Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 2.2, ed. Kühn, 1827, vol. 13, p. 470-496. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:2.2

13. Καὶ τήν γε χλωρὰν,
15. οὕτω γὰρ αὐτοὶ καλοῦσιν, ἐκ διπλασίας τῆς ῥητίνης
16. ἔνιοι πεποιήκασι, δύο μὲν λίτρας ἐμβάλλοντες αὐτῆς, μίαν
17. δὲ κηροῦ καὶ κυάθους δύο ἐλαίου. τοῦ δὲ ἰοῦ τινὲς μὲν
18. δύο, τινὲς δὲ τρεῖς οὐγγίας ἐπεμβάλλουσι τῇ τοιαύτῃ μίξει
1. τοῦ κηροῦ καὶ τῆς ῥητίνης. ἀλλὰ καὶ κατὰ τὴν σκευασίαν
2. τὸν ἰὸν ἔνιοι μὲν ἐμπλάττουσι τακεῖσι τοῖς τηκτοῖς, ἔνιοι
3. δὲ ψύξαντες, εἶτα ξύσαντες ἐν τῇ θυείᾳ τὴν μίξιν ποιοῦνται.
4. ὅσοι δὲ κολλητικώτερον ἐναίμων ἑλκῶν βούλονται ποιῆσαι
5. τὸ φάρμακον, ἐν θυείᾳ προλειώσαντες σὺν ὄξει τὸν ἰὸν
6. ἐπεμβάλλουσι ξύοντες τὴν κηρωτήν. ἐάν τις οὖν πυνθάνηται
7. ὑμῶν ποία τούτων τῶν χλωρῶν ἐμπλάστρων ἐστὶν ἀρίστη,
8. μέμνησθε τὸ πολλάκις ὑπ’ ἐμοῦ λεγόμενον, ἀποκρίνασθαι
9. πάσας ἀρίστους εἶναι τῷ γινώσκοντι τὰς διαθέσεις αἷς
10. ἑκάστη πρόσφορος ὑπάρχει, καθάπερ γε καὶ πάσας μοχθηρὰς
11. τῷ μὴ γινώσκοντι. ἐμὸν μὲν γὰρ εἰπεῖν ὅτι γενναιότερον
12. ξηραίνει τὸ προσλαμβάνον ὄξους. εὔδηλον δ’ ὅτι τὸ
13. πλέονα τὸν ἰὸν ἔχον ἰσχυρόν τέ ἐστι καὶ ξηραντικώτερον
14. ἑλκῶν τε ῥυπαρῶν καθαρτικώτερον. ὅρος δὲ αὐτοῦ τὸ χωρὶς
15. δήξεως ἐργάζεσθαι ταῦτα. τὸ γὰρ οὕτως ἰσχυρὸν, ὡς ἤδη
16. καὶ δάκνειν ἐπιτιθέμενον ἕλκεσι καθαροῖς, οὔτε σαρκώσει ποτ’
17. αὐτὰ καὶ καθ’ ἕτερον τρόπον ὑγρὰ καὶ ῥυπαρὰ ποιήσει,
18. παραπλησίως τοῖς ἐνδεῶς ξηραίνουσί τε καὶ ῥύπτουσιν, ἀλλ’
19. ἐπὶ τῶν δριμυτέρων κοιλότερόν γε γίνεται τὸ ἕλκος, ἐρυθρότερόν
1. τε καὶ θερμότερον. ἔστι δ’ ὅτε καὶ αὐτὸς ὁ κάμνων
2. αἰσθάνεται τῆς δήξεως αὐτοῦ, μὴ τοίνυν ἁπλῶς ἐπαινεῖτε
3. φάρμακόν τι χωρὶς τοῦ προσθεῖναι τὴν διάθεσιν,
4. ἐφ’ ἧς ἐπαινεῖται, μήτ’ ἐπ’ ἄλλου τινὸς φαρμάκου μήτε ἐπὶ
5. τῶν νῦν προκειμένων. ὅσοι μὲν οὖν ἀλλήλων ἐφεξῆς τὰς χλωρὰς
6. γράψαντες οὐκ ὤκνησαν διορίσαι τὰς διαθέσεις, ἐφ’ ὧν
7. ἁρμόττουσιν, ἧττον ἁμαρτάνουσι τῶν μηδὲ τοῦτο ποιησάντων.
8. ὅσοι δ’ ἄνευ διορισμῶν γεγράφασι κατὰ τὰς μεταβάσεις
9. αὐτῶν προστάττοντες, ἄλλη χλωρὰ, μοχθηροτάτην ποιοῦνται
10. διδασκαλίαν, εἴ γε δὴ χρὴ διδασκαλίαν ὀνομάζειν
11. ὅλως τὴν τοιαύτην γραφήν. ὁ γοῦν Ἀνδρόμαχος ἐν τῇ βίβλῳ,
12. ἣν τῶν ἐκτὸς ἐπιγράφει, μετ’ ὀλίγα τῆς ἀρχῆς πρώτας
13. μὲν φαιὰς ἔγραψεν, εἶτα πυῤῥὰς, καὶ μετὰ ταῦτα μελαίνας,
14. εἶτα ἐπὶ τὰς χλωρὰς τραπόμενος ἀρχὴν τῆς διδασκαλίας
15. ἐποιήσατο τοιάνδε, προγράψας, χλωραὶ, πρώτην ἁπασῶν
16. ἔγραψε κατὰ λέξεν τήνδε. χλωρὰ Γάλλου. ♃ ῥητίνης
17. στροβιλίνης δραχ. τ΄. κηροῦ δραχ. ρ΄. ἰοῦ ξυστοῦ δραχ. ν΄. λιβάνου 
1. δραχ.κε΄. ὄξους τὸ ἱκανόν. ἔδει μὲν οὖν ἴσως αὐτὸν εἰρηκέναι
2. τι καὶ περὶ τῆς σκευασίας, εἴτε καὶ τὸν λιβανωτὸν ἅμα τῷ
3. ἰῷ λειοῦσθαι βούλεται παραχεομένου τοῦ ὄξους, εἴτε μόνον
4. τὸν ἰόν. ἑκατέρως γὰρ ἐγχωρεῖ· καὶ κατὰ πολλὰς συνθέσεις
5. οἱ μὲν οὕτως, οἱ δ’ ἐκείνως ἔγραψαν. ἀλλ’ ἐπὶ τούτου μὲν
6. ἀπομαντεύσασθαι τῆς διανοίας αὐτοῦ δυνατὸν, ὡς ἄμφω τρίβεσθαι
7. σὺν ὄξει βούλεται, τὸν λιβανωτὸν καὶ τὸν ἰόν. ἐπὶ
8. τίνων μέντοι παθῶν ἐστι χρηστέον τῷ φαρμάκῳ, πάντως
9. ἐχρῆν δεδηλῶσθαι. μή τι οὖν ἐπειδὴ πρὸ ταύτης ἐγεγράφει
10. δύο τινὰς ἐμπλάστρους, ὧν ἐπὶ μὲν τῆς προτέρας προὔγραψε,
11. πρὸς γαγγραίνας καὶ σηπεδόνας καὶ νομὰς παλαιὰς καὶ κακοήθεις,
12. ἐπὶ δὲ τῆς δευτέρας, πρὸς νομὰς, ᾗ χρῶμαι, καὶ ἄλλα
13. πολλὰ, διὰ τοῦτ’ ἐφεξῆς ἔγραψεν, ἄνευ προσθήκης τὴν χλωρὰν
14. ταύτην, ἐνδεικνύμενος ἐπὶ τῶν αὐτῶν διαθέσεων ἁρμόττειν
15. αὐτήν. ἀλλὰ πάλιν ἐφεξῆς γράφων ἑτέραν ἁπλῶς
16. εἶπε, χλωρὰ Ποτάμωνος, εἶτ’ ἄλλην τρίτην χλωρὰν καὶ τετάρτην
17. χλωρὰν, ᾗ χρῶμαι, καὶ πέμπτην ἄλλην, ἕκτην τε ἐπ’
18. αὐταῖς ἑβδόμην τε καὶ ὀγδόην ἐνάτην τε καὶ δεκάτην ια΄.
