ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ
ΤΩΝ ΚΑΤΑ ΓΕΝΗ ΒΙΒΛΙΟΝ Γ.
1. Καὶ ταῦθ’ ὑμῖν τοῖς ἑταίροις ὑπομνήματα
2. γράφω δι’ αὐτῶν τῶν ἔργων τῆς τέχνης ἐγνωκόσιν ὁπόσην
3. ἔχει δύναμιν ἡ ἡμετέρα τῶν νευροτρώτων θεραπεία καὶ
4. ὡς ἐσώθησαν ἅπαντες, οὔτε κυλλωθέντες οὔτε χωλωθέντες,
5. ἃ τοῖς ἑτέρως θεραπευομένοις ἐθεάσασθε συμβαίνοντα, καθάπερ
6. γε καὶ σπασθέντας ἐνίους ἢ σὺν ὀδύναις ἢ σηπεδόσιν
7. ἢ πυρετοῖς ἀποθανόντας. εἰκὸς δὲ ἐκπεσεῖν καὶ εἰς. ἄλλους
1. τὰ ὑπομνήματα ταῦτα μὴ δυναμένους καλῶς χρῆσθαι
2. τοῖς ἐγγεγραμμένοις, ἢ διὰ τὸ μὴ μεμαθηκέναι παρὰ διδασκάλου
3. τὴν θεωρίαν τῆς ἰατρικῆς τέχνης, ἀλλὰ ὅλως ἀνεισάκτους
4. τε καὶ ἀγυμνάστους εἶναι τὸ παράπαν ἢ διὰ τὸ
5. κακῶς μεμαθηκέναι παραμένοντας τοῖς ἄνευ λόγου διὰ μόνης
6. πείρας εὑρῆσθαι λέγουσι τὰ σύνθετα φάρμακα. καὶ γὰρ
7. οὗτοι προφανῶς ἁμαρτάνουσι φιλονεικοῦντες. ἕτερον δὲ τρόπον
8. οὐδὲν ἧττον αὐτῶν οἱ νομίζοντες οὐδὲν φάρμακον ἐξ
9. ἐναντίων χρῆναι ταῖς δυνάμεσι. συντίθεσθαι τῶν ἁπλῶν;
10. ἀλλὰ τούτους μὲν ἤλεγξε τὰ κατὰ τὸ πρῶτον ὑπόμνημα
11. γεγραμμένα φάρμακα μεγάλας ἐπιδειξάμενα τὰς ἑαυτῶν δυνάμεις,
12. ἐξ αὐτῶν τῶν τὴν σύνθεσιν ἐξ ἐναντίων ἐσχηκότων
13. ἁπλῶν. οὐχ ἥκιστα δὲ καὶ κατὰ τὰ μέλλοντα γραφήσεσθαι
14. μετὰ τοῦτο τὸ βιβλίον, ἐπιδείξομεν ἄριστα φάρμακα
15. τὴν σύνθεσιν ἐξ ἐναντίων ταῖς δυνάμεσιν ἔχοντα. νυνὶ
16. δὲ περὶ τῆς ἡμετέρας ἀγωγῆς, ἣν ἐπενοήσαμεν ἐπὶ τοῖς νευροτρώτοις,
17. ὁ καθ’ ὅλον τουτὶ τὸ βιβλίον ἔσται μοι λόγος,
18. ἐπιδεικνύντι πόσον πλῆθος φαρμάκων τὰς αὐτὰς δυνάμεις
1. ἐχόντων εὗρον, ἐκ τοῦ τόν γε καθόλου τρόπον τῆς θεραπείας
2. ἐπινοῆσαι καὶ τὰς τῶν ἁπλῶν φαρμάκων ἐπίστασθαι
3. δυνάμεις.