Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 2.12, ed. Kühn, 1827, vol. 13, p. 517-521. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:2.12

10. Ἔνιαι μὲν ἐκ τῆς αὐτῆς ὕλης σύγκεινται
12. ταῖς τὸν ἰὸν ἐχούσαις μηλίναις, ὡς καὶ πρόσθεν ἔφην,
13. ἑνὶ μόνῳ διαφέρουσαι τῷ μέχρι πλείονος ἡψῆσθαι. πᾶσαι
14. γὰρ διὰ τὸν ὠμὸν ἰὸν χλωραὶ μήλιναι μὲν γίγνονται μετρίως
15. ἑψηθέντος αὐτοῦ, κιῤῥαὶ δὲ πλέον. εὔδηλον οὖν ὅτι
16. πλέον ἔλαιον ἀναγκαῖόν ἐστιν ἔχειν τὰς μηλίνας τε καὶ τὰς
17. κιῤῥὰς τῶν χλωρῶν, εἰ καὶ πάντα τὰ ἄλλα ἔχοιεν ταὐτά.
18. καὶ διὰ τοῦτο ἐμβάλλειν προσήκει τῇ κακκάβῃ πρῶτον μὲν 
1. τὴν λιθάργυρον ἄχρι γλοιώδους συστάσεως ἑψηθησομένην,
2. ἐφεξῆς δὲ τὸν ἰὸν, καὶ μετ’ αὐτὸν, εἴ τι τῶν μεταλλικῶν
3. ἐμβάλλοιτο, καθάπερ ὁ κεκαυμένος χαλκὸς καὶ ἡ λεπὶς αὐτοῦ,
4. κᾀπειδὰν παχυνθῇ, τηνικαῦτα κηρὸν καὶ ῥητίνην, εἰ
5. καὶ ταῦτα λαμβάνοι τὸ φάρμακον, ἐπὶ τέλει δὲ λιβανωτόν
6. τε καὶ σμύρναν καὶ ἀλόην ὅσα τ’ ἄλλα τοιαῦτα, καθάπερ
7. τὴν ἐνδοξοτάτην τῶν κιῤῥῶν, ἣν ὀνομάζουσι διὰ δικτάμνου
8. τῶν ἱερῶν ὀνομαζομένων καὶ αὐτὴν, ὥσπερ ἡ ἴσις, ἐπειδή
9. φασιν αὐτὰς ἐκ τῶν ἱερῶν τῶν ἐν Αἰγύπτῳ κομισθῆναι.
10. πολύχρηστος μὲν οὖν ἐστιν αὕτη καὶ διὰ τοῦτο κατὰ τὸν
11. ἑξῆς λόγον ἅμα τοῖς πολυχρήστοις γεγράψεται. νυνὶ δὲ περὶ
12. τῶν ἄλλων κιῤῥῶν, ὅσαι τ’ ἀκριβῶς ἁπλαῖ καὶ ὅσαι μεταξὺ
13. τούτων τε καὶ τῶν πολυχρήστων εἰσὶ, τὸν λόγον ποιήσομαι.
14. καθάπερ οὖν ἁπλαῖ χλωραὶ διὰ κηροῦ τε καὶ ῥητίνης
15. ἐλαίου τε καὶ ἰοῦ συνετίθεντο, κατὰ τὴν εἰρημένην ἐπ’ αὐτῷ
16. συμμετρίαν, οὕτως αἱ κιῤῥαὶ προσλαβοῦσαι λιθάργυρον
17. ἐλαίου τε πλέον ἢ αἱ χλωραὶ τὴν σύνθεσιν ἔχουσιν. ἐὰν
18. μὲν οὖν ἐπὶ πλέον ἑψηθῆναι βουληθῇς τὴν ἔμπλαστρον,
1. αὐξήσεις τε τὸ ἔλαιον, ἕξεις τε τὸ φάρμακον ξηραντικώτερον,
2. καὶ διὰ τοῦτο τῶν ἐναίμων τραυμάτων κολλητικώτερον·
3. ἐὰν δὲ συμμέτρως, ἀρκεῖ τοσοῦτον εἶναι τὸ ἐλαίου μέτρον,
4. ὅσον σταθμὸν τῆς λιθαργύρου. λίτραν γὰρ ἐλαίου
5. τὴν Ῥωμαϊκὴν μετρήσαντες εἰς λίτρας λιθαργύρου τὴν σταθμικὴν
6. ἐμβαλοῦμεν. ἐὰν δὲ ἐπὶ πλέον ἑψηθῆναι βουλώμεθα
7. τὸ φάρμακον, οὐ μόνον μίαν καὶ ἡμίσειαν ἐλαίου λίτραν
8. ἐμβαλοῦμεν, ἀλλὰ καὶ δύο καὶ πλείους. ξηραντικώτεραι δὲ
9. τῶν οὕτως σκευαζομένων κιῤῥῶν ἐμπλάστρων εἰσὶν ὅσαι
10. μηδ’ ὅλως ἔχουσι ῥητίνην καὶ κηρὸν, ἀλλὰ διὰ τῶν μεταλλικῶν
11. καλουμένων μόνον σύγκεινται, καθάπερ ἄλλοι τέ τινες
12. τῶν ἔμπροσθεν ἔγραψαν τοιαύτας, ᾗ τε ἐγὼ χρῶμαι διὰ
13. παντὸς ὑπ’ ἐμοῦ συντεθείσῃ, κατὰ τόνδε τὸν τρόπον ἑψομένῃ.