1. τε καὶ δωδεκάτην καὶ ιγ΄. τε καὶ ιδ΄. τε ιε΄. καὶ ιστ΄. ἔγραψεν,
2. ἓν μόνον τοῦτο προγράψας αὐτῶν ἑκάστης τὸ ἄλλη,
3. διαφερούσας μὲν ἀλλήλων ἁπάσας κατὰ δύναμιν γράψας,
4. οὐ μὴν πρός γε σηπεδόνας καὶ νομὰς καὶ γαγγραίνας ἐπιτηδείους
5. ἁπάσας, ὡς ἐκ τῆς ὕλης αὐτῶν ἔνεστι γνῶναι. ᾧ
6. καὶ δῆλον ὅτι κατὰ τὴν τῆς χρόας ὁμοιότητα μετ’ ἀλλήλων
7. ἔγραψεν αὐτὰς, οὐ κατὰ τὴν τῆς δυνάμεως. ἡμεῖς οὖν ἐροῦμεν
8. ἑκάστης αὐτῶν τὴν δύναμιν, ἐκ τῆς τῶν ἁπλῶν φαρμάκων
9. φύσεως ὁρμηθέντες. ἔσται γὰρ τοῦτο χρησιμώτατον
10. τοῖς βουλομένοις οὐ μόνον ἐν τῷ καθόλου τὴν μέθοδον
11. ἐπίστασθαι τῆς τε συνθέσεως καὶ χρήσεως τῶν τοιούτων
12. φαρμάκων, ἀλλὰ καὶ διὰ τὸ αὐτοσχεδιάζειν δύνασθαι καὶ
13. διαγινώσκειν τὰ χωρὶς διορισμοῦ γεγραμμένα τοῖς πρεσβυτέροις,
14. ὁποίας ἐστὶ δυνάμεως. ἣν οὖν πρώτην ἔγραψεν ὁ
15. Ἀνδρόμαχος ἐπισκεψόμεθα προχειριζόμενοι καὶ σκοπούμενοι
16. τῶν ἁπλῶν ἕκαστον ἐξ ὧν σύγκειται. πρώτης οὖν ἐν αὐτῇ
17. μνημονεύει ῥητίνης στροβιλίνης. ἔστι δ’, ὡς ἐν τοῖς περὶ
18. τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐλέγετο, θερμαντικωτάτη
1. τε τῶν ῥητινῶν ἡ τοιαύτη, καθάπερ ἡ τερμινθίνη μετριωτάτη
2. πασῶν εἰς ἄμφω. πᾶσαι μὲν γὰρ αἱ ῥητίναι θερμαίνουσί
3. τε καὶ ξηραίνουσιν, ἀλλ’ αἱ μὲν μᾶλλον, αἱ δ’ ἧττον
4. αὐτῶν ταῦτα δρῶσιν. ἰσχυροτάτη μὲν οὖν ἐστιν ἡ στροβιλίνη,
5. μετριωτάτη δ’, ὡς ἔφην, ἡ τερμινθίνη. καὶ μέντοι
6. καὶ ξηραίνει τάχιστα μὲν ἡ στροβιλίνη καὶ τὸ καλούμενον
7. ἰδίᾳ προσηγορίᾳ πιτύϊνον φύσημα, ῥητίνη μὲν ὑπάρχον τῷ
8. γένει καὶ αὐτὸ, ξηραῖνον δὲ καὶ θερμαῖνον, ἀλλὰ τῷ μὲν
9. ξηραίνειν οὐκ ἀπολείπεται τῆς στροβιλίνης, τῷ θερμαίνειν
10. δὲ οὐκ ὀλίγον λείπεται. αὗται μὲν οὖν ἀλιπεῖς εἰσι ξηρανθεῖσαι,
11. διὸ καὶ τὰς εὐαφεῖς ἐμπλάστρους οὐ δύνανται κατασκευάζειν,
12. ὥσπερ αἱ γλίσχραι τε καὶ ὑγραί. μεταξὺ δὲ τοῦ
13. τε πιτυΐνου φυσήματος καὶ τῆς στροβιλίνης ῥητίνης ἔστιν
14. ἡ ἐλατίνη, κατά γε τὸ θερμαίνειν ὑγρὰ μὴν, ἕως πλείονος
15. αὐτὴ διαμένει, καθάπερ καὶ τῆς κολοφωνίας ἡ λιβανίζουσα,
16. καὶ ταύτην γε μόνην ἔνιοι καλοῦσι κολοφωνίαν, ἡδύ τι
17. κατὰ τὴν ὀσμὴν ἔχουσα, ὥσπερ ἡ ἐλατίνη καὶ θερμαίνουσα
18. συμμέτρως, ὡς ἐκείνη. γεννᾶται δ’ ὀλίγη πάνυ καὶ διὰ τοῦτο
19. τίμιος ὑπάρχει. ὑγροτάτη γε μὴν ἁπασῶν ἐστι τῆς
1. λάρικος ὀνομαζομένης ῥητίνης, ἡ ἑτέρα διαφορά. διττὴ γάρ
2. πώς ἐστι καὶ αὕτη, παραπλησία μὲν ἡ ἑτέρα τῇ τερμινθίνῃ
3. κατὰ πάντα, δριμυτέρα δὲ αὐτῆς ἡ ἑτέρα καὶ τερμοτέρα
4. καὶ ὑγροτέρα καὶ κατὰ τὴν ὀσμὴν ἀηδεστέρα καὶ κατὰ τὴν
5. γεῦσιν πικροτέρα καὶ θερμοτέρα. ἡ δ’ ὑφισταμένη τοῖς τὴν
6. πευκίνην ῥητίνην περιέχουσι κεραμείοις ὑγρὰ ῥητίνη κατὰ
7. μὲν τὴν σύστασιν καὶ τὴν χρόαν ἀκριβῶς ἔοικε τῇ τερμινθίνῃ,
8. τῇ δ’ ὀσμῇ καὶ τῇ γεύσει διενήνοχεν, ἀηδεστέρα μὲν
9. οὖσα κατὰ τὴν ὀσμὴν, ὥσπερ καὶ δριμυτέρα, καὶ κατὰ τὴν
10. γεῦσιν δακνωδεστέρα· διὸ καὶ κάλλιόν ἐστι τὴν τερμινθίνην
11. μιγνύειν ἅπασι τοῖς μέλλουσι ἕλκη καλῶς ἰάσασθαι φαρμάκοις,
12. ἐπειδὴ πρῶτός τε καὶ ἄριστος ἐν αὐτοῖς ἐστι σκοπὸς
13. ἄδηκτον εἶναι τὸ προσφερόμενον. ἐπὶ τὴν προκειμένην
14. οὖν ἀνέλθωμεν ἔμπλαστρον, εἰς ἣν ὁ Ἀνδρόμαχος ἐμβαλεῖν
15. κελεύει τῆς στροβιλίνης ῥητίνης τὰς δραχ.τ΄. ταῖς ἑκατὸν δραχμαῖς
16. τοῦ κηροῦ μεμιγμέναις, οὔτε τῆς συστάσεως οὔτε τῆς δυνάμεως
17. ἀκριβῶς ἐστοχασμένος ἢ αὐτὸς ἢ ὅ γε συνθεὶς αὐτήν. οὔτε
18. γὰρ ἐχέκολλος ἔσται καὶ δριμεῖα γενήσεται, βοήθημα δ’ αὐτῇ
19. πρὸς ἄμφω καλῶς ἐποίησε τὸν λιβανωτὸν μίξας, ἀλλ’ ὡς
1. πρὸς τὸ πλῆθος ἐκείνων ὀλίγον ἔμιξε καὶ μάλισθ’ ὅτι τοῦ
2. ἰοῦ δραχ.ν΄. ἐμβάλλει, μέρος δ’ εἰσὶν ὄγδοον αὗται τῶν ἐκ τοῦ
3. κηροῦ τε καὶ τῆς ῥητίνης ἀθροιζομένων τετρακοσίων. ἀλλὰ
4. τοῦτο μὲν οὐκ ἄν τις μέμψαιτο τῷ σκοπὸν ἔχοντι ξηραντικὸν
5. ἱκανῶς ἐργάζεσθαι φάρμακον, ἐπείτοι τῷ τε σαρκωτικὸν
6. αὐτὸ καὶ τῶν μετρίων τραυμάτων κολλητικὸν ἀποτελέσαι
7. βουληθέντι, αἱ δραχ. ν΄. καλῶς ἂν μιγνύοιντο. καὶ γένοιτ’ ἂν
8. οὕτω πρᾳότερόν τε καὶ σαρκωτικώτερον ἐχεκολλότερόν τε
9. καὶ πολυχρηστότερον. ἐπαινεῖν δὲ χρὴ τὴν τοῦ λιβάνου μίξιν,
10. εἰς σύστασιν ἐμπλαστρώδη βοηθοῦντος· ἀνώδυνός τε γάρ
11. ἐστι καὶ πεπτικός. εἰ μὲν οὖν ἴσον αὐτοῦ σταθμὸν ἐμίξατο
12. τῷ ἰῷ, τουτέστι τὰς δραχ. ν΄. ἐχεκολλότερόν τ’ ἂν, ὡς ἔφην,
13. εἰργάσατο καὶ πρᾳότερον τὸ φάρμακον. ἐπεὶ δ’ εἴκοσι καὶ ε΄.
