντος μετρίως
16. ἄνευ δήξεως ἐδείχθη δεόμενα τὰ σαρκωθησόμενα τῶν
17. ἑλκῶν, ἀναμνησθῆναι χρὴ τὴν ὕλην τῶν τοιούτων φαρμάκων
1. ἥτις ἐστί. δέδεικται δὲ ἐν τῇ περὶ τῆς τῶν ἁπλῶν
2. φαρμάκων δυνάμεως πραγματείᾳ, μετὰ τοῦ καὶ τὴν προσήκουσαν
3. ἑκάστου τάξιν εἰρῆσθαι. τοῦτο γὰρ, ὡς ἔφην, ἔστι
4. τὸ μάλιστα χρήσιμον, ὥστε ἐάν ποτε δέηταί τις ἰσχυροτέρου
5. φαρμάκου, γινώσκειν ἐφ’ ὃ μεταβήσεται, μὴ παρόντος δὲ
6. τῶν ἁπλῶν μηδενὸς, ἐπὶ τὸ σύνθετον ἐρχόμεθα. καὶ
7. πρῶτόν γε ὑποκείσθω κηρὸν ἔχειν ἡμᾶς καὶ ἰὸν, ἄλλο δὲ
8. μηδὲν τῶν ἁρμοττόντων ἄντικρυς ἕλκει κοίλῳ, λιβανωτὸν
9. λέγω καὶ ἴριν καὶ ἀριστολοχίαν, ἄλευρόν τε τὸ τῶν ὀρόβων
10. καὶ πάνακος ῥίζαν, ὅσα τ’ ἄλλα τοιαῦτα. γιγνώσκοντες οὖν
11. ὅτι κηροῦ μὲν ἐπιτεθέντος μόνου ῥυπαρὸν εὑρεθήσεται τὸ
12. ἕλκος, ὡς ἂν μήτε ῥύπτειν μήτε ξηραίνειν δυναμένου, δηχθήσεται
13. δὲ καὶ διαβρωθήσεται καὶ φλεγμανεῖ προσαχθέντος
14. ἰοῦ. τούτων μὲν ἑκάτερον παραιτησόμεθα, μέσον δ’ ἐξ
15. ἀμφοῖν ἄλλο ποιήσομεν, ἀσθενέστερον μὲν ἢ κατὰ τὸν ἰὸν,
16. ἰσχυρότερον δὲ κηροῦ. ἀλλ’ ἐπεὶ βραχὺ μὲν ἀπολείπεται τοῦ
17. χρησίμως ἂν προσαχθέντος ὁ κηρὸς, ὁ δ’ ἰὸς ὑπερβάλλει
18. πολὺ, πολλῷ τῷ κηρῷ μίξομεν ὀλίγον ἰοῦ. πόσον οὖν πόσῳ;
1. τοῦτο γὰρ ἐφεξῆς εἰπεῖν ἐστιν, ἀκριβῶς μὲν οὐχ οἷόν τε τὸ
2. πόσον εὑρεῖν ἑκατέρου πρὸ τῆς πείρας, στοχάσασθαι δὲ
3. οἷόν τε καὶ κρῖναι καὶ συνθεῖναι τὴν πρώτην, μηδεμίαν ἀποτυχίαν
4. ἀξιόλογον ἕξον φάρμακον, ὥσπερ ἐγώ ποτ’ ἐποίησα
5. κατά τινα κώμην, ἐν ᾗ μήτ’ αὐτὸς εἶχόν τι φάρμακον ἑπόμενον,
6. ἄλλος τε οὐδ’ ηὐπόρει τῶν κατ’ αὐτὴν, εὗρόν τε μόνα
7. τῶν ἐπιτηδείων εἰς σύνθεσιν ἰὸν καὶ κηρόν. ἀναλαβὼν δ’
8. ἀμφότερα καὶ τήξας ἐπὶ πυρὸς τὸν κηρὸν σὺν ἐλαίῳ ῥοδίνῳ,
9. ὡς γενέσθαι κηρωτὴν ὑγρὰν, ἔμιξα τῇ λίτρᾳ τῆς κηρωτῆς
10. οὐγγίαν μίαν ἰοῦ, τουτέστιν τὸ δωδέκατον μέρος. ἐνενόησα
