Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 2.5, ed. Kühn, 1827, vol. 13, p. 499-503. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:2.5

7.
8. Ὅτι μὲν ἐκ τοῦ γένους ἐστὶ ταῦτα τῶν προειρημένων, ὅσα
9. τῷ μετρίως ῥύπτειν ἕλκεσι κοίλοις, καθαροῖς, ἀπεριστάτοις
10. προσεφέρετο μηδ’ ὅλως δάκνοντα, λέλεκται πρόσθεν. ἐπιτεταμένην
11. δὲ τὴν ῥυπτικὴν δύναμιν ἔχει τὰ τὸν πολὺν ἀφαιροῦντα
12. ῥύπον, ὥστ’ ἔνια τῶν εἰρημένων φαρμάκων χλωρῶν
13. ἑνὶ μόνῳ τῶν ἁπλῶς σαρκωτικῶν διαφέρει τῷ πλήθει τοῦ
14. ἰοῦ. τινὰ δὲ καὶ τῶν ἄλλων, ὅσα ῥύπτει σφοδρῶς μίξει, καθάπερ
15. ἴσις ὀνομαζομένη καὶ τὸ τοῦ Μαχαιρίωνος, ᾧ ἡμεῖς
16. χρώμεθα συνήθως, ἐλαιώδει καλουμένῳ διὰ τὴν χρῆσιν. ἔνθα
17. γὰρ ἡμῖν πρόκειται σαρκῶσαι κόλπον, ἐλαίῳ πολλῷ τήκοντες
18. ἐγχέομεν αὐτὸ δι’ εὐθυτρήτου κέρατος, ἐν τρόπῳ κλυστῆρος
1. ὑείᾳ κύστει συνημμένου, χρώμεθα καὶ τοῖς καλουμένοις πυουλκοῖς
2. ἐπ’ αὐτοῦ· καὶ γὰρ καὶ τούτων, ὅσοις εὐρύτερόν
3. ἐστι τὸ τρῆμα, χρήσιμοι πρὸς τὴν τοιαύτην ὑπηρεσίαν εἰσί.
4. πρόδηλον δ’ ὅτι τὸν μὲν ῥυπαρὸν κόλπον ἐργαζόμεθα καθαρὸν,
5. ἀκρατέστερον χρώμενοι τῷ φαρμάκῳ, τουτέστιν ἐλάττονι
6. μιγνύντες ἐλαίῳ, τὸν δὲ καθαρὸν ἐπὶ πλέον ὑγρασμένῳ
7. δι’ ἐλαίου δαψιλεστέρου μίξεως. εἰ μὲν οὖν ὑποψία τις εἴη
8. μεμιγμένης φλεγμονῆς ἔτι βραχείας τῷ κόλπῳ, διὰ ῥοδίνου
9. πάντως τηκέσθω τὸ φάρμακον. εἰ δ’ ἀφλέγμαντος εἴη, δι’
10. ἐλαίου, κᾂν ἀδήκτως ἀνέχηται τῆς τοῦ παλαιοῦ μίξεως,
11. ἐκείνῳ διατηκέσθω τὸ φάρμακον. ἐπιτήδειον δὲ εἰς τὴν τοιαύτην
12. χρῆσίν ἐστιν οὐ τοῦτο μόνον τὸ φάρμακον, ἀλλὰ καὶ
13. τὸ τοῦ Μαχαιρίωνος καὶ ἡ ἴσις, ὅσα τ’ ἄλλα γεγράφασιν οἱ
14. πρὸ ἐμοῦ μετὰ κηρωτῆς μιγνύμενα σαρκωτικὰ γίγνεσθαι κοίλων
15. ἑλκῶν. ἅπαντα γὰρ ταῦτα, χωρὶς τοῦ μιχθῆναι κηρωτῇ,
16. δι’ ἐλαίου καὶ ῥοδίνου τηκόμενα τοῖς κόλποις ἐνίεται διὰ
17. τὸ μὴ δύνασθαι τὴν καλουμένην ἔμμοτον σύστασιν ἐνίεσθαι
18. κόλποις, οὕτως γέ τοι καὶ τὸ διὰ τοῦ κεκαυμένου χάρτου
1. φάρμακον ξηρὸν, ῥοδίνῳ πολλῷ μιγνύντες ἐγχέομεν αὐτοῖς.