14. ἔμιξε, τὴν ξηραντικὴν ἰσχὺν τοῦ ἰοῦ φυλάξαι βουληθεὶς ἐπιτήδειον
15. εἴργασται τὴν ἔμπλαστρον, εἴς τε μειζόνων τραυμάτων
16. κόλλησιν, ἑλκῶν τε δυσθεραπεύτων ἴασιν. ὅτι τε τοιοῦτον
17. αὐτὸ γενέσθαι προὔθετο δηλοῖ καὶ ἡ τοῦ ὄξους μίξις.
18. ἐν ἡμῖν οὖν ἐστι καὶ σφοδρότερον ἐργάζεσθαι καὶ πρᾳότερον 
1. αὐτὸ, μιγνύουσι ἤτοι πλέον ἢ ἔλαττον ὄξους, ὡσαύτως
2. δὲ δριμύτερον ἢ ἀδηκτότερον. ἐκ μὲν γὰρ τῆς τοῦ δριμυτέρου
3. μίξεως, ὥσπερ καὶ τῆς τοῦ πλέονος, ξηραντικώτερον
4. ἔσται τὸ φάρμακον, κολλητικώτερόν τε τῶν ἐναίμων,
5. οἰνώδους ὄξους μιχθέντος. ἄμεινον δ’ ἐν τῇ συνθέσει τὸν
6. ἰὸν σὺν ὄξει δριμεῖ λεαίνειν ἡμέραις πλείοσιν ἐν ἡλίῳ θερμῷ.
7. τὸ μὲν γὰρ δηκτικὸν αὐτοῦ πραϋνθήσεται, τῆς δυνάμεως δ’
8. οὐδὲν ἐλαττωθήσεται. τὸν λιβανωτὸν δ’ οὐκ ἀναγκαῖον ἐξ
9. ἀρχῆς μιγνύειν, ἀλλ’ ἀρκεῖ μία πρὸς ταῦτα ἡμέρα. μεμνῆσθαι
10. γὰρ ὑμᾶς νομίζω καὶ τούτου πολλάκις εἰρημένου τῶν
11. μὲν ἰσχυρῶν φαρμάκων, ὁποῖός ἐστιν ὅ τε ἰὸς καὶ τὸ μίσυ
12. καὶ ἡ χαλκῖτις καὶ τὸ σῶρυ καὶ ἡ λεπὶς ἥ τε χάλκανθος ἐν
13. ὄξει λειουμένων ἡμέραις πλείοσι, τὴν μὲν δῆξιν ἀμβλύνεσθαι,
14. τὴν δ’ ἀρετὴν αὐξάνεσθαι. παχυμερέστερα γὰρ φύσει ὄντα
15. τὰ μεταλλικὰ πάντα, μέχρι βάθους τῶν θεραπευομένων σωμάτων
16. οὐκ ἐκτείνει τὰς δυνάμεις. ὅπως οὖν γένηται λεπτομερέστερα
17. τὴν διὰ τῆς τρίψεως καὶ τοῦ ὄξους αὐτοῖς κατεργασίαν
18. χρὴ προστίθεσθαι· διὰ ταύτης γὰρ ἀκριβῶς λεπτουργηθέντα
1. μέχρι τοῦ βάθους καταδύεται. προσέρχεται
2. δέ τι καὶ ἄλλο χρηστὸν ἐν ταῖς τοιαύταις παρασκευαῖς τῶν
3. φαρμάκων, ἀκριβῶς γὰρ κατεργασθέντα διεξέρχεται τοὺς
4. κατὰ τὸ σῶμα πόρους, μηδαμόθεν κατὰ τὴν ὁδοιπορίαν
5. ἰσχόμενα καὶ διὰ τοῦτο, κᾂν ᾖ θερμότερα φύσει, χωρὶς
6. τοῦ δάκνειν ἐνεργεῖ. καὶ τῶν χυμῶν οὖν αὐτῶν κατὰ τὸ
7. σῶμα γεννωμένων οἱ μὲν λεπτοὶ διαπνέονται ῥᾳδίως ἄνευ
8. δήξεως, οἱ παχύτεροι δὲ κατεχόμενοί τε καὶ σφηνούμενοι λυποῦσιν,
9. ὅταν ὦσι δακνώδεις. ὁ δ’ αὐτὸς λόγος ἐστὶ καὶ ἐπὶ
10. τῶν καυθέντων μεταλλικῶν φαρμάκων, ἀλλ’ ἐκεῖνα μὲν ἐκ
11. τῆς τοῦ πυρὸς ὁμιλίας διασώζει τι δακνῶδες, ὃ κατὰ τὰς
12. πλύσεις ἀποθέμενα παντάπασι ἄδηκτα γίνεται. τὰ δ’ ἀντὶ
13. τοῦ πυρὸς ὅμοιόν τι καύσει παθοῦντα κατὰ τὴν δι’ ὄξους
14. ἐν ἡλίῳ τρίψιν οὐδὲ τὴν ἐκ τοῦ πυρὸς ἐπικτᾶται θερμότητα.
15. λειούμενά γε μὴν ἐν ὄξει καὶ τὰ καυθέντα πολὺ βελτίω
16. γίνεται. ταῦτά τε οὖν κοινὰ πολλῶν φαρμάκων ἐστὶν
17. ἀναγκαῖα γιγνώσκεσθαι, τό τε τῆς χρήσεως αὐτῶν ὁμοίως,
18. ἄλλο μὲν ἐπ’ ἄλλων παθῶν. ἐπὶ δὲ τῶν κοίλων, ὅταν ἀναληφθέντα
1. μοτοῖς ἐπεμβάλλεται. τὴν γοῦν προκειμένην ἔμπλαστρον,
2. εἰ τήξας μετὰ ῥοδίνου χρῷο, χρησίμη μὲν ἐπὶ ῥυπαρῶν
3. τε καὶ ὑγρῶν ἔσται ἑλκῶν, δακνώδης δ’ ἐπὶ τῶν
4. ἀπεριστάτων, καὶ διὰ τοῦτο δεήσει μιγνύειν αὐτῇ κηρωτὴν
5. ὑγρὰν ἐκ κηροῦ καὶ ῥητίνης γεγονυῖαν ἤτοι διὰ ῥοδίνου
6. τετηγμένην ἢ δι’ ἐλαίου. γένοιτο δ’ ἄν ποτε καὶ μυρσίνου
7. χρεία καὶ χρὴ καὶ τῆς τούτων μίξεως ἐπίστασθαί τινα μέθοδον.
