1. Τῶν μεταλλικῶν φαρμάκων τὰ
3. μὲν στύφοντα φευκτέον ἐστὶ καὶ μάλισθ’ ὅταν ἐπὶ νύγματος
4. ἡ χρῆσις γίγνηται τοῦ συντεθέντος φαρμάκου, τὰ
5. δὲ ῥυπτικὴν ἔχοντα δύναμιν ὥσπερ ἡ λεπὶς τοῦ χαλκοῦ χρήσιμα.
6. παχυμερῆ δ’ ὄντα πάντα τὰ μεταλλικὰ, πολὺ
7. γὰρ ἐν ἑαυτοῖς ἔχει τῆς γεώδους οὐσίας, χρῄζει τινὸς ἐπιτεχνήσεως
8. ἐν τῷ σκευάζεσθαι πρὸς τὸ λεπτομερέστερα γενέσθαι.
9. ταύτην οὖν ἐπενόησα δι’ ὄξους δριμυτάτου ποιεῖσθαι,
10. καὶ μάλιστα ἐξ οἴνου μὴ αὐστηροῦ τὴν γένεσιν ἐσχηκότος,
11. κᾂν ἐκ μὴ τοιούτου δὲ γεγονὸς ᾖ, χρόνου δὲ ὑπάρχῃ συχνοῦ,
12. χρηστέον αὐτῷ. πρόσεχε δὲ ἀκριβῶς ἐν τῇ γεύσει μή
13. τί σοι δόξῃ κᾂν ἐλάχιστον οἴνου ποιότητος ἐμφαίνειν. οὐ
14. γὰρ ἔχει τὸ τοιοῦτον ὄξος ἰσχυρὰν τὴν διαβρωτικὴν καὶ
15. τμητικὴν τῶν πλησιαζόντων δύναμιν. ἐν δὲ τῷ δριμυτάτῳ
16. καὶ ὡς οἷόν τε παλαιοτάτῳ καὶ λεπτοτάτῳ κατὰ τὴν σύστασιν
17. ὄξει λειοῦν χρὴ τὰ μεταλλικὰ τὸ παχὺ τῆς συστάσεως
18. παραιτούμενον, ἄμεινον δὲ ἐν ἡλίῳ θερινῷ γίγνεσθαι
1. τὴν λείωσιν τῶν φαρμάκων. ἔνια μὲν οὐδὲ κοπῆναι δεῖται
2. τῶν μεταλλικῶν οὔτε σεισθῆναι, λυόμενα ῥᾳδίως ὑπὸ τοῦ
3. ὄξους, ὥσπερ ἡ χαλκῖτίς τε καὶ τὸ μίσυ, τινὰ δὲ χρῄζει
4. καὶ κοπῆναι καὶ σεισθῆναι, καθάπερ ἡ τοῦ χαλκοῦ λεπίς.
5. ὁπότε μὲν οὖν τὸ πρῶτον ἐσκεύασα τὸ φάρμακον, ἐνέβαλον
6. αὐτῷ καὶ ἀῤῥενικοῦ, μετὰ ταῦτα δὲ ἔδοξέ μοι περιττὸν εἶναι.
7. καὶ γὰρ διὰ τῆς λεπίδος τοῦ χαλκοῦ καὶ τοῦ μίσυος καὶ
8. τῆς χαλκίτεως αὐτάρκως ἐφαίνετό μοι συντεθήσεσθαι τὸ
9. φάρμακον. ἔμιξα δὲ κατὰ τὴν πρώτην σύνθεσιν καὶ τὸν κεκαυμένον
10. ἰὸν, ὑπώπτευσα γὰρ τὸν ἄκαυστον ὡς περαιτέρω
11. τοῦ προσήκοντος δάκνοντα. μετὰ ταῦτα μέντοι καὶ ἄκαυστον
12. ἔβαλον ὀλίγον, ὡς πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν
13. οὕτως δὲ καὶ τὴν χαλκῖτιν εἰ μὲν ὠμὴν ἐνέβαλλον, ὀλιγίστην
14. ἔμισγον, εἰ δὲ καὶ κεκαυμένην, ἴσην τῷ μίσυϊ καὶ λεπίδι
15. τοῦ χαλκοῦ. κάλλιον δ’ ἁπάντων τῶν σκευασθέντων
16. ἤλπισά τε καὶ διὰ τῆς πείρας εὗρον, ἐν ᾧ πλείστη μὲν ἡ
17. τοῦ χαλκοῦ λεπὶς ἦν, δευτέρα δὲ ἡ κεκαυμένη χαλκῖτις, εἶτα
18. μίσυ. λειούσθω δ’ οὖν, ὡς ἔφην, ἐν ἡλίῳ θέρους ὥρᾳ πολλαῖς
1. ἐφεξῆς ἡμέραις ἅττ’ ἄν μίξεις φάρμακα δι’ ὄξους δριμυτάτου.
