1. Εἴτ’ ἐπουλωτικὰς
2. εἴτε συνουλωτικὰς ἐθέλεις ὀνομάζειν τὰς οὐλὴν ποιούσας
3. ἐμπλάστρους, ὡσαύτως δὲ καὶ τἄλλα φάρμακα τά τ’
4. ἐπίπαστα καὶ τὰ διὰ μοτῶν χρήσεως προσφερόμενα, διήνεγκεν
5. ὡς οὐδὲν πρὸς τὰς ἰάσεις αὐτῶν, εἰ μεμνημένος εἴης
6. τῆς δυνάμεως, ὁποίας εἶναι προσήκει τῶν τοιούτων φαρμάκων,
7. εἰρημένης ἅμα ταῖς ἄλλαις ἁπάσαις ἐν τοῖς τῆς θεραπευτικῆς
8. μεθόδου γράμμασιν. ὅσῳ γὰρ αἱ κολλητικαὶ τῶν
9. σαρκωτικῶν ἐδείχθησαν εἶναι ξηραντικώτεραι, τοσούτῳ τῶν
10. κολλητικῶν αἱ ἐπουλωτικαί. πρόκειται γὰρ ἡμῖν ἐν αὐταῖς
11. τὴν γεννηθεῖσαν ἐν τοῖς κοίλοις ἕλκεσι σάρκα δέρμα ποιῆσαι.
12. διὸ καὶ στύφειν χρὴ τὸ τοιοῦτον γένος τῶν φαρμάκων, εἴτ’
13. ἐπίχριστον εἴτ’ ἐπίσπαστον εἴη. προκείμενον δ’ ἡμῖν ἐνταῦθα
14. τῶν ἐμπλάστρων ἐκείνων μόνον μνημονεῦσαι. καὶ γὰρ
15. τὰ διὰ τῶν μοτῶν ἐπιτιθέμενα φάρμακα τούτων τηκομένων
16. ἐν ῥοδίνῳ ἢ μυρσίνῳ γίγνεται. καὶ μᾶλλόν γε τὸ μύρσινον
17. τοῦ ῥοδίνου χρησιμώτερον, ὅσῳ καὶ στυπτικώτερόν ἐστιν. εἰ
18. δὲ μηδέτερον ἔχοις τούτων, διὰ κυπρίνου καὶ σχινίνου καὶ
1. μηλίνου τηκτέον· εἰ δὲ μὴ τούτων ἔχοις τι, δι’ ὠμοτριβοῦς
2. ἐλαίου ἢ τοῦ ἀπὸ τῆς Ἰβηρίας, ὃ καλοῦσιν Σπανόν.
3. ὅταν δὲ μηδὲ τοῦτ’ ἔχῃς, θαλλοὺς ἐλαιῶν ἁπαλοὺς θλάσας,
4. ἐμβαλεῖς ἑτέρῳ τινὶ τῶν ἐπιτυχόντων ἐλαίων. εἰ δὲ καὶ τούτων
5. ἀπορεῖς, ἄμεινον ἐλαίῳ παλαιῷ τήκειν. τὸ γοῦν ξηραντικώτερον
6. γενέσθαι τὸ φάρμακον ἐκ τούτου ἔχοις. οἱ μὲν οὖν
7. πολλοὶ τῶν ἰατρῶν ἀφίστανται τῶν ἐκ παλαιοῦ χρόνου πεῖραν
8. ἱκανὴν δεδωκότων φαρμάκων ἅπασι τοῖς ἀρίστοις ἰατροῖς
9. καὶ διὰ τοῦτο ἐνδόξων γεγονότων, ὅπως δοκῶσιν αὐτοὶ βέλτιόν
10. τι παρὰ τοὺς ἔμπροσθεν ἔχειν. εἰδέναι δὲ χρὴ τῶν ἐνδόξων
11. φαρμάκων ἃ παρὰ πᾶσιν ἐπῄνηται, τό τε διὰ καδμείας
12. καὶ τὸ διὰ τοῦ λαδάνου φάρμακον ἄριστον εἰς ἐπούλωσιν. οὐ
13. παρὰ πᾶσι δὲ τοῖς ἰατροῖς ἡ τῶν μιγνυμένων ἁπλῶν φαρμάκων
14. ὡμολόγηται συμμετρία. διὰ τοῦτ’ οὖν ἔδοξέ μοι γράψαι
15. τὰς ἑκάστῳ τῶν γραψάντων αὐτὰς ἀρεσκούσας, ἀπὸ τῶν
16. ὑπ’ Ἀσκληπιάδου γεγραμμένων, ἀρξαμένῳ κατὰ τὸ τρίτον
17. τῶν ἐκτὸς, ἃ Μαρκέλλας ἐπιγράφει.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 2.13, ed. Kühn, 1827, vol. 13, p. 522-523. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:2.13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