13. Ἔνιοι
14. ταύτας ἐναίμους τε καὶ τραυματικὰς ὀνομάζουσιν. ἔργον δ’
15. αὐτῶν ἐστι, συμφῦσαί τε καὶ κολλῆσαι τὰς διῃρημένας σάρκας,
16. ὡς εἰς τὴν ἀρχαίαν ἕνωσιν ἀχθῆναι τὸ μόριον. οὐ μόνον
17. δὲ τὰ ἔναιμα κολλᾶται παραχρῆμα τῆς διαιρέσεως ἔτι
1. ῥέον τὸ αἷμα σπογγιζόντων ἡμῶν, εἶτα ῥαφαῖς ἢ ἀγκτῆρσιν
2. συναγόντων, ἀλλὰ καὶ κόλπους παλαιοὺς ἀφλεγμάντους τε
3. καὶ καθαροὺς πρῶτον ἐργασάμενοι διὰ φαρμάκων ἐπιθέσεως,
4. ἑνοῦμέν τε καὶ συμφύομεν. εἴρηται δὲ ἐν τοῖς τῆς θεραπευτικῆς
5. μεθόδου γράμμασιν ὅτι ἀφαιρετικὸν μὲν ῥύπου
6. φάρμακον πρώτως τε καὶ καθ’ ἑαυτὸ λέγεται, σαρκωτικὸν
7. δὲ καὶ κολλητικὸν δευτέρως. οὐ γὰρ ὡς αὐτὸ σαρκοῦν ἢ συμφῦον,
8. οὐδ’ ὡς οὐκ ὄντων τούτων φύσεως μόνης ἔργων,
9. ἀλλ’ ὅτι τοιούτων ἐπιτιθεμένων φαρμάκων σαρκοῦταί τε
10. καὶ συμφύεται τὰ ἕλκη, τὴν προσηγορίαν ταύτην ἔλαβε.
11. ἔργον δ’. αὐτῶν ἴδιόν ἐστιν, ἀπέριττον ἐργάσασθαι τὸ πεπονθὸς
12. μόριον, ὡς μὴ κωλύοιεν οἱ ἰχῶρες αὐτοῦ τὴν σάρκωσιν
13. ἢ τὴν κόλλησιν. ἐδείχθη δὲ ὅτι ξηραντικώτερα τῶν
14. σαρκωτικῶν ἐστὶ τὰ συμφυτικὰ, καὶ ὡς τὰ μὲν σαρκωτικὰ
15. ῥυπτικῆς δυνάμεώς ἐστιν ἀδηκτοτάτης, τὰ κολλητικὰ δὲ οὐ
16. πάντως ῥυπτικῆς, ἀλλὰ χρὴ μόνον αὐτοῖς ξηραντικοῖς ὑπάρχειν.
17. ἐπεὶ δὲ καὶ τὰ τὴν οὐλὴν ἐργαζόμενα φάρμακα πολὺ
1. τούτων ἐστὶ ξηραντικώτερα μετὰ τοῦ στύφειν ἱκανῶς, διωρίσθω
2. καὶ τούτων τὰ κολλητικά τε καὶ συμφυτικὰ, τῷ μετριώτερον
3. ξηραίνειν. ὅρος δὲ τῶν μὲν κολλητικῶν μηδεμίαν
4. ἐᾶσαι μεταξὺ τῶν κολληθησομένων ὑγρότητα γενέσθαι· τῶν
5. δ’ ἐπουλωτικῶν οὐ τοῦτο μόνον. ἀλλὰ καὶ τὴν οὖσαν ἐν
6. τοῖς ἐπουλωθησομένοις ἐκδαπανᾷν καὶ προσέτι τυλοῦν καὶ
7. σκληρύνειν τῆ στύψει. τὰ σαρκωτικὰ δὲ τὸ μὲν εἰς ἀνάθρεψιν
8. ἐπιτήδειον αἷμα φυλάττει, κατά τε ποσότητα καὶ ποιότητα,
9. τοσοῦτόν τε καὶ τοιοῦτον, ὁπόσου καὶ ποίου δεῖται
10. πρὸς τὴν τῆς σαρκὸς γένεσιν ἡ φύσις. καθαρὸν δὲ φυλάττει
11. τὸ ἕλκος, εἰ μὲν παρέλαβεν αὐτὸ τοιοῦτον ἀδηκτότατον,
12. εἰ δὲ ῥύπον ἔχον, ἀναγκαῖον μὲν αὐτὸ ῥυπτικὸν εἰς
13. τοσοῦτον εἶναι κατὰ τὴν ἑαυτοῦ δύναμιν, εἰς ὅσον ἥκει πάχους
14. ὁ ῥύπος. ἀναγκαῖον δὲ καὶ δάκνειν καὶ διαβιβρώσκειν
