Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 2.19, ed. Kühn, 1827, vol. 13, p. 543-549. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:2.19

13. Πρώτην μὲν τῶν τοιούτων ἐμπλάστρων ὁ
15. Ἥρας ἔγραψε τὴν ἴσιν ὀνομαζομένην, ἱκανῶς πολύχρηστον
16. φάρμακον. ἐφεξῆς δὲ τὴν διὰ τῶν βοτανῶν, ᾗ καὶ αὐτῇ
17. πολυχρήστῳ οὔσῃ μαρτυρεῖ τὸ κεφαλικὴν ὑπάρχειν. ἀλλὰ καὶ
18. ἡ διὰ σκίλλης ἐφεξῆς γεγραμμένη τὴν αὐτὴν ἐπαγγελίαν ἔχει
1. τῶν πολυχρήστων ἱκανῶς φαρμάκων οὖσα. καὶ μέντοι καὶ
2. μετὰ ταύτας ἄντικρυς ἑτέραν ἔμπλαστρον γράφων,
3. οὕτως κατὰ λέξιν φησί. ἄλλη κεφαλικὴ ποιοῦσα πρὸς τὰ ἐν
4. κεφαλῇ κατάγματα, ἀνάγει ὀστᾶ εὐχερῶς καὶ λεπίδας ἀφίστησι.
5. καὶ τὰ λοιπὰ δὲ πάντα ποιεῖ ὅσα καὶ ὁ πρὸ ταύτης
6. τροχίσκος. ♃ λεπίδος ἐρυθροῦ χαλκοῦ δραχ. κε΄. στυπτηρίας
7. δραχ. κ΄. ἀριστολοχίας δακτυλίτιδος δραχ. κ΄. ἀμμωνιακοῦ θυμιάματος
8. δραχ. κε΄. λιβάνου δραχ. κε΄. σμύρνης δραχ. ιβ΄. στέατος ταυρείου
9. λίτρας δ΄. κηροῦ λίτρας δ΄. τερμινθίνης λίτρας δ΄. πιτυΐνης
10. ξηρᾶς λίτρας δ΄. ἐλαίου κοτύλην α΄. ὄξους τὸ ἀρκοῦν·
11. τὰ ξηρὰ λειοτρίβει ἐν τοῖς ὑπὸ κύνα καύμασιν, ἐφ’ ἱκανὰς
12. ἡμέρας τὸ ἀμμωνιακὸν προβρέξας εἰς ὄξος ἐπίχει, τελευταῖον
13. τὰ τηκτὰ ἐξυσμένα καὶ ἑνώσας χρῶ. ἔν τισιν ἀντιγράφοις
14. προσγέγραπται ἐλαίου παλαιοῦ. ἐπεὶ δὲ ταύτην αὐτὴν τὴν
15. ἔμπλαστρον ἔφη ποιεῖν ὅσα καὶ ὁ πρὸ αὐτῆς τροχίσκος,
16. ἔδοξέ μοι κᾀκείνου τὴν σύνθεσιν ὑπογράψαι, κατὰ τὴν αὐτοῦ
17. τοῦ Ἥρα λέξιν οὕτως ἔχουσαν. τροχίσκος κεφαλικὸς τριμίγματος,
18. ποιῶν ἐπὶ τῶν ἐν κεφαλῇ καταγμάτων καὶ πρὸς
1. φύματα καὶ σύριγγας, ποδάγρας, πώρους, ἰσχιάδας. ♃ γῆς
2. ἐρυθριάδος μνᾶς β΄. ἄλλ’. ιβ΄. λεπίδος ἐρυθροῦ χαλκοῦ μνᾶς
3. δ΄. ἰχθυοκόλλης Ποντικῆς μνᾶς δ΄. ἐν δὲ τοῖς Ἥρα βιβλίοις
4. εὑρίσκεται μνᾶ α΄. λέανον ἰδίᾳ τὴν ἐρυθριάδα καὶ τὴν λεπίδα,
5. εἶθ’ ὁμοῦ παράχει ὄξος δριμὺ, ὡς ἔχειν μέλιτος πάχος
6. καὶ λειοτρίβει, ἀναξηραινομένοις δὲ ὄξος παράχει. τοῦτο
7. ποίει ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἐφ’ ἡμέρας κ΄. ἔπειτα λαβὼν
8. τὴν ἰχθυοκόλλαν θλάσον ἐπιχέας ὄξους κοτύλην α΄.