8. ἐλαίου γοῦν ἓν μὲν ὄνομα, ποιότης δὲ καὶ δύναμις
9. οὔ. τὸ μὲν γὰρ ὀμφάκιον ψυχρότερον, τὸ δ’ ἐκ πεπείρων
10. τῶν ἐλαιῶν θερμότερον. εἰ δὲ χρονίσειεν, αὐξήσει τὴν τοῦ
11. θερμαίνειν δύναμιν. οὕτως δὲ καὶ τὸ μὲν ἁλῶν ἔχον, εἰς
12. ὅσον ἂν ἐκείνων μεταλάβῃ, θερμαντικώτερόν τε καὶ ξηραντικώτερον
13. τοῦ μὴ προσλαβόντος. τὸ δ’ ἁπαλοὺς κλῶνας ἐλαίας,
14. οὓς θαλλοὺς ὀνομάζουσι στυπτικώτερον. ὑπαγορεύει δέ σοι
15. τὸ χρησιμώτερον ἥ τε τοῦ ἕλκους ἰδέα καὶ ἡ τοῦ θεραπευομένου
16. σώματος φύσις, τοῦ μὲν ἕλκους ὑπὸ τῶν ἐναντίων
17. θεραπευομένου, τοῦ δ’ ἑλκομένου σώματος ὑπὸ τῶν ὁμοίων,
18. ὥστε καὶ μυρσίνῳ τήξεις τὸ μέλλον ἔμμοτον ἔσεσθαι φάρμακον,
19. ὅταν σοι φαίνηται πλαδαρωτέρα τοῦ προσήκοντος
1. ἡ γεννωμένη σὰρξ εἶναι καὶ μᾶλλον ὅταν ἐγγὺς ᾖ τοῦ συνουλοῦσθαι
2. τὸ ἕλκος, ὡς ὅταν βραχύ τι φλεγμονῆς ἐν τοῖς
3. πέριξ ὑπολείπηται, κάλλιστόν ἐστι σὺν ῥοδίνῳ τήκειν τὸ φάρμακον.
4. ἄριστον δὲ ῥόδινον ἔμαθες εἶναι τὸ διὰ ῥόδων μόνον
5. πολλῶν ἐμβραχέντων ἐπὶ πλέον ἐλαίῳ, χωρὶς ἁλῶν ἐσκευασμένῳ
6. γεγονός. ἐὰν οὖν ταῦτά τις ἐν μνήμῃ προχείρῳ διὰ
7. παντὸς ἔχῃ μεμνημένος τε ᾖ, καθάπερ ἔφην, πάντων τῶν
8. ἁπλῶν φαρμάκων τῆς δυνάμεως, αὐτός τε συνθήσει πολυειδεῖς
9. ἐμπλάστρους χλωρὰς, ἑκάστῃ τε τῶν ἤδη συγκειμένων
10. ἄριστα χρήσεται. τὴν γοῦν προτεθεῖσαν ἄχρι δεῦρο κατὰ τὸν
11. λόγον ἔμπλαστρον, ἣν πρώτην τῶν χλωρῶν ἔγραψεν ὁ Ἀνδρόμαχος,
12. ἔνεστι μεταῤῥυθμίζειν πολυειδῶς, τοῦτο μὲν ἀντὶ
13. τῆς στροβιλίνης ῥητίνης ἄλλην τινὰ βάλλοντα, τοῦτο δ’
14. αὐξάνοντα τὸν λιβανωτὸν ἢ σὺν αὐτῷ βάλλοντά τι τῶν
15. ξηρῶν σαρκωτικῶν, οἶον ἴριν, ἀριστολοχίαν, ὀρόβινον ἄλευρον,
16. ὅσα τ’ ἄλλα τοιαῦτα. καὶ μέντοι καὶ μαλακτικὸν τῶν
17. ἐσκληρυσμένων χειλῶν τοῦ ἕλκους ἔνεστι μιγνύντα ποικίλλειν
18. τὴν σύνθεσιν. ἐξ ἧς ἐννοίας ἔνιοι μὲν ἀμμωνιακὸν θυμίαμα
1. καὶ χαλβάνην, ἔνιοι δὲ μυελὸν ἐλάφειον ἢ μόσχειον ἢ
2. στέαρ ἔμιξαν, ὥσπερ γε πάλιν ἄλλοι τῶν ἀποκρουστικῶν τι
3. τὰς ἐπιῤῥοὰς ἀναστεῖλαι βουλόμενοι. κατὰ τοῦτο γοῦν οἱ
4. μὲν τὴν σχιστὴν στυπτηρίαν, οἱ δὲ τὴν στρογγύλην, οἱ δὲ
5. τὴν ὀμφακίνην ἐνέβαλον κηκίδα. τὸ λάδανον δὲ ἕτεροι τὰς
6. δυνάμεις ἀμφοτέρας ἔχον ἔμιξαν μαλακτικήν τε καὶ ἀποκρουστικὴν,
7. ὅπως τὰ χείλη μαλάττοιτο καὶ μηδὲν ἐκ τῶν
8. ὑπερκειμένων ἐπιῤῥέοι. καὶ μὴν καὶ ὅσοι τὰ δυσαλθῆ θεραπεῦσαι
9. ἠβουλήθησαν, ὡς πολύχρηστον εἶναι τὸ φάρμακον,
10. ἔμιξαν τοῖς προειρημένοις χρυσόκολλαν ἢ διφρυγὲς ἢ χαλκὸν
11. κεκαυμένον ἢ λεπίδα, τινὲς μὲν χαλκοῦ, τινὲς δὲ στομώματος
12. ἢ σιδήρου. καὶ σχεδὸν ἅπαντα τὰ νῦν εἰρημένα
13. φυλάττει τὴν χρόαν τῶν χλωρῶν ἐμπλάστρων, ἕτερα δὲ τῶν
14. αὐτῶν ὄντα δυνάμεων, εἰ μιχθείη, διαφθείρει. διόπερ οὐδὲ
15. ἐγὼ πάντων ἐμνημόνευσα τῶν καθ’ ἑκάστην δύναμιν, ἀλλὰ
16. μόνων ἐκείνων, ὅσα τὴν χρόαν φυλάξει τῆς συντιθεμένης
17. ἐμπλάστρου. προετέθη γὰρ οὐχ ἁπλῶς εἰπεῖν ὑπὲρ ἐμπλάστρων
18. κολλητικῶν ἢ σαρκωτικῶν, ἀλλὰ μετὰ τοῦ χλωρὰς
19. ὑπάρχειν αὐτὰς, ὥστε καὶ ταῦτα τὰ νῦν εἰρημένα καὶ χάλκανθος 
1. καὶ ὠμὴ χαλκῖτις βραχεῖ μέτρῳ μιγνύμενα φυλάττει
2. τὴν χρόαν τῶν προκειμένων ἐν τῷ λόγῳ φαρμάκων. περὶ
3. μὲν οὖν τῆς συνθέσεως τῶν τοιούτων αὐτάρκως εἴρηται,
4. περὶ δὲ τῆς χρήσεως αὐτῶν προσγεγράφθαι μὲν ἐχρῆν ὑπ’
5. Ἀνδρομάχου καὶ ταύτην. ἐπεὶ δὲ ἐκείνῳ παραλέλειπται, προσθήσομεν
6. ἡμεῖς αὐτὴν, εἰπόντες γε πρότερον ἕνα λόγον κοινὸν
7. ἐπὶ τῇ χρήσει τῶν τοιούτων φαρμάκων. ἀναγκαῖος δὲ
8. ὁ λόγος οὗτός ἐστιν· εἶτα τὴν καθόλου μέθοδον εἰπόντας
9. τὰς κατὰ μέρος ἐπὶ τοῖς ἐκείνην μαθοῦσι ποιεῖσθαι προσῆκεν.
