Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 2.6, ed. Kühn, 1827, vol. 13, p. 503-505. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:2.6

8. Ὥσπερ τῶν χλωρῶν
9. ἐμπλάστρων αἱ πλεῖσται διὰ τὸν ἰὸν ἐπικρατοῦντα γίγνονται
10. τοιαῦται, καὶ μάλιστα αὐτῶν αἱ εὐχρούστεραι, κατὰ
11. τὸν αὐτὸν τρόπον καὶ αἱ μήλιναι. ἀλλ’ αἱ μὲν χλωραὶ τὸν
12. ἰὸν ἀνέψητον ἔχουσιν, αἱ μήλιναι δὲ ἑψόμενον μὲν, ἀλλὰ
13. μετρίως. ὡς ἐάν γε ἐπὶ πλέον ἕψῃς, τὰς καλουμένας ὑπ’ ἐνίων
14. μὲν διχρώμους, ὑπ’ ἐνίων δὲ κιῤῥὰς ἐργάσῃ. καλεῖν δ’ ἔθος
15. ἐστὶ τοῖς ἰατροῖς ἁπλῶς μὲν χλωρὰς καὶ μηλίνας καὶ κιῤῥὰς,
16. ὅσαι κολλῶσί τε τὰ μὴ πάνυ μεγάλα τραύματα καὶ ἕλκη
17. συνουλοῦσιν, ἃ καλεῖν τοῖς ἰατροῖς ἔθος ἀπερίστατα, σαρκοῦσί
18. τε τὰ κοῖλα τηκόμεναι διὰ ῥοδίνου. πολύχρηστοι δὲ
1. ἐξ αὐτῶν, ἐφ’ ὧν ἐπαγγελία πλείων ἐστίν. ἔνιαι δὲ πολλὰς
2. μὲν οὐκ ἔχουσιν ἐπαγγελίας, ἀξιόλογον δὲ μίαν, ἤτοι πρὸς
3. τὰ κακοήθη τῶν ἑλκῶν ἁρμόττειν ἢ διαφορεῖν πῦον ἢ μελικηρίδας
4. ἢ μαλάττειν σκληρότητας ἤ τι τοιοῦτον τῶν οὐκ
5. εὐκαταφρονήτων οὐδ’ εὐθεραπεύτων. ὁ Ἀνδρόμαχος μὲν οὖν
6. ἔγραψε ιδ΄. μηλίνας, ὧν αἱ πέντε μὲν ἔχουσιν ἰὸν, αἱ δ’
7. ἄλλαι χωρὶς ἰοῦ γεγόνασι. τῶν δὲ τὸν ἰὸν ἐχουσῶν μία μέν
8. ἐστι πρώτη γεγραμμένη τῶν ιδ΄. μία δ’ ἄλλη τετάρτη καί
9. τις ἐπ’ αὐτῆς ἕκτη καὶ μετ’ ἐκείνην ἥ τε ζ΄. καὶ ἡ ι΄. ὅσαις
10. μὲν οὖν οὐδὲν ἐξαίρετον προσγέγραφεν, αὗται πᾶσαι καὶ
11. κολλῶσιν ἕλκη καὶ ἐπουλοῦσιν. εἰ δὲ βούλοιτό τις, καὶ τακεῖσαι
12. μετὰ ῥοδίνου σαρκοῦσι. θεραπεύουσι δὲ καὶ μετρίας
13. φλεγμονὰς, ὥσπερ γε καὶ σκληρότητας μετρίας μαλάττουσι.
14. καὶ μᾶλλόν γε τοῦτο ποιοῦσιν, ὅσαι θυμιάματος ἔχουσιν
15. ἀμμωνιακοῦ. καὶ τούτων αὐτῶν μᾶλλον ὅσαι πλείονος,
16. ὡς πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν. ἔν τισι δὲ προσέθηκεν
17. αὐτὸς ἁπαλὴ, τουτέστι πρὸς ἁπαλοὺς χρῶτας ἁρμόττουσα
18. δηλονότι. καὶ καθ’ ἣν πρόσκειται τὸ ἐπισπαστικὴ καὶ ἐξιπωτικὴ,
1. δηλῶν ὅτι πρὸς περιωδυνίαν καὶ συνάγχην καὶ πλευροῦ
2. πόνον ἁρμόττει. ἢ ὅτι διαφορεῖ τὰ ἐντὸς ἀποστήματα,
3. πλέον τι ταύταις μαρτυρεῖ τῶν ἁπλῶς γεγραμμένων. ἐφεξῆς
4. οὖν αὐτὰς ἁπάσας ὑπογράψω.

Cliquer un n° de page pour en afficher l’image