15. τὴν νεοπαγῆ σάρκα. δῆλον οὖν ὅτι τοιοῦτον ὄν οὐ σαρκώσει
16. τὸ ἕλκος οὐδὲ πληρώσει τὴν κοιλότητα τῆς σαρκὸς, ἀλλὰ
17. συντήξει τε καὶ μειώσει καὶ διὰ τοῦτο τὰ ῥύπου πολλοῦ
1. καθαρτικὰ φάρμακα, περὶ ὧν ἔμπροσθεν εἶπον, οὐκ ἀεὶ
2. δύναται σαρκοῦν, ἀλλ’ ὅταν ἤτοι δι’ ἐλαίου πλείονος ἢ ῥοδίνου
3. τακέντα, καθάπερ τό τε ἐλαιῶδες καὶ τὸ διὰ χάρτου,
4. κολασθῇ τὸ σφοδρὸν τῆς ῥύψεως ἢ διὰ κηρωτῆς μίξεως
5. ἄδηκτα γίγνηται. τοιαῦται δὲ πολλαὶ τῶν πολυχρήστων δυνάμεών
6. εἰσιν, ὡς ἥ τε τοῦ Μαχαιρίωνος καὶ ἡ ἴσις. ὁ μὲν
7. οὖν σκοπὸς ἑκάστου τῶν τοιούτων ἐν τοῖς τῆς θεραπευτικῆς
8. μεθόδου λέλεκται γράμμασιν· ἡ δὲ ὕλη τῶν δυνάμεων
9. ἡ μὲν ἁπλῆ δι’ ἑτέρας πραγματείας ἔμπροσθεν, ἡ σύνθετος
10. δὲ διὰ τῆς νῦν ἐνεστώσης λέγεται. καὶ πρώτης γε ἐν αὐτῇ
11. μεμνῆσθαι χρὴ τῆς τῶν θεραπευομένων σωμάτων φύσεως.
12. τὰ μὲν ὑγρὰ καὶ διὰ τοῦτο μαλακὰ, καθάπερ τὰ τῶν γυναικῶν
13. καὶ παιδίων εὐνούχων τε καὶ γυναικείως βιούντων,
14. ἀσθενεστέρων δεῖται φαρμάκων, τὰ δὲ τῶν ἀνδρῶν, καὶ μάλισθ’
15. ὅσοι δι’ ἐνεργειῶν ἀνδρικῶν καὶ ἡλίου σκληρὰν εἰσήγοντο
16. τὴν ἕξιν τοῦ σώματος, ὑπὸ τῶν ἀσθενῶν οὐδὲν ὠφελεῖται.
17. διὰ τοῦτ’ οὖν οὐδὲ τὰ κολλητικὰ κοινὰ τῶν σωμάτων
18. ἑκατέρων ἐστὶν, ἀλλ’ ὅσα μὲν διὰ λιθαργύρου καὶ ἐλαίου
1. σκευάζεται καὶ ὄξους, περὶ ὧν ἐν τῷ πρώτῳ λόγῳ διῆλθον,
2. ἀσθενοῦς καὶ μαλακῆς σαρκός ἐστι κολλητικά· τὰ δὲ δι’
3. ἀσφάλτου καὶ ἰοῦ καὶ λεπίδος, ἀλόης τε καὶ σμύρνης, ἰσχυρᾶς
4. τε καὶ σκληρᾶς. ἔστι μὲν οὖν ἡ ἄσφαλτος αὐτὴ καθ’
5. ἑαυτὴν ἐν τῷ σκοπῷ τούτων τῶν δυνάμεων, ἀλλ’ οὐχ οἷόν
6. τε χρῆσθαι μόνῃ μετ’ ἐλαίου τήξαντα, ψαθυρωτέρα γάρ ἐστιν
7. ἢ ὡς ἐμπλαστρῶδες ἐργάσασθαι φάρμακον. ἵν’ οὖν ἔμπλαστρος
8. γένηται, κηροῦ καὶ ῥητίνης αὐτῇ μίγνυμεν, ὑφ’ ὧν
9. πάλιν ἐκλυθησομένην αὐτῆς δύναμιν εἰδότες, ἐνίοτε μὲν χαλκὸν
10. ἢ λεπίδα χαλκοῦ, πολλάκις δὲ ἀλόην ἢ σμύρναν ἢ συνελόντι
11. φάναι τῶν ξηραινόντων τι φαρμάκων οὐκ ἀγεννῶς
12. μίγνυμεν.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 2.21, ed. Kühn, 1827, vol. 13, p. 551-555. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:2.21
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