10. διαλεκτικῶν δὲ ἀνδρῶν ἐστιν ἔργον τὸ τοιοῦτον, τὰς
11. κατὰ μέρος ἐπὶ πασῶν γράφειν αὐτοῖς, ὡς ὁ Ἥρας καὶ Κρίτων
12. καὶ ὁ Ἀσκληπιάδης καὶ ἕτεροι δὲ πολλοί. καὶ μὴν καὶ
13. τρίτον εἶδός ἐστι διδασκαλίας, ὅπερ ἡμεῖς ποιοῦμεν μήτε ἐπὶ
14. πάντων τῶν κατὰ μέρος φαρμάκων τὴν χρῆσιν γράφοντες,
15. ἀλλὰ μηδὲ τῇ καθόλου κοινῇ τῆς μεθόδου διδασκαλίᾳ μόνῃ
16. τὸ πᾶν ἐπιτρέποντες, ἀλλὰ διδάσκοντες μὲν ταύτην πρώτην,
17. ἐπ’ αὐτῇ δὲ ἓν ἢ δεύτερον ἢ καὶ τρίτον παράδειγμα γράφοντες
18. ἕνεκα σαφηνείας τε καὶ γυμνασίας τῶν μανθανόντων.
1. ὥσπερ ἀμέλει καὶ νῦν ἔργῳ δείκνυμεν αὐτὰ, ὡς ἤδη
2. καὶ διὰ τῶν ἔμπροσθεν αὐτὰ πράξαντες. εἰς ὅσον γὰρ ἥκει
3. τοῦ ξηραίνειν τε καὶ ῥύπτειν τὸ φάρμακον εὑρόντες ἐκ τῆς
4. τῶν συνθέντων αὐτὸ δυνάμεως, ἐκ ταύτης εὑρήσομεν καὶ
5. τὴν διάθεσιν, ἐφ’ ἧς ἔσται χρήσιμον. ἔνθα μὲν γὰρ
6. ὑγρότης τε πολλὴ καὶ ῥύπος δαψιλὴς, ἐνταῦθα χρὴ προσφέρειν
7. ἀξιολόγως ξηραῖνόν τε καὶ ῥύπτον φάρμακον· ἔνθα
8. δὲ τὸ καλούμενον ἀπερίστατον ἕλκος ἐστὶ σαρκώσεως δεόμενον,
9. ἐνταῦθα τὸ μετριώτατον τῶν ξηραινόντων τε καὶ
10. ῥυπτόντων. τὸ δ’ ἧττόν τε καὶ μᾶλλον ἐν αὐτῷ παρὰ τῆς
11. τοῦ θεραπευομένου φύσεως εὑρίσκειν προσήκει. τοῖς μὲν γὰρ
12. σκληροτέροις σώμασιν ἢ διὰ φυσικὴν κρᾶσιν ἢ διὰ ἡλικίαν
13. ἢ διὰ χώραν ἢ ἐπιτηδεύματα μᾶλλον ξηραίνοντα προσφέρειν
14. χρὴ, τοῖς δ’ ὑγροτέροις τὰ ἧττον. ἡ μὲν οὖν πρώτη χρῆσις
15. ἑκάστου τῶν ἐμμότων ὀνομαζομένων φαρμάκων, ἐκ τῶν εἰρημένων
16. ἄρτι σκοπῶν λαμβάνεται στοχαστικῶς. ἡ δευτέρα
17. δὲ, ὡς καὶ πρόσθεν ἔφην, ἐκ τῶν κατὰ τὸ θεραπευόμενον
18. σῶμα φαινομένων σημείων. εἰ μὲν γὰρ ἀφλέγμαντόν τε καὶ
1. καθαρὸν εὑρίσκοιτο τὸ κοῖλον ἕλκος, οὐδὲν χρὴ νεωτερίζειν·
2. εἰ δ’ ὑγρότερον ἢ ῥυπαρώτερον, ἐπιτείνειν χρὴ τὸ ξηραντικὸν
3. καὶ ῥυπτικὸν φάρμακον. εἰ δὲ κοιλότερον ἢ πρόσθεν,
4. ἐκλύειν. ἐπιτείνεται μὲν οὖν μέλιτος μίξει, πραΰνεται δέ
5. ἐλαίου καὶ κηρωτῆς ἤ τινος τῶν ἐλαιωδῶν, ὁποῖόν ἐστι τό
6. τε ῥόδινον καὶ τὸ μύρσινον καὶ τὸ κύπρινον ἁπλῶς ἐσκευασμένα,
7. χωρὶς τῶν στυμμάτων, ἅπερ προστιθέασιν, ἤτοι γε
8. εὐωδίας ἕνεκεν ἢ τοῦ μέχρι πλείονος χρόνου διαμένειν ἀπαθῆ
9. τὰ σκευασθέντα. εἰ δέ τις ἡμῖν τῶν φιλεγκλημόνων ἐγκαλέσειεν,
10. ὡς παρὰ τὸ προκείμενον ἐξ ἀρχῆς ἐπὶ τὰς χρήσεις
11. τῶν φαρμάκων ἄγουσι τὸν λόγον, ὑποσχομένοις περὶ συνθέσεως
12. αὐτῶν ἐρεῖν, ἐννοήσας ὅτι καὶ κατὰ τὴν χρῆσιν γίγνεταί
13. τις σύνθεσις ἡσυχασάτω. πρώτη μὲν γὰρ ἐν αὐτῇ
14. σύνθεσίς ἐστιν ἡ τῶν μιγνυμένων τῇ κηρωτῇ φαρμάκων, δευτέρα
15. δ’ ἐν τῷ ῥόδινον ἢ μύρσινον ἢ κύπρινον ἢ σχοίνινον
16. ἔλαιον ἢ μέλι προστιθέναι. καὶ περὶ μὲν τούτων ἅλις.
17. ἐπὶ δὲ τὴν γραφὴν τῶν ἤδη πεῖραν ἱκανὴν δεδωκότων ἐμπλάστρων
18. ἀφίξομεν. ταῦτα μὲν οὖν ἔγραψεν ὁ Ἀνδρόμαχος
1. ἀξιόλογα φάρμακα τοῖς ἐπισταμένοις χρῆσθαι. τοιούτων δ’
2. ὄντων αὐτῶν ἐκλέγεσθαι χρὴ τά τ’ ἐξ ἐλαττόνων ἢ εὐποριστοτέρων
3. τῶν ἁπλῶν συγκείμενα καὶ τὰ πολυχρηστότερα
4. καὶ τὰ τοῦ προκειμένου σκοποῦ μάλιστ’ ἐχόμενα. γένοιτο δ’
5. ἂν ὃ λέγω σαφέστερον ἐπὶ παραδείγματος. ἔστω δὴ τὸ παράδειγμα
6. κοῖλον ἕλκος ἀπερίστατον ἐν ὑγιεινῷ σώματι. τὸ
7. δὲ τοιοῦτον ἕλκος ὑπὸ τῆς καλουμένης λιτῆς χλωρᾶς ἐμπλάστρου
8. θεραπευθήσεται, τακείσης ἅμα ῥοδίνῳ. λιτὴν δὲ καλοῦσι
9. τὴν ἐξ ἰοῦ καὶ κηροῦ καὶ ῥητίνης. ἐγὼ δὲ, ὡς ἔφην,
10. ἑκατέρου μίγνυμι τὸ ἴσον, ἰοῦ δὲ τὸ δέκατον ἢ ιβ΄ ἢ ὄγδοον.
11. ἔστι δὲ δηλονότι δωδέκατον μὲν, εἰ λίτραν κηροῦ καὶ λίτραν
12. ῥητίνης, ἰοῦ δὲ μίξαιμεν οὐγγίας δύο. τὸ δέκατον δὲ, εἰ ταῖς
13. δύο οὐγγίαις τοῦ ἰοῦ μίξαιμεν εἴκοσι συναμφοτέρου, τῆς τε
14. ῥητίνης καὶ τοῦ κηροῦ, τουτέστιν εἰ ἑκατέρου δέκα. καὶ μέντοι
15. κᾂν εἰ τὸ ὄγδοον μέρος ἰοῦ μίξωμεν τῇ διὰ τοῦ κηροῦ
16. καὶ τῆς ῥητίνης κηρωτῇ, καὶ οὕτως εὖ ἕξει. δριμύτερον μὲν
17. γὰρ ἔσται καὶ ῥυπτικώτερον τὸ τοιοῦτο φάρμακον, οὐ μὴν
18. ἄχρηστόν γε. τοῖς γὰρ σκληροῖς σώμασιν ἐπιτηδείως προσαχθήσεται.