2. ὅσῳ γὰρ ἐν πλείονι χρόνῳ λειωθῆ, τοσούτῳ γίγνεται
3. λεπτομερέστερα καὶ διὰ τοῦτο χρησιμώτερα πρὸς τὰς
4. στενὰς τρώσεις, ὡς ἐπί γε τῶν γεγυμνωμένων νεύρων φυλάττεσθαι
5. χρὴ τὰ λίαν λεπτομερῆ τε καὶ διαβρωτικά. διὰ τοῦτο
6. δὲ οἱ εἰρημένοι τροχίσκοι πᾶσι τοῖς τοιούτοις χρήσιμοι, προσειλήφασι
7. γάρ τινα καὶ τῶν στυφόντων. ἔνδοξοι δ’ αὐτῶν
8. εἰσὶν ὅ τε τοῦ Ἄνδρωνος καὶ ὁ τοῦ Πολυείδους καὶ ὁ τοῦ
9. Πασίωνος. ἔστι δὲ καὶ ἄλλος τις τέταρτος καὶ πέμπτος, οἷς
10. ἐγὼ συνήθως χρῶμαι, τούτων ἰσχυρότερος. ῥηθήσονται δ’
11. αὐτῶν αἱ ἀκριβεῖς συμμετρίαι προήκοντος τοῦ λόγου. νυνὶ
12. μέντοι τοσοῦτον εἰρήσθω περὶ τῆς χρήσεως αὐτῶν, ὡς χρὴ
13. λειωθέντας αὐτοὺς ξηροὺς μετὰ ταῦτα πάλιν ἐπιβαλόντα
14. σίραιον οὕτως λειοῦν, ἄχρι τοῦ γλοιῶδές τε γενέσθαι τὸ
15. φάρμακον καὶ λεῖον ὁμαλῶς. ὀνομάζουσι δὲ νῦν καὶ σίραιον
16. τοῦτο παρ’ ἡμῖν ἅπαντες, ἕψημα τοῦ γλεύκους ἑψομένου γινόμενον.
17. ἔστω δὲ καὶ τοῦτο μηδὲν οἰνῶδες ἔχον. γίγνεται δὲ
18. καὶ τοιοῦτον μήτε ἐξ αὐστηρῶν σταφυλῶν ὄντος τοῦ γλεύκους,
1. ἀλλ’ ὡς ἔνι μάλιστα γλυκειῶν, μήτε ἐκ τοῦ πρώτου
2. ῥέοντος, ἀλλ’ ἐκ τοῦ τελευταίου. εἰ μὲν οὖν εἴη τὸ γλεῦκος
3. τοιοῦτον, ἕψειν αὐτὸ χρὴ μέχρις ἂν ἥμισυ λειφθῇ τοῦ κατὰ
4. τὴν ἀρχὴν ἐμβληθέντος· εἰ δὲ μὴ τοιοῦτον, μέχρι τοῦ τὸ
5. τρίτον ἀπολειφθῆναι καθεψητέον ἐστί. τοιούτῳ μὲν ἑψήματι
6. διαλύειν χρὴ τοὺς τροχίσκους, ὥστε μελιτώδη σύστασιν
7. ἔχοντας ἀναληφθέντας μοτοῖς, ἐπιτίθεσθαι τοῖς γεγυμνωμένοις
8. νεύροις καὶ μάλιστα τοὺς μετριωτέρους αὐτῶν, ὁποῖός
9. ἐστιν ὁ τοῦ Πολυείδους, καὶ πολὺ δὴ μᾶλλον, ἐὰν ἁπαλόσαρκον
10. ᾖ τὸ σῶμα, καθ’ ὃ καὶ τελέως ἀποχωρεῖν ἀσφαλέστερόν
11. ἐστι τῆς τῶν τροχίσκων χρήσεως, ἑτέροις χρώμενον
12. φαρμάκοις, ὑπὲρ ὧν ἤδη τε προείρηται καὶ αὖθις εἰρήσεται.