11. γὰρ ἢ τὸ δέκατον ἢ τὸ ιβ΄. μῖξαι τὸ πλέον μὲν ὑποπτεύσας,
12. ὡς δριμύτερον ἐσόμενον τοῦ κηροῦ, τὸ δ’ ἔλαττον, ὡς
13. ἀσθενέστερον. ἐλθόντες δὲ εἰς πεῖραν τοῦ συντεθέντος ἐφάνη
14. καὶ τὸ δέκατον καὶ τὸ δωδέκατον ὀρθῶς μιγνύμενα κατὰ
15. τὰς διαφορὰς τῶν σωμάτων. ὑπεδείχθη γὰρ ἡμῖν, ὅπερ καὶ
16. διὰ τῆς πείρας μαρτυρεῖται, τὰ μὲν ἰσχυρὰ σώματα φαρμάκων
17. ἰσχυροτέρων ἀνεχόμενα, τὰ δ’ ἀσθενέστερα μὴ φέροντα
18. τὴν τῶν τοιούτων προσφοράν. ἰσχυρότερα δὲ λέγω σώματα
1. τὰ ξηρότερα ταῖς κράσεσιν, ὁποῖα τά τε τῶν γεωργῶν ἐστὶ
2. καὶ ναυτῶν καὶ κυνηγετῶν. ἀσθενέστερα δὲ τὰ μαλακώτερα
3. κατὰ φύσιν ἢ ἔθος, ὁποῖα τὰ τῶν γυναικῶν, εὐνούχων τε
4. καὶ παίδων, ὅσοι τ’ εἰσὶν ὑγροὶ φύσει ταῖς κράσεσι λευκὸν
5. καὶ μαλακὸν ἔχοντες τὸ σῶμα. τὰ μὲν οὖν σκληρὰ σώματα
6. πλέονος ἰοῦ τῇ κηρωτῇ μιγνυμένου σαρκοῦται, τὰ μαλακὰ
7. δὲ ἐλάττονος. ὅθεν, ὡς εἴρηται πολλάκις, ἓν φάρμακον ἀδύνατόν
8. ἐστι πᾶσιν ἁρμόττειν σώμασιν, ἀλλὰ χρὴ μέσον μὲν
9. εἶναι τὸ φάρμακον, ὡς πρὸς τὴν μέσην κρᾶσιν ἡρμοσμένον,
10. ἄγεσθαι δ’ ἐφ’ ἑκάτερα τῇ καθ’ ἑκάστην ἡμέραν χρήσει κρινόμενον.
11. ἐὰν μὲν γὰρ φαίνηται τὸ δέον εἰργασμένον, ἐπιμένειν
12. αὐτῷ προσήκει. ἐὰν δ’ ἐλλιπέστερον, αὐξάνειν αὐτοῦ
13. τὴν δύναμιν, ὥσπερ γε καὶ καθαιρεῖν, ἡνίκα περαιτέρω τοῦ
14. προσήκοντος ἐνήργησεν. οἷον ἐπ’ αὐτοῦ τοῦ προκειμένου διὰ
15. τῆς κηρωτῆς καὶ ἰοῦ φαρμάκου, σκοπεῖσθαι πότερον ἐσαρκώθη
16. τὸ ἕλκος ἢ σὰρξ μὲν οὐκ ἐγεννήθη, ῥυπαρὸν δὲ εὑρέθη
17. καὶ μεστὸν ὑγρότητος, ἢ πρὸς τῷ μὴ σεσαρκῶσθαι
1. δήξεώς τις αἴσθησις ἐγένετο τῷ κάμνοντι, καὶ θερμότερον ἢ
2. ἐρυθρότερόν γε τὸ ἡλκωμένον ἐφάνη. ἐὰν μὲν οὖν ἀσθενέστερον
3. φανεῖται, μίξει μέλιτος ἢ ἰοῦ τὴν δύναμιν αὐτοῦ
4. παραυξήσεις, ἐὰν δ’ ἰσχυρότερον, ἔλαιον ἢ ῥόδινον μίξεις
5. μαλάττων τὸ μέλλον ἀναλαμβάνεσθαι τοῖς μοτοῖς φάρμακον.