1. καλλίων δὲ σύνθεσις ἔσται τὸ μὲν ὄγδοον μέρος
2. ἰοῦ μιξάντων τῇ διὰ τοῦ κηροῦ καὶ τῆς ῥητίνης συνθέσει,
3. προλειωσάντων δὲ πλείοσιν ἡμέραις τὸν ἰὸν μετὰ ὄξους δριμυτάτου.
4. κάλλιον δ’ ἂν εἴη, εἰ καὶ λιβανωτοῦ μίξαιμεν ἥμισυ
5. μέρος ἢ κατὰ τὸν ἰόν. ἐλαίου δὲ μίξεις, ὅταν μὲν χωρὶς
6. ὄξους τε καὶ λιβανωτοῦ σκευάζῃς τὸ φάρμακον, ἰσαρίθμους
7. κυάθους ταῖς οὐγγίαις τοῦ ἰοῦ. ὅταν δὲ λιβανωτὸν καὶ ὄξος
8. μιγνύῃς, ἐὰν μὲν ἡ φρυκτὴ λιπαρωτέρα πως ᾖ καὶ μαλακωτέρα
9. καὶ θέρους σκευάζῃς, οὐδὲν μίξεις· ὅταν δὲ σκληρὰ καὶ
10. χειμῶνος, ἕνα κύαθον. ἔνεστι δέ σοι καὶ τῷ κηρῷ τῶν
11. ὑγρῶν τινα μιγνύοντι ῥητινῶν μηδ’ ὅλως ἐλαίου δεηθῆναι.
12. μίξεις δὲ τῆς μὲν ὑγροτάτης τὸ τρίτον τοῦ κατὰ τὸν κηρὸν
13. σταθμοῦ, τῆς δ’ ἧσσον ὑγρᾶς τὸ ἥμισυ. γενήσεται δὲ
14. δηλονότι τοιαύτη τις σύνθεσις. τὸν κηρὸν καὶ τὴν ῥητίνην
15. τήξας καὶ ψύξας μῖξον ἰοῦ μέρει ποτὲ μὲν ὀγδόῳ, ποτὲ δὲ
16. δεκάτῳ, ποτὲ δὲ δωδεκάτῳ, γιγνώσκων ἐπὶ μὲν τῶν σκληρῶν
17. σωμάτων τήν τε πρώτην συμμετρίαν ἁρμόττειν, ἐπὶ
18. δὲ τῶν μαλακῶν τὴν τρίτην, ἐπὶ δὲ τῶν μέσων τὴν μέσην. 
1. λειώσεις δὲ σὺν ὄξει τὸν ἰόν. εἰ δὲ πρᾳότερον βουληθείης ἐργάσασθαι
2. τὸ φάρμακον, ἐμβάλλῃς τοῦ λιβανωτοῦ σταθμὸν
3. ἥμισυν οὗ κατὰ τὸν ἰὸν ἐποιήσω. εἰ δέ τις τοῦδε πρᾳότερον,
4. ἴσον τοῦ λιβανωτοῦ μίξεις τὸν ἰόν. καὶ χωρὶς δὲ τοῦ
5. ξῦσαι ψύξαντες τὴν ῥητίνην μετὰ τοῦ κηροῦ καταχέομεν
6. αὐτὰ τήξαντες ἐπὶ τὸν ἰόν τε καὶ τὸν λιβανωτὸν ἐν θυείᾳ
7. μετ’ ὄξους λελειωμένα. αὗται μὲν οὖν αἱ πρῶται συνθέσεις
8. ἐμπλάστρου χλωρᾶς, κολλητικῆς μὲν ἐναίμων τραυμάτων,
9. ὅσα μὴ μεγάλα καὶ μέχρι συνουλώσεως δὲ τἄλλα δυναμένης
10. ἰᾶσθαι καὶ σαρκούσης, εἰ τακείη μετά τινος ἐλαιώδους ὑγροῦ,
11. λέγω δὲ ἐλαιώδη τό τε ῥόδινον, ᾧ μάλιστα χρῆσθαι προσήκει
12. καθ’ ὃν εἴρηκα τρόπον ἐσκευασμένῳ, καὶ μετὰ τοῦτο
13. τῷ μυρσίνῳ καὶ τῷ κυπρίνῳ καὶ τῷ σχινίνῳ, αὐτὸ δὲ τὸ
14. ἔλαιον, ἐφ’ ὧν μὲν βούλει θερμότητός τι προσθεῖναι τῷ
15. τηκομένῳ φαρμάκῳ τὸ κοινὸν τοῦτο μίξεις. ἐφ’ ὧν δὲ ψύξεως,
16. τὸ καλούμενον ὠμοτριβὲς, ἐφ’ ὧν δὲ στύψεως μύρσινον.
17. ἐφ’ ὧν δὲ μικτοῦ δυνάμεως ἐχούσης μέν τι καὶ πεπτικὸν,
18. ἐχούσης δὲ καὶ ἀποκρουστικὸν τὸ ῥόδινον, ἐφ’ ὧν δὲ
19. βραχείας στύψεως μετὰ πλείονος θερμότητος κύπρινόν τε
1. καὶ σχίνινον. πολλαὶ δὲ καὶ ἄλλαι συνθέσεις, ὡς ἔφην ,ἔσονται
2. τοῖς εἰρημένοις ἄρτι φαρμάκοις ἁπλοῖς, μιγνυμένων ἤτοι
3. τῶν σαρκωτικῶν ἢ μαλακτικῶν ἢ τῶν στυπτικῶν ἢ τῶν τὰ
4. δυσίατα τῶν ἑλκῶν ἰωμένων. ἔνιοι δὲ καὶ τῶν διαφορητικῶν
5. ἔμιξαν ὥσπερ γε καὶ τῶν ἐπουλωτικῶν. ἕτεροι
6. δέ τινες πάντα μίξαντες ἤτοι καρύκην ἄχρηστον ἐποίησαν
7. ἢ πολύχρηστον εὐτύχησαν ἐργάσασθαι φάρμακον, ὧν τὰς
8. ὕλας ἐπιστάμενοι κεχρῆσθαι ταῖς εὑρημέναις ἤδη καὶ συντιθέναι
9. παραπλησίως αὐτοὶ δυνήσεσθε. παραγράψω δὲ κᾀγὼ
10. τῶν ἐνδόξων ἐνίας, ἀρξάμενος αὖθις ἀφ’ ὧν ὁ Ἀνδρόμαχος
11. ἔγραψεν. εἰσὶ μὲν οὖν ἐφεξῆς τῇ προσγεγραμμένῃ τριάκοντά
12. που. τὰς δ’ ἐπαινουμένας ὑπ’ αὐτοῦ μόνας παραθήσομαι.
13. τετάρτη μὲν ἀπὸ τῆς πρώτης οὑτωσὶ γέγραπται. χλωρὰ
14. ᾗ χρῶμαι. ♃ ἰοῦ ξυστοῦ δραχ. θ΄. χρυσοκόλλης δραχ. θ΄. τερμινθίνης
15. οὐγγιῶν ιστ΄. μνᾶν μίαν, κηροῦ μνᾶς ἥμισυ, ὄξους
16. ὀλίγον. ὥσπερ δὲ καὶ πρόσθεν εἶπον, οὐ προσέγραψεν ἑκάστῃ
17. τῶν ἐμπλάστρων ὁ Ἀνδρόμαχος τὴν ἐπαγγελίαν, ἀλλ’ ἐκ
18. τῆς ὕλης τῶν ἁπλῶν φαρμάκων, ἐξ ὧν συντίθησι τὴν προκειμένην,
1. οὐκ ἄδηλόν ἐστι καὶ αὐτὴν καθ’ ἑαυτὴν πρὶν τακῆναι
2. δύνασθαι θεραπεύειν ἕλκη καὶ τακεῖσαν ἔμμοτον γίγνεσθαι.
