4. Πρὸς χοιράδας
5. τοῦ Ἥρα. αἱ ὑφ’ Ἥρα γεγραμμέναι κατὰ λέξιν οὕτως. μηλίνη
6. πρὸς τοὺς παλαιοὺς κόλπους, κᾂν ὦσιν εἰς τὰ κενὰ
7. συντετρημένοι. ἡ δ’ αὐτὴ καὶ διαφορεῖ χοιράδας τὰς ἐπὶ
8. τῶν παίδων ἄρτι συστάσας, ποιεῖ καὶ πρὸς τὰ ἐσπαραγμένα
9. τῶν ἄρθρων. ♃ λιθαργύρου χρυσίτιδος δραχ. ρ΄. ῥητίνης πιτυΐνης
10. ξηρᾶς δραχ. ρ΄. κηροῦ Ποντικοῦ δραχ. ιβ΄. καὶ τετρώβολον,
11. ἐλαίου κοτύλης ἥμισυ, οἴνου Φαλερίνου κοτύλης ἥμισυ, ἡ
12. λιθάργυρος μετὰ τοῦ οἴνου λεαίνεται ἕως ἂν ξηρανθῇ, εἶθ’
13. οὕτως ἕψεται σὺν τῷ ἐλαίῳ ἕως μεταβαλῇ, καὶ τότε μίγνυται
14. ῥητίνη καὶ ὁ κηρὸς καὶ ἕψεται ἕως ἂν μὴ μολύνῃ. ἡ
15. Μενοιτίου χρυσίζουσα, ποιοῦσα πρὸς τοὺς ἁπαλοχρῶτας καὶ
16. μάλιστα εὐνούχους. ἁρμόζει δὲ ἐπὶ ἀποσυρμάτων καὶ παντὸς
17. ἕλκους παλαιοῦ καὶ προσφάτου καὶ κατακαυμάτων. ἔστι
18. δὲ μάλαγμα, διαφορεῖ φύματα, παρωτίδας, χοιράδας, σκληρίας
1. πάσας, ποιεῖ καὶ πρὸς ῥαγάδας καὶ κονδυλώματα, λίαν
2. καλή. ♃ λιθαργύρου δραχ. ρ΄. ἐλαίου παλαιοῦ δραχ. ρ΄. ῥητίνης
3. πιτυΐνης ξηρᾶς δραχ. ν΄ ἢ ρ΄. κηροῦ δραχ. ν΄. ἕψε τὴν λιθάργυρον
4. καὶ τὸ ἔλαιον ἕως ἂν ἄρξηται συστρέφεσθαι καὶ ἀπόδος
5. ῥητίνην λείαν, τακείσης δὲ ταύτης κηρόν. καλῶς δὲ ἔχουσαν
6. κατέρασον εἰς θυείαν προκεχρισμένην ἐλαίῳ καὶ ἀνατρίψας
7. ἀνελοῦ. ἔστι δὲ ἐχέκολλος καὶ ἀμόλυντος. ἡ Ὑγιεινοῦ εἰς
8. πολλὰ εὔχρους, ποιοῦσα ἐπὶ τῶν δυσεπουλώτων καὶ ἐπὶ
9. παρωνυχιῶν. ταύτης καλλίων ἔμπλαστρος οὐκ ἔστι. λιθαργύρου
10. χρυσίτιδος μνᾶ α΄. κηροῦ μνᾶ α΄. χαμαιλέοντος μέλανος
11. ῥίζης δραχ. λστ΄. ἰοῦ ξυστοῦ δραχ. ιη΄. χρυσοκόλλης δραχ. μ΄.
12. ἐλαίου παλαιοῦ κοτύλαι γ΄. λιθάργυρον, ἔλαιον ἕψε μαλακῷ
13. πυρὶ, ἕως ἄρξηται ἀναζεῖν, εἶτα ἔμπασσε τὸν ἰὸν, ἄρας
14. ἀπὸ τοῦ πυρὸς καὶ κίνει πάλιν ἕψων, ἕως τὸ χρῶμα τὸ
15. ἴδιον ἀπολάβῃ, εἶτα κηρόν. ὅταν δὲ καλῶς ἔχῃ, χρυσοκόλλαν
16. καὶ χαμαιλέοντα, κατεράσας δὲ εἰς θυείαν ὄξος ἐπίῤῥαινε.