9. τῆκε ἐπὶ μαλακῷ πυρὶ, εἶτα ἐπίβαλλε τὴν γῆν καὶ τὴν λεπίδα
10. καὶ κατέρας εἰς ἄγγος ἐρυθροῦ χαλκοῦ καὶ θείς εἰς
11. ἥλιον ἐπὶ ἡμέρας η΄. κίνει δὶς τῆς ἡμέρας, ἕως ἂν παγῇ,
12. εἶτ’ ἐξαίρων κατὰ μικρὸν τρῖβε ἐν θυείᾳ, ὄξος παραχέων
13. μέχρι συσταθείη, εἶτα ἀνάπλασσε τροχίσκους καὶ κολλούρια
14. ἀνισομήκη καὶ ἀνισοπαχῆ, καὶ ψύξας ἀπόθου. καὶ ἐπὶ τῆς
15. χρείας πρὸς ἓν μέρος τοῦ φαρμάκου μετ’ ὄξους λελειοτριβημένου,
16. τρία μέρη κηρωτῆς ῥοδίνης μίσγε καὶ χρῶ πλατύσματι,
17. εἶτα σπληνίῳ ἐπὶ τῶν ἐν κεφαλῇ καὶ ἄνωθεν μίσγε ἐρίοις
18. ῥυπαροῖς ἐξ ὄξους. ἐπὶ δὲ τῶν συρίγγων τοῦ κολλουρίου
1. κατατεθέντος, σπλήνιον ἐκ τούτου σὺν κηρωτῇ ἄνωθεν
2. ἐπίῤῥιπτε. ἄλλη πολύχρηστος. ἔγραψε δὲ καὶ ἄλλην πολύχρηστον
3. ἔμπλαστρον, ἣν καὶ ἁρμόττειν φησὶ πρὸς κατάγματα.
4. λέγει δὲ περὶ αὐτῆς κατὰ λέξιν οὕτως. πρὸς τὰ μετὰ
5. τραύματος καὶ χωρὶς τραύματος ἐπὶ τῶν κώλων κατάγματα
6. καὶ λειπουργίας καὶ κόλπους. πίσσης ξηρᾶς μνᾶ α΄. λιθαργύρου
7. μνᾶ α΄. μάννης μνᾶς ἥμισυ, στέατος μοσχείου
8. μνᾶ α΄. κηροῦ τοῦ Τυῤῥηνικοῦ μνᾶς δ΄. ὀποπάνακος δραχ. η΄.
9. ἰοῦ ξυστοῦ μνᾶς ιστ΄. κυπρίου χαλκοῦ μνᾶς ἑκκαιδέκατον,
10. χαλβάνης δραχ. α΄. τερμινθίνης μνᾶς ἥμισυ, κίκεως ἢ ἐλαίου
11. παλαιοῦ κοτύλην α΄. ὄξους κοτύλης ἥμισυ καὶ τριώβολον.
12. τὴν λιθάργυρον καὶ τὸ ἔλαιον καὶ τὸ στέαρ ἕψε ἐπὶ μαλακοῦ
13. πυρὸς, εἶθ’ ὅταν μεταβάλλῃ τὴν χρόαν, ἀπόδος πίσσαν,
14. ῥητίνην, χαλβάνην, ἔπειτα ἕως ἕως συστῇ καὶ τότε ὑφελὼν
15. τὸ πῦρ καὶ ἐάσας μικρὸν ψυγῆναι τὴν μάνναν, εἶτα τὸν
16. ὀποπάνακα καὶ τὸν ἰὸν τετριμμένον σὺν ὄξει καταχέων εἰς
17. τὴν χύτραν καὶ ἐπὶ βραχὺ ἑψήσας, ὅταν ἔχῃ καλῶς, ἆρον.
1. χρώμεθα τῇ δυνάμει ψυχρὸν ἐπαντλοῦντες θέρους, χειμῶνος
2. δὲ τὸν πάγον ἀφαιροῦντες. ἐπειδὰν δὲ βουλώμεθα τὸ φάρμακον
3. ποιῆσαι ἁπαλώτερον ἢ τάχιον ὀστέον ἀποστῆσαι,
4. ἀνίεμεν αὐτὸ μυελῷ μοσχείῳ. ἐν τούτῳ τῷ φαρμάκῳ ὁ Ἥρας
5. δῆλός ἐστι τὴν μνᾶν ιστ΄. οὐγγιῶν βουλόμενος εἶναι. οὐ γὰρ
6. ἂν ἑκκαιδέκατον ἐγεγράφει μνᾶς, εἰ μὴ τοῦτ’ ἐβούλετο.
7. ἄλλη. καὶ μετὰ ταύτην ἐφεξῆς ἑτέραν ἔμπλαστρον ὁμοίας
8. ἐπαγγελίας ᾧδέ πως ἔχουσαν ἔγραψεν ὁ Ἥρας· ἀφλέγμαντος
9. πρὸς τὰ νύγματα καὶ κατάγματα. ταύτῃ πολλάκις καὶ
10. ἐπὶ ἐξαρθρημάτων αὐθήμερον ἐχρησάμεθα καὶ καταγμάτων
11. ἐπί τε λυγισμάτων τῶν περὶ σφυρὰν ἢ γόνυ. διαφορεῖ δὲ καὶ
12. τὰ ἀργὰ ὑγρὰ τὰ περὶ γόνατα ἀνιστάμενα ἄκρως καὶ μάλιστα
13. εἰ προκαταπλασθείη τὰ μέρη πρὸ δύο ἤ τριῶν ἡμερῶν ὀροβίνῳ
14. ἀλεύρῳ, ὀξυμέλιτι πεφυραμένῳ καὶ καθόλου πρὸς πᾶν
15. σπάσμα καὶ ῥῆγμα ποιεῖ, δαιμονίως γάρ ἐστιν ἀφλέγμαντος.