3. τὴν μνᾶν δὲ οὐγγιῶν δεκαὲξ ἐμβάλλειν. ἡ γὰρ τῶν
4. εἴκοσι, ὡς πρὸς τὴν τῆς χρυσοκόλλης καὶ τοῦ ἰοῦ ἰσομετρίαν
5. μεγάλη. μετὰ δὲ ταύτην ἄλλας ἐφεξῆς γράψας τρεῖς, αὖθις
6. ἑτέραν γράφει κατὰ λέξιν οὕτως. ἄλλη ᾗ χρῶμαι. ♃ ἰοῦ ξυστοῦ
7. λίτραν μίαν. μάννης οὐγγίας ι΄. ἐγὼ λίτραν α΄. κηροῦ
8. λίτρας ε΄. ῥητίνης φρυκτῆς λίτρας ε΄. ῥητίνης ὑγρᾶς λίτρας ε΄.
9. ἐλαίου κύαθον α΄. ὄξους τὸ ἱκανόν. ἐγὼ δὲ καὶ ἀμμωνιακοῦ
10. θυμιάματος οὐγγίας ι΄. ἐπὶ τούτοις μὲν ὁ Ἀνδρόμαχος
11. ἐπαύσατο. πρόδηλον δέ ἐστιν, εἴ τι μεμνήμεθα τῶν προειρημένων,
12. καὶ ταύτην αὐτὴν τὴν ἔμπλαστρον παραπλησίαν
13. ἔχειν δύναμιν τῇ προγεγραμμένῃ. ἐφεξῆς τῇ προγεγραμμένῃ
14. γράφων ὁ Ἀνδρόμαχος ἑτέραν οὕτως ἤρξατο. ἄλλη μολοχίνη.
15. καὶ μετὰ τοῦτο τὴν συμμετρίαν τῶν ἁπλῶν φαρμάκων,
16. ἐξ ὧν αὐτὴν συντίθησιν, ὑπέγραψεν οὕτως. ♃ ἰοῦ ξυστοῦ
17. λίτραν α΄. πίσσης λίτρας β΄. μάννης λίτραν α΄. κηροῦ λίτρας β΄.
18. ῥητίνης λίτρας β΄. ἐλαίου λίτραν α΄. ὄξους τὸ ἱκανόν. ἔστι
1. μὲν οὖν αὕτη παραπλησία ταῖς ἔμπροσθεν. εὔδηλον δ’ ὅτι
2. τὸν μὲν ἰὸν καὶ τὴν μάνναν ἀνὰ λίτραν α΄. ἑκάτερα μετὰ
3. τοῦ ὄξους λειοῦσθαι χρὴ, διπλάσιον δὲ τούτων ἑκατέρου
4. τοῦ κηροῦ καὶ τῆς πίσσης καὶ τῆς ῥητίνης, τουτέστιν ἑκάστου
5. λίτρας β΄. μετὰ τῆς τοῦ ἐλαίου λίτρας τήκεσθαι καὶ
6. οὕτως μίγνυσθαι τοῖς λελειωμένοις μετὰ τοῦ ὄξους, ὡς πολλάκις
7. ἡμῖν εἴρηται, ψύξαντας μᾶλλον καὶ ξύοντας ἤπερ ἐπικατερῶντας,
8. ἵνα μήπου τοῦ περιέχοντος ὄντος ψυχροῦ συμβῇ
9. τὰς καλουμένας ἐγκηρίδας συστῆναι. ἄλλην ἐφεξῆς τῇδε
10. δόκιμον ἔμπλαστρον ἔγραψεν οὕτως. χλωρὰ ἑκατοντάδραχμος.
11. ♃ ἀμμωνιακοῦ θυμιάματος δραχ. η΄. λεπίδος δραχ. ιβ΄. μάννης
12. δραχ. η΄. ῥητίνης ξηρᾶς δραχ. ιβ΄. ἰοῦ δραχ. η΄. στέατος μοσχείου
13. δραχ. ιδ΄. ῥητίνης τερμινθίνης δραχ. η΄. κηροῦ δραχ. λ΄. ἐλαίου κυάθου
14. τέταρτον, ὄξους τὸ ἱκανόν. αὕτη καὶ κολλᾷν τραύματα
15. δύναται μεγάλα καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν καθαίρειν, προσλαβοῦσα
16. δὲ κηρωτὴν ἐν τῷ τήκεσθαι σαρκοῦν. πρὶν δὲ τακῆναι
17. καὶ τὰ παχύχειλα τῶν ἑλκῶν ἰᾶσθαι καὶ προστέλλειν
18. κόλπους καὶ ὅλως διαφορεῖν καὶ ἀποκρούεσθαι δύναται.
1. μικτὴ γὰρ ἐκ τῶν ἐναντίων δυνάμεών ἐστι. καὶ ἡ ἐφεξῆς δὲ
2. αὐτῇ γεγραμμένῃ χλωρὰ παραπλησίας ἐστὶ δυνάμεως καὶ χρήσεως,
3. ἔχουσα συμμετρίαν τήνδε. ♃ τερμινθίνης μνᾶν α΄. σεραπιάδος
4. βοτάνης δραχ. κέ. ἰοῦ ξυστοῦ δραχ. ι΄. στέατος μοσχείου δραχ. κε΄.
5. κηροῦ δραχ. κε΄. λιβανωτοῦ δραχ. ιβ΄. κύπρινον εἰς τὰ ξηρά.
6. καὶ τὴν ὑπὸ τῶν ἄλλων λεγομένην ἴσιν, αὐτὸς ἄνευ ταύτης
7. τῆς προσηγορίας ἔγραψεν οὕτως. χλωρὰ Ἐπιγόνου. πάντων
8. δ’ αὐτῆς μνημονευόντων, οὐδὲν ἧττον καὶ νῦν
9. γράψω τὴν κατὰ τοῦτο συμμετρίαν τῶν ἁπλῶν φαρμάκων,
10. ἐπειδή τινες ἐν αὐτοῖς διαφέρονται. κελεύει γὰρ βάλλειν χαλκοῦ
11. μὲν κεκαυμένου καὶ ἁλὸς ἀμμωνιακοῦ καὶ λεπίδος χαλκοῦ
12. καὶ ἰοῦ καὶ ἀμμωνιακοῦ θυμιάματος καὶ ἀριστολοχίας
13. καὶ λιβανωτοῦ τὸ ἴσον ἑκάστου δραχ. η΄. τουτέστιν γο α΄. ἀλόης
14. δὲ καὶ σμύρνης καὶ χαλβάνης, ἡμιόλιον τούτων ἑκάστου,
15. τουτέστιν γο α΄ S". ὅπερ ταὐτόν ἐστι τῷ φάναι γο ιβ΄. καὶ
16. ἡμίσειαν, στυπτηρίας τῆς στρογγύλης δραχ. στ΄. μίγνυσι καὶ τῆς
17. κολοφωνίας ῥητίνης δραχ. σ΄. καὶ κηροῦ τὸ ἥμισυ, τουτέστιν ρ΄. 
1. ἐλαίου δὲ κοτύλης τὸ ἥμισυ. τινὰς δέ φησι τέταρτον μιγνύειν
2. καὶ ὄξους τὸ ἱκανὸν καὶ δρακοντίου ῥίζης· τὸ ἥμισυ τῆς οὐγγίας,
3. ὅπερ ἐστὶ δραχ. δ΄. ἐπὶ τέλει δὲ τοῦτο προσέγραψεν, οὐ
4. φερόμενον ἐπὶ τῆς ἴσιδος γραφῆς. ὁ γὰρ Ἐπίγονος αὐτὸ
5. προσέθηκε καὶ ταύτῃ διήνεγκεν ἡ ἴσις τοῦ Ἐπιγόνου. ἐφεξῆς
6. δὲ ταῖς προγεγραμμέναις ὁ Ἀνδρόμαχος ἔγραψε χλωρὰν
7. Πασίωνος ἐν τῇδε τῇ συμμετρίᾳ. ♃ ῥητίνης κολοφωνίας
8. δραχ. τ΄. κηροῦ δραχ. ρν΄. ἰοῦ δραχ. η΄. στυπτηρίας στρογγύλης δραχ. η΄.