14. τὴν λιθάργυρον μετὰ τοῦ ἐλαίου προεψήσας ἐπεμβάλλω
15. τὰ μεταλλικὰ λελειωμένα μετὰ ὄξους καὶ οὕτως ἕψω ἄχρις
16. ἀμολύντου. βάλλω δὲ τοῦ μὲν ἐλαίου λίτρας δ΄. ὅσῳ δ’ ἂν
17. ᾖ παλαιότερον, τοσούτῳ ἔσται βέλτιον, καὶ μᾶλλον ἐὰν ᾖ
18. Σαβῖνον. τῆς λιθαργύρου δὲ 𐆃 γ΄. καὶ ὄξους δριμυτάτου
1. λίτρας β΄. μεταλλικὰ δὲ τρία τάδε, λεπίδα χαλκοῦ
2. μέλανος ἰοῦ τε καὶ χαλκίτιδος, ἴσον ἑκάστου σταθμὸν ἀνὰ
3. οὐγγίας β΄. ὅπερ ἐστὶ δραχμαὶ ἑκκαίδεκα. παλαιὸν δ’ ὅταν
4. ᾖ τὸ ἔλαιον καὶ παχὺ διὰ τὴν παλαιότητα, τέτταρας καὶ
5. ἥμισυ λίτρας ἐμβάλλῃς, ἐγὼ δὲ καὶ ε΄. ποτὲ καὶ διὰ τοῦτο
6. ἐνέβαλον ὄντος χειμῶνος. ἴσμεν γὰρ ὅτι πλεῖον ἐν χειμῶνι
7. βάλλεται τὸ ἔλαιον ἤπερ ἐν θέρει. προεψήσεις δὲ δηλονότι
8. τὴν λιθάργυρον ἄχρι γλοιώδους συστάσεως. ἐὰν δὲ καὶ κίκινον
9. ἔχῃς ἔλαιον, ἀντὶ τοῦ παλαιοῦ ἔμβαλλε αὐτό. τοῦτο
10. τὸ φάρμακον ἔναιμα τραύματα κολλᾷ ῥᾳδίως καὶ μᾶλλον
11. ἐπὶ τῶν σκληρῶν σωμάτων ἤπερ ἁπαλῶν τε καὶ γυναικωδῶν
12. καὶ παιδίων, ὁποῖα καὶ τὰ τῶν εὐνούχων ἐστὶν, ἀνιέμενόν
13. τε δι’ ἐλαίου κικίνου ἢ παλαιοῦ, καὶ ἔμμοτον ἐπιτιθέμενον
14. θαυμαστὸν ὅπως πέττει τὰ δυσιατότατα τῶν ἑλκῶν,
15. ὅσα μηδ’ ὅλως πῦον. ἐργάζεται. κολλᾷ δὲ καὶ κόλπους καὶ
16. σύριγγας προστέλλει καὶ ξηραίνει καὶ κλείει τελέως. καὶ ὅταν
17. γε ταῦτα καλῶς ἐργάζεσθαι βουληθῇς αὐτὸ, δι’ ὄξους δριμυτάτου
18. τὰ μεταλλικὰ τρῖψον ἡμέραις πλείοσι καὶ μᾶλλον
1. ἐν ἡλίῳ. καὶ τὴν λιθάργυρον δ’ ὡσαύτως τρίψας καὶ ξηράνας,
2. εἶτα μίξας τῷ ἐλαίῳ καθ’ ὃν εἴρηται τρόπον ἕψε.
3. πρὸς μέντοι τὰ δυσεπούλωτα τῶν ἑλκῶν οὐκ ἀναγκαῖον
4. οὕτως κατειργάσθαι τὰ μεταλλικὰ καὶ τὴν λιθάργυρον
5. ἐν τῇ τρίψει. καὶ γὰρ καὶ χωρὶς τούτων ἐπουλωτικώτερον
6. γίνεται. προσέμβαλλε δ’ αὐτῷ τηνικαῦτα καὶ διφρυγοῦς
7. οὐγγίαν καὶ χρυσοκόλλης οὐγγίαν. βάλλεται δὲ οὐχ ἅμα
8. τῇ λεπίδι καὶ τῷ ἰῷ ταῦτα, καθάπερ οὐδ’ ὅταν ἑφθὸν ἤδη
9. τελέως ᾖ τὸ φάρμακον, ἀλλ’ ἐν τῷ μεταξὺ καιρῷ. τοσαύτης
10. γὰρ ἑψήσεως δεῖται τὰ τοιαῦτα τῶν φαρμάκων, ὡς ἀκριβῶς
11. ἑνωθῆναι τοῖς προϋπάρχουσιν, ὃ διὰ συμμέτρου γίγνεται
12. χρόνου μήτε λίαν πολὺ πρὸ τῆς ἄρσεως τῆς κακκάβης μήτ’
13. ἐγγὺς αὐτῆς. καὶ μόνη μὲν οὖν ἡ ἔμπλαστρος αὕτη σύριγγάς
14. τε καὶ κόλπους καὶ τὰ μεγάλα τραύματα κολλᾶν ἐστιν ἱκανή.
15. συνεργεῖ δ’ αὐτῇ καὶ σπόγγος καινὸς μὴ σκληρὸς, οἴνῳ παλαιῷ
16. βεβρεγμένος. ἡ δ’ ἐπίδεσις ἐπὶ τῶν κόλπων, ἀπὸ τοῦ πυθμένος
17. γιγνέσθω πρὸς τὸ στόμιον ἀφικνουμένου τοῦ ἐπιδέσμου,
18. καθότι δηλωθήσεται σαφέστερον ἐν τῷ περὶ συρίγγων λόγῳ.

Cliquer un n° de page pour en afficher l’image