Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 2.4, ed. Kühn, 1827, vol. 13, p. 496-499. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:2.4

17. Βάλλεται μὲν εἰς
18. αὐτὰ ἰὸς οὐκ ὀλίγος, ἀλλ’ ὥστε κρατῆσαι τῆς τῶν ἄλλων
1. χρόας, αὐτῷ τε συνομοιῶσαι τὸ πᾶν. ἐστοχάσθαι δὲ δεῖ τὴν
2. τοιαύτην ἔμπλαστρον συντιθέντα πρὸς τῇ ποσότητι τοῦ ἰοῦ
3. καὶ τῆς τῶν μιγνυμένων αὐτῷ χροιᾶς καὶ τοῦ τρόπου τῆς
4. ἑψήσεως, ἐπὶ μὲν τῶν μιγνυμένων φυλαττόμενον τὰς δυσκινήτους
5. χροιὰς, ὁπόσαι τῶν ξανθῶν εἰσι καὶ πυῤῥῶν καὶ
6. μελάνων φαρμάκων. λέγω δὲ ξανθῶν μὲν καὶ πυῤῥῶν, οἷά
7. πέρ ἐστι τό τε τῆς μηλίτου καὶ τὸ τῆς κεκαυμένης χαλκίτεως,
8. ἀρσενικοῦ τε καὶ σανδαράχης. μελάνων δὲ, οἷά περ
9. πίττης τε καὶ ἀσφάλτου καὶ γῆς ἀμπελίτιδος καὶ λίθου γαγάτου.
10. κατὰ δὲ τὴν ἕψησιν οὐ χρὴ τοῖς ἐπὶ τοῦ πυρὸς
11. ἑνουμένοις συμβάλλεσθαι τὸν ἰὸν, ἀλλ’ ἑνωθεῖσι μίγνυσθαι
12. κατὰ τὴν θυείαν, εἴπερ ἐθέλοις τῇ χρόᾳ χλωρὸν διαμεῖναι
13. τὸ φάρμακον. εἰ δέ γε μηλίνην βούλοιο ποιῆσαι τὴν ἔμπλαστρον,
14. εἰδέναι χρή σε κατὰ τὴν ἕψησιν, εἰς πρώτην μὲν ταύτην
15. τὴν χρόαν μεταβαλόντα τὸν ἰὸν, ὕστερον δὲ εἰς τὴν
16. κιῤῥὰν, ὡς γενέσθαι τὴν ὀνομαζομένην δίχρωμον ἔμπλαστρον.
17. ἐν γὰρ τῷ μετὰ τὴν ἕψησιν χρόνῳ, μετ’ ὀλίγας ἡμέρας ἐπιπολῆς
18. μὲν αὐτῇ γίγνεται τὸ φαιότερον, εἰς τὸ βάθος δὲ τοῦ
19. φαρμάκου συντρέχει τὸ κιῤῥόν. ἐπεὶ δὲ περὶ τῆς χρόας αὐτῶν 
1. εἴρηται τὰ προσήκοντα, μεταβήσομαι πάλιν ἐπὶ τὸν
2. περὶ τῶν δυνάμεων λόγον, ἀναμνήσας ὅθεν πρώτως ὡρμήθην
3. κατὰ τόδε τὸ βιβλίον. ὡρμήθην δὲ, εἴ τι μεμνήμεθα, περὶ
4. τῶν σαρκωτικῶν φαρμάκων εἰπεῖν, ὧν ὁ μὲν τῆς δυνάμεως
5. σκοπός ἐστιν ἐν τῷ μετρίως τε καὶ ἀδήκτως ῥύπτειν τε καὶ
6. ξηραίνειν. αἱ δὲ κατ’ εἴδη συνθέσεις διάφοροι κατὰ τὰς τῶν
7. ἁπλῶν φαρμάκων ὕλας ὑπαλλαττόμεναι. πρόδηλον δ’ ὅτι τὰ
8. κυρίως τε καὶ πρώτως ὀνομαζόμενα σαρκωτικὰ τῶν ἀπεριστάτων
9. ἐλκῶν ἐστι σαρκωτικὰ, τουτέστιν ὅσα κοῖλα μὲν οὐ
10. μὴν ῥύπον ἢ φλεγμονὴν ἔχει συνοῦσαν, ἔτι δὲ μᾶλλον οὐδ’
11. ἐπιῤῥοὴν ὑγρῶν μοχθηρῶν, οὐδὲ δύσκρατον κατὰ τὸ
12. κοῖλον ἕλκος σάρκα. μιγνυμένου γάρ τινος τῶν εἰρημένων τῇ
13. κοιλότητι, πρότερον ἐκεῖνο θεραπευτέον ἐστίν. οἱ σκοποὶ δὲ
14. τῆς θεραπείας αὐτῶν εἰσιν ἐπὶ μὲν τῶν ῥυπαρῶν τὰ ῥύπτειν
15. δυνάμενα φάρμακα. τῶν δ’ ἐξ ἐπιῤῥοῆς ὑγροῦ τὸ ξηραίνειν
16. τε καὶ ἀποκρούεσθαι τὸ ἐπιῤῥέον. εἰ δ’ εἴη πολὺ
17. καὶ δυσνίκητον, τὴν αἰτίαν τῆς ἐπιῤῥοῆς ἐκκόψαι πρότερον.
18. εὔδηλον δ’ ὅτι καὶ τῶν μὲν φλεγμαινόντων τὴν φλεγμονὴν
1. ἰᾶσθαι χρὴ, τῶν δὲ δύσκρατον ἐχόντων τὴν σάρκα μορίων,
2. εὔκρατον ταύτην ἐργάσασθαι, δυσκράτου δὲ αὐτῆς γιγνομένης,
3. κατὰ τρόπους ἁπλοῦς μὲν τέτταρας, συνθέτους δὲ ἄλλους
4. τέτταρας, ἡ ἴασις ἔσται διὰ τῶν ἐναντίων ποιοτήτων.
5. ἀλλὰ περὶ μὲν τούτων καὶ αὖθις εἰρήσεται, περὶ δὲ τῶν ἰσχυρῶς
6. ῥυπτόντων φαρμάκων ἐφεξῆς ἐρῶ.

Cliquer un n° de page pour en afficher l’image