9. λεπίδος χαλκοῦ δραχ. ιβ΄. λιβανωτοῦ δραχ. ιστ΄. χαλκοῦ κεκαυμένου
10. δραχ. η΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. η΄. ἐλαίου κυάθου τὸ ἥμισυ,
11. ὄξους τὸ ἱκανόν. τοῦτο τὸ φάρμακον διὰ τὸ προειληφέναι
12. τοὺς ἀμμωνιακοὺς ἅλας, ἑλκτικώτερον καὶ διαφορητικώτερον
13. καὶ ῥυπτικώτερον τῶν ἔμπροσθεν ἐγένετο. τὰ δ’ ἄλλα πάντα
14. παραπλήσιον. ἰσχυροτέραν τῆς προγεγραμμένης καὶ πολυχρηστοτέραν
15. ἔγραψε μετὰ μέσην μίαν ὁ Ἀνδρόμαχος, ἣν
16. ὀνομάζει χλωρὰν Ἀλκιμίωνος, ἐν τῇδε τῇ συμμετρίᾳ. ♃ τερμινθίνης
17. δραχ. σ΄. κηροῦ δραχ. ρν΄. λεπίδος χαλκοῦ δραχ. ιη΄. ἰοῦ ξυστοῦ
18. δραχ. ιστ΄. στυπτηρίας στρογγύλης δραχ. ιστ΄. χαλβάνης ιστ΄.
1. λιβάνου ι΄. ἁλὸς ἀμμωνιακοῦ δραχ.ιβ΄. χαλκοῦ κεκαυμένου δραχ. ιστ΄.
2. ἀριστολοχίας δραχ. ι΄. ἀλόης Ἰνδικῆς δραχ. ιβ΄. σμύρνης δραχ. ιστ΄.
3. ἀμμωνιακοῦ θυμιάματος δραχ. ιη΄. χαλβάνης δραχ. ιβ΄. οἱ δὲ η΄.
4. ἐλαίου κοτύλης ἥμισυ, ὄξους κοτύλης ἥμισυ. ἄλλην ἐφεξῆς
5. τῇδε γράφει καλουμένην Ἀθηνᾶν, ὡς αὐτὸς ἐπὶ τῇ τελευτῇ
6. προσέγραψεν. ἔχει δ’ αὐτῆς ἡ συμμετρία τῶν ἁπλῶν φαρμάκων,
7. ἐξ ὧν σύγκειται, κατὰ τόδε. ♃ κηροῦ δραχ. σν΄. τερμινθίνης
8. δραχ. σ΄. φρυκτῆς δραχ. ρ΄. στέατος μοσχείου δραχ. ν΄. χαλβάνης
9. δραχ. κδ΄. μάννης δραχ. κδ΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. ιβ΄. χαλκοῦ
10. κεκαυμένου δραχ. ιβ΄. ἀλόης δραχ. ιβ΄. λεπίδος χαλκοῦ δραχ. κδ΄. στυπτηρίας
11. στρογγύλης δραχ. ιβ΄. καὶ σχιστῆς δραχ. η΄. χαλκάνθης δραχ. η΄.
12. μίσεως δραχ. η΄. ὀποπάνακος δραχ. η΄. ἰοῦ ξυστοῦ δραχ. στ΄. ἀμμωνιακοῦ
13. θυμιάματος δραχ. στ΄. μίλτου Σινωπίδος δραχ. γ΄. ὄξους
14. κοτύλας γ΄. ἐλαίου κοτύλας β΄. τὴν μίλτον ἐν ἀρχῇ βάλλε.
15. Ἀθηνᾶ καλεῖται πολύχρηστον, ὡς ἔφην, καὶ τοῦτο τὸ φάρμακον,
16. ὅπως δὲ δεῖ χρῆσθαι τοῖς πολυχρήστοις ἐν τῷ περὶ
17. αὐτῶν λόγῳ δηλωθήσεται. ταύτῃ δ’ ἐφεξῆς ἔγραψεν ἑτέραν
18. χλωρὰν κατὰ λέξιν οὕτως. χλωρὰ διὰ Κυπρίνου Ἀφροδᾶ.
1. ♃ κηροῦ δραχ. κδ΄. ῥητίνης ξηρᾶς δραχ. ιβ΄. ἰοῦ ξυστοῦ δραχ. η΄.
2. Ἀφροδᾶς δραχ. ιβ΄. μάννης δραχ. η΄. κυπρίνου κοτύλης ὄγδοον.
3. συγκόπτεται δὲ αὐτῇ καὶ πρὸς τὰ δυσθεράπευτα τῶν ἑλκῶν
4. ἁρμόττειν δύναται, καὶ διὰ τοῦτο ταύτην ἔγραψε, δι’ ὀλίγων
5. τε συντιθεμένην καὶ χρήσιμον εἶναι δυναμένην ἱκανῶς.
6. ἐφεξῆς δὲ πολλὰς ἄλλας χλωρὰς γράφοντος τοῦ Ἀνδρομάχου,
7. πολυμιγμάτους τε καὶ πολυχρήστους ἔδοξέ μοι καταλιπεῖν
8. αὐτὰς, μόνων τῶν λιτῶν, ὡς αὐτοὶ καλοῦσι, μνημονεύσαντι.
9. γράφει τοίνυν αὐτὸς κατὰ λέξιν οὕτως. ἑτέρα
10. χλωρὰ λιτὴ ᾗ χρῶμαι. ♃ ῥητίνης λίτρας δώδεκα, κηροῦ λίτρας
11. η΄. ἰοῦ ξυστοῦ λίτρας δύο, στέατος μοσχείου λίτρας
12. δύο, ὄξους λίτραν μίαν· ἐγὼ δὲ μάννης λίτραν μίαν ἐμβάλλω.
13. εὔδηλον οὖν ὅτι τὸ ὄξος μετὰ τῶν δύο λιτρῶν τοῦ
14. ἰοῦ καὶ τῆς λίτρας τοῦ λιβανωτοῦ λειοῦσθαι βούλεται, καθάπερ
15. ἔμπροσθεν εἶπον, εἶτα μίγνυσθαι τὰ τηκτὰ τούτοις.
16. λέγω δὲ τὰς τοῦ στέατος λίτρας ὀκτὼ, μετὰ τῶν ὀκτὼ τοῦ
17. κηροῦ καὶ τῶν ιβ΄. τῆς ῥητίνης. ἡ ἔμπλαστρος αὕτη λιτὴ
18. μὲν ἀκριβῶς ἂν ἦν, εἰ μήτε τοῦ στέατος εἰλήφει μήτε τῆς
1. μάννης. οὕτως γὰρ ἂν ἦν ὁ ἰὸς δέκατον μέρος συναμφοτέρου,
2. τῆς τε ῥητίνης καὶ τοῦ κηροῦ. καὶ εἴπερ ἦν ἡ ῥητίνη
3. σκληρὰ, πάντως ἄν τι καὶ ἐλαίου ἐμίχθη, καθάπερ εἴρηται
4. πρόσθεν. ἐπεὶ δὲ τὸ μόσχειον ἔλαβε στέαρ, οὐκέτ’ ἀκριβῶς
5. ἐστι λιτὴ, μαλακτικόν τε καὶ πεπτικὸν φάρμακον προσλαβοῦσα.
6. πολὺ δὲ δὴ μᾶλλον εἰ καὶ τὴν μάννην λάβοι, πεπτικὴ
7. γάρ ἐστι καὶ διαπυητικὴ καί τι σαρκωτικὸν ἔχουσα.

Cliquer un n° de page pour en afficher l’image