16. ♃ λιθαργύρου δραχ. κε΄. ἀσφάλτου ξηρᾶς δραχ. ρ΄. πίσσης ξηρᾶς
17. δραχ. ν΄. κηροῦ δραχ. ν΄. ῥητίνης πιτυΐνης δραχ. κε΄. ἀμμωνιακοῦ θυμιάματος 
1. δραχ. ιε΄. στυπτηρίας σχιστῆς δραχ. ιε΄. ἰοῦ δραχ. ιε΄. προπόλεως
2. δραχ. ιε΄. ἐλαίου παλαιοῦ λίτρας γ΄. ἕψε λιθάργυρον
3. ἐλαίῳ καὶ ὅταν ἄρξηται συστρέφεσθαι, ἐπίβαλλε ἄσφαλτον
4. καὶ ἕψε μέχρις οὗ αὕτη καλῶς τακῇ, τήκεται γὰρ χρόνῳ
5. εἶτα πίσσαν, εἶτα ῥητίνην, κηρὸν, ἀμμωνιακὸν, πρόπολιν.
6. ἕκαστον δ’ αὐτῶν ἀποδίδου συστρέφων καὶ ὑποσπῶν τὸ πῦρ.
7. ἀμολύντων δ’ ὄντων, ἰὸν, σχιστὴν καὶ ἐνδοὺς ζέμα, κατάχει
8. εἰς λεκάνην ψυχρὸν ἔχουσαν. ταύτῃ μετὰ τὸ πωρωθῆναι τὸ
9. λοιπὸν κάταγμα, σκινδαλμῶν ἐμπλεόντων πλεόνων ἐχρησάμεθα
10. καὶ ἐν ὀλίγαις ἡμέραις εἰς τοῦτο περιήγαγεν, ὥστε τὸν
11. πῶρον περιελεῖν καὶ τοὺς σκινδαλμοὺς, λίαν ἐστὶ πολύχρηστος.
12. καὶ μετὰ ταύτην ἄλλην ἐφεξῆς ὁμογενῆ ταῖς προειρημέναις
13. ἐμπλάστροις ὁ Ἥρας ᾧδέ πως ἔγραψεν. ἔμπλαστρος
14. καταγματικὴ καὶ πρὸς ὑδρωπικούς. ♃ πίσσης ξηρᾶς μνᾶν α΄.
15. πίσσης ὑγρᾶς κοτύλης ἥμισυ, ὀποῦ συκομόρου κοτύλην α΄.
16. λιθαργύρου μνᾶν α΄. λιβάνου μνᾶν α΄. χαλβάνης δραχ. η΄. τερμινθίνης
17. μνᾶς ἥμισυ, στέατος μοσχείου μνᾶν α΄. κηροῦ μνᾶν
1. μίαν, ὀποπάνακος δραχ. η΄. ἰοῦ ξυστοῦ δραχ. η΄. κίκεως ἀδόλου
2. κοτύλας δ΄. ὄξους δριμέος κοτύλην α΄. ἕψεται πραέως ἡ λιθάργυρος
3. καὶ ὁ λίβανος σὺν τῷ κικίνῳ καὶ τῷ στέατι,
4. εἶτα πίσσα προσβάλλεται κηρὸς, ῥητίνη, χαλβάνη κεκαθαρμένη
5. καὶ μικρῷ ὄξει ἀνιεμένη. τοῦ δὲ λοιποῦ ὄξους μίγνυται
6. τὸ μὲν τρίτον μέρος τῷ ἰῷ, τὸ δὲ δίμοιρον τῷ ὀποπάνακι,
7. καὶ ταῦτα προσεμβάλλεται. ἐν ἑτέρῳ δὲ λοπαδίῳ
8. ὑγρὰ πίσσα καὶ ὁ τῆς συκομόρου ὀπὸς καὶ ὁ τοῦ κίκεως
9. ὅσον ὄγδοον μέρος, ἵνα μὴν ὁ ἰὸς συστραφῇ, εἶτα ἕψεται
10. μετρίως ὅσον ἡνῶσθαι· ὅταν δὲ καλῶς ἑνωθεὶς εἶναι δόξῃ,
11. εἰς οἶνον ἀποτίθεται τὸ φάρμακον. ταύτῃ πολλῶν περιεγενόμεθα
12. ὑδρωπικῶν, ἐπιῤῥίπτοντες αὐτὴν καὶ ἄγοντες ἀπεριέργως
13. καὶ μόνον εὐπεψίας προνοούμενοι. ὅταν μέντοι πολλῆς
14. προκοπῆς οἱ πάσχοντες αἴσθωνται, μεταβαίνομεν ἐπὶ
15. τὴν ὑπογεγραμμένην αὐτῇ δι’ ἁλῶν.

Cliquer un n° de page pour en afficher l’image