13. σκεπασθέντος δὲ τοῦ γεγυμνωμένου νεύρου τοῖς μοτοῖς
14. ἔξωθεν ἐπιβλητέον ἕν τι τῶν πρὸς τὰς στενὰς τρώσεις
15. ἁρμοττόντων, ὧν ἐστι τέτταρα γένη, τουτὶ μὲν ἓν τὸ
16. διὰ τῶν μεταλλικῶν, ὑπὲρ οὗ πρόκειται λέγειν, ἕτερον δὲ τὸ
17. διὰ τῶν ὀπῶν, ἐν οἶς ἐστι καὶ τὸ δι’ εὐφορβίου, καὶ τρίτον
18. τὸ διὰ τῆς κόπρου τῶν περιστερῶν, καὶ τέταρτον, ὃ καλῶ
19. τὸ πρᾷον, ᾧ καὶ πρὸς τὰ τελέως γεγυμνωμένα νεῦρα τῶν
1. ἁπαλοσάρκων σωμάτων χρῶμαι. τούτων τῶν τεττάρων ἕν
2. τι περιβάλλειν χρὴ παντὶ τῷ πεπονθότι μορίῳ συνεπιλαμβάνοντα
3. πολὺ καὶ τῶν ὑγιεινῶν μερῶν καὶ μάλιστα τῶν
4. ὑπερκειμένων, οἷς καὶ τὴν κατάντλησιν ποιεῖσθαι χρὴ δὶς
5. τῆς ἡμέρας ἢ τρὶς, ἐὰν ἐπείγῃ. καὶ μέντοι καὶ τῆς νυκτὸς
6. ἐνίοτε τῶν μὲν μοτῶν ἐπικειμένων κατὰ τοῦ γεγυμνωμένου
7. νεύρου, τοῦ δ’ ἐπιβεβλημένου κατ’ αὐτῶν ἔξωθεν αἰρομένου.
8. παμπόλλης δ’ οὔσης διαφορᾶς τῶν ἀνθρωπίνων σωμάτων
9. κατά τε τὰς ἐξ ἀρχῆς αὐτῶν κράσεις καὶ τὰς τῶν ἡλικιῶν μεταβολὰς,
10. ἔτι τε πρὸς τούτοις τὰ ἐπιτηδεύματα τὸ συντιθέμενον
11. φάρμακον ἀδύνατον ἅπασιν ἁρμόττειν. ἔστω τοίνυν
12. διὰ τοῦτό σοι δύο παρεσκευασμένα, τὸ μὲν ἕτερον ἰσχυρότερον
13. τῶν ὁμογενῶν, τὸ δὲ ἕτερον πρᾳότερον, ἃ μιγνὺς ἀλλήλοις
14. ἐπὶ τῆς χρείας, ἐργάσῃ πάμπολλα τὰ μεταξὺ παρὰ
15. τὸ ποσὸν τῆς μίξεως. ἐὰν γὰρ ἴσον ἑκατέρου μίξῃς, ἔσται
16. σοι τὸ μιχθὲν ἀκριβῶς ἀμφοῖν μέσον. ἐὰν δὲ θατέρου πλέον,
17. ἐπὶ τοσοῦτον ἀποκεχωρηκὸς τοῦ μέσου πρὸς ἐκεῖνο τῶν
18. ἄκρων, ἐφ’ ὅσον ἡ μίξις ὑπερέσχεν. ἔστω τοίνυν τὸ μὲν ἰσχυρότατον
1. τῶν μεταλλικῶν ἐκ τούτων συγκείμενον· ἓν μὲν
2. ἐχέτω μέρος τῆς ὠμῆς χαλκίτεως, δύο δὲ τοῦ μίσυος ὡσαύτως
3. ὠμοῦ, τρία δὲ τῆς τοῦ χαλκοῦ λεπίδος· τὸ δ’ ἀσθενέστατον,
4. ἓν μὲν ὡσαύτως μίσυός τε καὶ χαλκίτεως, ἀλλὰ