6. ἐπὶ καιροῦ μὲν ἥ τε κηρωτὴ καὶ ὁ ἰὸς οὕτω μίγνυται, καθάπερ
7. ἔφην ὑπ’ ἐμοῦ μιχθῆναί ποτε. παρασκευὴ δ’ ἔστω
8. τοῖς ἰατρεύουσιν ἐμπλάστρου γεγονυίας ἣν ἀπὸ τῆς χρόας
9. ὀνομάζουσι χλωρὰν, ἱκανῆς μὲν καὶ τὰ πρόσφατα τραύματα
10. θεραπεύειν, ὅσα μὴ μεγάλα, δυναμένης δὲ καὶ διὰ ῥοδίνου
11. τήκεσθαι πρὸς σύστασιν ἐμμέσου φαρμάκου. δεήσει δ’
12. αὐτὴν ἔχειν τι καὶ ῥητίνης, ἤτοι τῆς κολοφωνίας τε καὶ
13. φρυκτῆς ὀνομαζομένης ἢ τῆς τερμινθίνης. εἴρηται δὲ ὅτι τῇ
14. τερμινθίνῃ παραπλησία πώς ἐστιν ἡ λάριξ ὀνομαζομένη. στοχαστικὴ
15. δὲ κᾀνταῦθα τῆς μίξεως αὐτῶν ἐστιν ἡ ποσότης.
16. ἐὰν μὲν γὰρ πλέον ἢ προσήκει μίξωμεν τῆς ῥητίνης, ἐν τῷ
17. μαλάττεσθαι διὰ τῶν χειρῶν φαίνεται μαλακὸν, εἰς ὀθόνην
18. δὲ ἐμπλασθὲν ὀλίγον ὕστερον ὡς δέρμα σκληρὸν ἔσται,
1. ῥᾳδίως ἀποπῖπτον τοῦ σώματος. ἐὰν δὲ ἔλαττον τοῦ συμμέτρου
2. μιχθῇ τῷ κηρῷ τῆς ῥητίνης, οὐχ ἕξει τοῦτο δὴ τὸ
3. καλούμενον ἐχέκολλον, ὡς ἑλκόμενον ἐπὶ πλέον ἐκτείνεσθαι,
4. πρόδηλον δ’ ὅτι κᾂν ἐπιτεθῇ κατά τινος μορίου, δυσκόλλητον
5. ἔσται καὶ τάχος ἀποπῖπτον αὐτοῦ. τίς οὖν ἡ σύμμετρος
6. μίξις, ὡς πρὸς ἐμπλαστρώδη σύστασιν; εἰ μὲν ἐμοὶ πείθοις
7. τὸ ἴσον ἑκατέρου. μήτε δὲ ὁ κηρὸς ἔστω ξηρὸς καὶ
8. παλαιὸς μήτε ἡ ῥητίνη. κάλλιστα γὰρ οὕτως ἡ σύστασις γίγνεται
9. τοῦ μιχθέντος ἐξ αὐτῶν, ἐὰν ἀμφότερα λιπαρὰ καὶ
10. μαλακὰ παραλαμβάνηται. εἰ δ’ ὑπερβάλλοι θάτερον, ἄμεινον
11. ἀεὶ τὴν ῥητίνην ἐπικρατεῖν, ὥστε ἔνιοι καὶ διπλασίαν στακτῷ
12. τῷ κηρῷ μιγνύουσιν.