2. ὥσπερ δὲ οἱ κόλποι τῶν ὑγροτέρων δέονται φαρμάκων οὐ
3. δυναμένων ἐνίεσθαι τῶν παχυτέρων, οὕτως ὅσα τῶν κοίλων
4. ἑλκῶν ἐπιπολῆς ἐστι, παχυτέρου χρῄζει φαρμάκου διὰ τὸ ταχέως
5. αὐτῶν ἀποῤῥεῖν τὰ ὑγρὰ καὶ καταλείπεσθαι ξηροὺς
6. τοὺς μότους. εἰκότως οὖν ἐπὶ μὲν τῶν τοιούτων τοῖς ἰσχυρῶς
7. ῥυπτικοῖς μίγνυμεν κηρωτὴν, ἐπὶ δὲ τῶν κόλπων ἔλαιον
8. ἢ ῥόδινον πάμπολυ. ταυτὶ δὲ τὰ οὕτως ῥυπτικὰ φάρμακα
9. πάντως ἐστὶ καὶ διαφορητικὰ, καὶ διὰ τοῦτο καὶ ξηραντικὰ
10. σφοδρῶς, καὶ γίγνεταί τι γένος αὐτῶν κοινὸν, ὃ καλοῦσι πολύχρηστον.
11. ἐπέκεινα δὲ τούτου τοῦ γένους ἐστὶ τὸ τῶν
12. πάνυ δριμέων ἐμπλάστρων, ὁποῖαι καὶ αἱ καλούμεναι
13. δι’ ἁλῶν εἰσιν, ἃς οὐ χρὴ προσφέρειν ἔνθα σαρκῶσαί τι
14. βουλόμεθα. πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ τοῦτο τοῖς ἁλσὶν
15. ἐξαίρετον ὑπάρχει τὸ στύφειν μᾶλλον ἢ ῥύπτειν. ἐπὶ τό γε
16. ξηραίνειν οὐδὲν ἧττον ἔχουσιν ἀφρονίτρου καὶ νίτρου, ἀλλ’
17. ἐκείνοις μὲν οὐ μέτεστι τῆς στυπτικῆς δυνάμεως, ὥσπερ οὐδὲ
1. τῷ τῆς Ἀσίας πέτρας ἄνθει καὶ διὰ τοῦτο διαφορεῖν τε
2. δύναται καὶ κηρωταῖς μιγνύμενα καθαίρειν ἕλκη ῥυπαρά.
3. τοῖς δ’ ἁλσὶν οὐχ ὑπάρχει τοῦτο διὰ τὴν στύψιν. τούτων
4. οὖν μνημονεύουσιν ὑμῖν ἀκηκοόσι τε τὴν μέθοδον τῆς τε
5. συνθέσεως καὶ τῆς χρήσεως ἁπάντων τῶν τοιούτων φαρμάκων
6. ἐν τοῖς ἐφεξῆς γράψω τὰ δεδοκιμασμένα τῇ πείρᾳ πρὸς
7. τῶν ἐνδόξων ἰατρῶν ἐπὶ φαρμάκων ἀρίστων γνώσει. πρώτων
8. δὲ τῶν περὶ Μαντίαν καὶ τὸν μαθητὴν αὐτοῦ τὸν
9. Ταραντῖνον Ἡρακλείδην πολλὰ φάρμακα γραψάντων,
10. ἃ τοῖς μετὰ ταῦτα διὰ πείρας ἀφικόμενα διωρίσθη. καὶ τὰ
11. μὲν ἄριστα ἐν αὐτοῖς αὐτοὶ πάλιν ἔγραψαν, ὅσα δ’ ἧττον
12. ἐκείνων ἐνεργεῖν ἐδόκει κατέλιπον. εἰκότως οὖν κᾀγὼ τὴν
13. πλείονα μνήμην ποιοῦμαι τῶν μετ’ ἐκείνους γεγονότων. εἰσὶ
14. δὲ αὐτῶν οἱ μάλιστα δοκοῦντες ἐν τῇ τῶν φαρμάκων ἐμπειρίᾳ
15. κατωρθωκέναι, Πετρώνιος Μούσας καὶ Ἥρας καὶ Ἀνδρόμαχος,
16. Ἀσκληπιάδης τε καὶ Κρίτων. γέγραπται δὲ καὶ
17. τοῖς περὶ τὸν Ἀρχιγένην τε καὶ τὸν Φίλιππον οὐκ ὀλίγα
18. φάρμακα. καί τι καὶ βιβλίον ἕν ἐστι Μενεκράτους ἐπιγεγραμμένον, 
1. αὐτοκράτωρ ὁλογράμματος ἀξιολόγων φαρμάκων. ὅσα
2. τε οὖν τούτοις γέγραπται κάλλιστα φάρμακα καὶ πρὸς αὐτῶν
3. ἐπαινούμενα καὶ ὅσων ἡμεῖς πεῖραν ἔχομεν, ἐξ αὐτῶν
4. τε τούτων τῶν γεγραμμένων καὶ ὧν οἱ διδάσκαλοι ἡμῶν
5. ἐχρῶντο, καὶ εἴ τι καὶ ἡμῖν προσεξεύρηται, τοῦτ’ ἐν τοῖς ἑξῆς
6. γράψω, τίνος ἐστὶ γένους ἕκαστον αὐτῶν ἐξηγούμενος. νυνὶ δὲ
7. ἐπὶ τὰς χλωρὰς διῆλθον, ἐφεξῆς ταύταις γράψω τὰς μηλίνας.

Cliquer un n° de page pour en afficher l’image