5. κεκαυμένων ἀμφοτέρων, τῆς δὲ λεπίδος τέτταρα. καὶ μέντοι
6. καὶ μέσον ἀμφοῖν, ᾧ κέχρημαι πολλάκις, ἔστω τοιόνδε. μίσυος
7. καὶ χαλκίτεως καὶ ἰοῦ, κεκαυμένων ἁπάντων ἓν ἑκάστου
8. μέρος, τῆς δὲ λεπίδος τοῦ χαλκοῦ μέρη τρία. τούτοις
9. οὖν ὡς προείρηκα λειωθεῖσι μιγνύσθω κηροῦ κατὰ μὲν τὸ
10. ἰσχυρότατον τὸ διπλάσιον, κατὰ δὲ τὸ ἀσθενέστατον δύο
11. καὶ ἥμισυ μέρη, κατὰ δὲ τὸ μέσον ὃ μεταξὺ τούτων ἐστὶ
12. μέρη δύο καὶ τέταρτον οἷον ἐπὶ τοῦ πρώτου γεγραμμένου
13. τῶν τριῶν, ὅπερ ἰσχυρότατον ἔφην εἶναι, τὰ πάντα μέρη
14. γίγνεται τὸν ἀριθμὸν ἐκ μίσυος καὶ χαλκίτεως καὶ λεπίδος
15. ἀθροιζόμενα ἕξ. τούτοις οὖν ἐπιβαλεῖς κηροῦ μέρη ιβ΄. κατὰ
16. δὲ τὸ ἀσθενέστατον, ἐὰν ἓξ ᾖ μέρη τῶν μεταλλικῶν, μέρη ιβ΄.
17. βάλλῃς κηροῦ, τὸ μεταξὺ δὲ ἐπὶ τοῦ μέσου. μεταξὺ δ’ ἔτι
18. τῶν ὀκτωκαίδεκα καὶ δώδεκα τὰ πέντε καὶ δέκα. ἐάν τε οὖν
19. δραχ. α΄. ὑποθῇς τὸ ἓν εἶναι μέρος ἁπάντων δηλονότι, τοσαύτας
1. βάλλῃς δραχμὰς, ὅσα περ τὰ μέρη, ἐάν τε οὐγγίαν
2. ἢ λίτραν, οὕτω γὰρ εἴθισται παρὰ τοῖς Ῥωμαίοις ὀνομάζεσθαι,
3. τοσαύτας οὐγγίας ἢ λίτρας. ἔστι δὲ παρ’ αὐτοῖς μέτρον,
4. ᾧ τὸ ἔλαιον μετροῦσιν ἐντετμημένον γραμμαῖς διαιρούσαις
5. τὸ σύμπαν εἰς μέρη ιβ΄. καὶ καλεῖται μὲν τὸ ὅλον
6. μέτρον ὑπ’ αὐτῶν λίτρα, τὸ δωδέκατον δ’ αὐτῆς οὐγγία.
7. τὰ μὲν οὖν μεταλλικὰ καὶ ὁ κηρὸς ἐπὶ ζυγοῦ δι’ ἑτέρας
8. οὐγγίας ἵσταται, τὸ δ’ ἔλαιον τῷ κέρατι μετρεῖται. βαλλέσθω
9. τοίνυν εἰς τὰ προειρημένα φάρμακα πάντα κατὰ τὴν
10. ἀναλογίαν τοῦ κηροῦ τὸ ἔλαιον, ἐν ἅπασιν αὐτοῖς τὸ ἥμισυ
11. πλεονάζον, ὥστε ἐὰν ὁ κηρὸς ᾖ γο η΄. τὸ ἔλαιον βάλλεται
12. γο ιβ΄. τουτέστιν ὅλην τὴν λίτραν. ἔστω δὲ τὸ ἔλαιον
13. ὅμοιον τῷ Σαβίνῳ λεπτομερές τε καὶ στύψεως ἥκιστα μετέχον.