1. πρὸς μὲν οὖν τὰ προειρημένα ποιεῖ καὶ τῆς χρυσοκόλλης
2. παραπεπλεγμένης. χωρὶς μέντοι ταύτης παρηγορικωτάτη ἐστὶ
3. καὶ ἄκρως ποιοῦσα πρὸς τὰ τῶν νεύρων νύγματα καὶ ὅπου
4. τι ἀναπλεῦσαι ἀπὸ μυῶν ἢ νεύρων δεῖ. τούτων τῶν τριῶν
5. ἐμπλάστρων, ἃς ὁ Ἥρας ἔγραψεν, ἡ πρώτη δι’ οἴνου σκευάζεταί
6. τε καὶ λέγεται. καὶ πολλοὶ τῶν ἡμετέρων διδασκάλων
7. τε καὶ φίλων αὐτῇ χρῶνται, χωρὶς ἰοῦ δηλονότι σκευαζομένῃ,
8. γεγραμμένῃ δὲ καὶ ὑπὸ Ἀνδρομάχου καὶ σχεδὸν ὑπὸ
9. πάντων τῶν συνθέντων ἐμπλάστρους ποικίλας. οἱ μὲν οὖν
10. πολλοὶ σκευάζοντες αὐτὴν ἀμελῶς εὐκαταφρόνητον ποιοῦσι
11. τὸ φάρμακον. ἔστι δὲ κάλλιστον, ἐὰν, ὡς γέγραπται, δι’ οἴνου
12. Φαλερίνου σκευασθῇ. μὴ παρόντος δὲ τούτου κιῤῥὸν οἶνον
13. χρὴ βάλλειν παλαιὸν, λεπτὸν τῇ συστάσει, καθόλου ἐγχωρεῖ
14. κιῤῥὸν τοῦτον ὑπάρχειν. ἴδιον γὰρ τῶν λευκῶν τὸ
15. διαφανές. εἰσὶ δὲ κιῤῥοὶ κάλλιστοι παρ’ ἡμῖν ἐν Ἀσίᾳ ὅ τε
16. Τμωλίτης καλούμενος καὶ ὁ Λέσβιος καὶ ὁ ἐνδοξότατος
17. παρὰ τοῖς παλαιοῖς Ἀριούσιος ὁ ἐν Χίῳ γεννώμενος, ᾧ
18. πάντες ἐχρῶντο πρὸς τὰ κάλλιστα τῶν φαρμάκων καὶ μάλιστα
1. τὰς ἀντιδότους, ὥσπερ νῦν τῷ Φαλερίνῳ. τοιοῦτον οὖν
2. οἶνον ἐὰν βάλλωμεν εἰς τὴν λιθάργυρον ἐν τοῖς ὑπὸ κύνα
3. καύμασιν ἢ ἄλλως ἐν ἡλίῳ θερμῷ, εἶτα τρίβωμεν, ἢ καὶ χωρὶς
4. ἡλίου πολλῷ χρόνῳ τρίψωμεν, ὡς ξηρανθῆναι τὸ ὑγρὸν,
5. αὐτήν τε καταλειφθῆναι τὴν λιθάργυρον ἢ παντελῶς ἄνικμόν
6. τε καὶ ξηρὸν ἢ ἐγγύς τι ταύτης, ἄριστον γίγνεται τὸ
7. φάρμακον. ἐσκεύαζε δὲ αὐτὴν εἷς τῶν ἐμῶν διδασκάλων
8. μετὰ τὸ παρασκευασθῆναι ξηρὰν, ἐν οἴνῳ Φαλερίνῳ τετριμμένην,
9. ᾧδέ πως. τὸ μὲν ἔλαιον ἐν ἑτέρῳ, τὸν δὲ οἶνον ἐν
10. ἑτέρῳ ἀγγείῳ θερμαίνων κατὰ βραχὺ κατέχει τῆς λιθαργύρου,
11. ποτὲ μὲν ἐπὶ τὸν οἶνον καὶ καλῶς λειώσας καὶ ἀναμίξας
12. ἐπέβαλε τοῦ ἐλαίου, ποτὲ δὲ ἀπὸ τοῦ ἐλαίου ἀρξάμενος
13. ἐπὶ τὸν οἶνον μετέβαινεν. ἐναλλὰξ δὲ τοῦτο ποιῶν
14. πολλάκις ἑκάτερον ἐξεδαπάνα καὶ οὕτως εἰς κακκάβην κατεράσας
15. ἐκ τῆς θυείας ἐπέβαλλε τὴν πιτυΐνην ῥητίνην, ἣν
16. ἰδίως καλοῦσι φύσημα, λελειωμένην ἀκριβῶς, εἶτα τὸν κηρὸν,
17. καὶ ἥψει κατὰ βραχὺ μέχρις ἀμολύντου. ἐχρῆτο δ’ αὐτῇ καὶ
18. ἐπὶ κόλπων, προχρίων αἵματι περιστερᾶς, οὐ τῶν κατοικιδίων,
1. ἀλλὰ τῶν βοσκάδων καλουμένων ὑπό τινων εἰς
2. τοὺς πύργους, οὓς παρ’ ἡμῖν κατασκευάζουσιν ἐν τοῖς ἀγροῖς.
3. ἔνιοι δὲ ταύτας ἀγρίας ὀνομάζουσιν. ὡσαύτως δὲ κατὰ μεγάλα
4. τραύματα πρόσφατα διαχρίων αἵματι περιστερᾶς τοιαύτης
5. ἐπετίθει τὸ φάρμακον θαῤῥῶν αὐτῷ σφόδρα. τοῦ
6. δὲ οἴνου κοτύλην ἐνέβαλλε μίαν καὶ ἡμίσειαν, οὐχ ὡς ὁ
7. Ἥρας τε καὶ Ἀνδρόμαχος, ἥμισυ μόνον τῆς κοτύλης· καὶ
8. κατὰ τοῦτο βέλτιον πολὺ τὸ φάρμακον ἐγίγνετο. βουληθεὶς
9. δὲ εὐῶδες αὐτὸ ποιῆσαι, μίξεις ὀποπάνακος ἡμιούγγιον, ὅπερ
10. ἐστὶ δραχ. δ΄. ἔμβαλλε δὲ χάριν τῆς εὐχροίας τὸν λευκὸν κηρὸν
11. τὸν Ποντικόν. τὸ φάρμακον τοῦτο καὶ μέχρι συνουλώσεως
12. ἄγει καλῶς τὰ ἕλκη.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 2.10, ed. Kühn, 1827, vol. 13, p. 511-515. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:2.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