14. ἄμεινον δ’ εἰ καὶ παλαιὸν εἴη. τὸ δ’ ὠμοτριβὲς ὀνομαζόμενον
15. καὶ τὸ μετὰ θαλλῶν ἐλαίας ἐσκευασμένον οὐκ
16. ἐπιτήδειον. ἅπασι δὲ τοῖς εἰρημένοις φαρμάκοις, ὅταν ἐν
17. τῇ θυείᾳ τὰ μεταλλικὰ πλείοσιν ἡμέραις τριφθῇ μετ’ ὄξους,
18. ἐπεμβαλλέσθω λιβανωτὸς ὁ λευκότατός τε καὶ λιπαρὸς,
1. εἶτα πάλιν ἅμα τοῖς μεταλλικοῖς λειούσθω τινὰς ἡμέρας,
2. πρὶν τὴν κηρωτὴν αὐτοῖς ἐπιμίγνυσθαι. ὅσον δ’ ἂν
3. ἐξ ἁπάντων τῶν μεταλλικῶν ἀθροίζηται πλῆθος, τούτου τὸ
4. ἥμισυ μέρος ὁ λιβανωτὸς ἐχέτω. εἰ δὲ μαλακώτερον ἐθέλοις
5. ποιῆσαι τὸ φάρμακον, ἐμβάλλειν πλέον ἢ κατὰ τὸ ἥμισυ,
6. καθάπερ εἰ καὶ δριμύτερον, ἔλαττον ἢ τὸ ἥμισυ. καὶ μέντοι
7. καὶ τηκομένῳ τῷ κηρῷ μετὰ τοῦ ἐλαίου τῶν εἰρημένων ῥητινῶν
8. τινος ἐπιβάλλειν ἔξεστιν, εἰδότος σου δριμύτερον μὲν
9. αὐτὸ γενέσθαι τῆς στροβιλίνης ἐμβληθείσης, μαλακώτερον δὲ
10. τῆς τερμινθίνης, μέσον δ’ ἀμφοῖν τῆς ἐλατίνης. ἐκ δὲ τοῦ
11. γένους τῶν ῥητινῶν ἐστι καὶ ἡ λάριξ ὀνομαζομένη τοὐπίπαν
12. μὲν ὑγροτέρα τῶν προειρημένων οὖσα, παραπλησία δὲ
13. κατὰ τὴν σύστασιν τῇ ὑγρᾷ πευκίνῃ, ἣν ἀντὶ τῆς τερμινθίνης
14. πιπράσκουσεν οἱ ῥωποπῶλαι τοῖς οὐκ εἰδόσι δίακρίνειν
15. αὐτάς. ἔστι δ’ ἡ τοιαύτη ῥητίνη καὶ τῇ ὀσμῇ καὶ τῇ γεύσει
16. καὶ τῇ δυνάμει δριμυτέρα τῆς τερμινθίνης. ταύτῃ τε οὖν
17. τῇ ῥητίνῃ καὶ τῇ τερμινθίνῃ παραπλησίαν ἔχει δύναμιν ἡ
18. λάριξ ὀνομαζομένη, λεπτομερεστέρα δ’ αὐτῶν ἐστι καὶ διαφορητικωτέρα.
19. μίξεις οὖν τῷ κηρῷ τῶν εἰρημένων ῥητινῶν
1. βουλόμενος ἐμπλαστρῶδες γενέσθαι τὸ φάρμακον ἕκτον μέρος,
2. ὡς ἐὰν τοῦ κηροῦ βάλῃς λίτραν α΄. τῆς ῥητίνης ἐμβαλεῖς
3. γο β΄. εἰ δ’ εἴη λίαν ὑγρὰ, καὶ μίαν ἀρκέσει μόνην μῖξαι.
4. μὴ φροντίζων μέντοι τοῦ γενέσθαι τό φάρμακον ἐμπλαστρῶδες,
5. οὐ πάνυ τι δεήσει τὴν ῥητίνην μιγνύναι αὐτῷ. καὶ
6. χαλβάνης δὲ μίγνυε πάντως, ἔνθα μέντοι πρόκειται πρᾳότατον
7. ἐργάσασθαι τὸ φάρμακον, ἴσον τῷ κατὰ τὸν λιβανωτὸν
8. σταθμῷ. ἔνθα δ’ ἰσχυρότερον, τὸ ἥμισυ. κατὰ δὲ τὸ μέσον
9. ἀμφοῖν, τὸ μεταξὺ τοῦ τ’ ἴσου καὶ τοῦ ἡμίσεως, οἷον εἰ τέτταρες
10. εἶεν αἱ τοῦ λιβανωτοῦ δραχμαὶ, δύο μὲν ἐμβαλεῖς τῆς
11. χαλβάνης ἰσχυρὸν διαμεῖναι τὸ φάρμακον βουλόμενος, πρᾷον
12. δὲ τέσσαρας, τρεῖς δὲ μέσον. ὥσπερ γὰρ ἔχει τι μαλακὸν
13. καὶ ἀνώδυνον, οὕτω καὶ σηπτικόν. τοῦτο δὲ ὑπάρχει καὶ
14. τοῖς πλείστοις τῶν μαλακτικῶν. διὸ καὶ γεγυμνωμένῳ τῷ
15. νεύρῳ προσφέροντός σου τὸ φάρμακον οὐ πάνυ τι μεμίχθαι
16. χρὴ τὴν χαλβάνην, ἄνευ δὲ γυμνώσεως οὐ σμικρῶς
17. ἡ μίξις αὐτῆς, εἰς ἀνωδυνίαν συντελοῦσα. καὶ τοίνυν
18. ἔνεστοί σοι καὶ τοιοῦτον φάρμακον ἔχειν ἕτοιμον ἐπὶ τῶν
19. εὐαισθήτων τε καὶ ἁπαλοσάρκων καὶ κακοχύμων, ἐν ᾧ πλέον
1. ἐστὶ τῆς χαλβάνης. ἅπαντα γὰρ τὰ μεταλλικὰ τραχυντικά τ’
2. ἐστὶ καὶ ὀδυνηρά. καὶ τῶν ὑγρῶν ὄξος. εἰκότως οὖν τὰ δι’
3. αὐτῶν σκευαζόμενα φάρμακα τραχέα τε φαίνεται καὶ ὀδυνηρά.
4. καὶ διὰ τοῦτο αὐτοῖς ἐπιτήδειός ἐστιν ἥ τε δι’ ἐλαίου
5. κατάντλησις ἥ τε μίξις τῆς χαλβάνης ὁμοίως. ἔστι δ’ οὐδὲν
6. ἧττον χαλβάνης ἀνώδυνον τὸ λεπτομερὲς στέαρ. ἔχειν οὖν
7. ἀξιῶ σέ τι καὶ διὰ τούτων ἐσκευασμένον ἕτερον φάρμακον, ὃ
8. μιγνύναι δυνήσῃ τῷ διὰ τῶν μεταλλικῶν, ἐπί τε τῶν εἰρημένων
9. σωμάτων, ὅσα τε ἄλλα τραχέος τε καὶ ὀδυνηροῦ τοῦ
10. φαρμάκου λάβῃ ποτὲ αἴσθησιν. ἐκλέγεσθαι δὲ καὶ τούτων
11. ὅσα λεπτομερέστερα, τοιαῦτα δ’ ἐστὶ τά τε τῶν ἀγρίων ζώων
12. καὶ μάλιστα λέοντός τε καὶ παρδάλεως καὶ ὑαίνης καὶ ἄρκτου,
13. τά τε τῶν πτηνῶν καὶ μάλιστα τῶν χηνῶν. εἰ δὲ μὴ
14. παρείη τοῦτο, τῶν ἀγροίκων ἀλεκτρυόνων τε καὶ ἀλεκτορίδων.
15. οὕτω δὲ καὶ τὸ τῶν ἀγροίκων χηνῶν στέαρ προαιρεῖσθαι.
16. τῶν γὰρ ἐν ταῖς πόλεσι τρεφομένων ζώων, ὡς ἂν ἀργῶν
17. κατακεκλεισμένων, ὑγρότερόν τέ ἐστι καὶ παχυμερέστερον
18. τὸ στέαρ. ὅταν δ’ ἡ σύστασις τοῦ φαρμάκου κηρωτοειδὴς
1. ᾖ, μιγνύσθω κηροῦ τὸ τρίτον ἢ τέταρτον ἢ, εἰ λίαν ὑγρὸν
2. εἶναί σοι φαίνοιτο τὸ στέαρ, ἐγχωρεῖ καὶ τὸ ἥμισυ τοῦ κηροῦ
3. μῖξαι, ὥσπερ γε εἰ καὶ ξηρὸν εἴη, τὸ τέταρτον. εἰ δὲ
4. μέσος ἔχει, τὸ τρίτον. εἰς πολλὰ δὲ χρήσιμος ἡμῖν ἡ τοιαύτη
5. κηρωτὴ μέλλουσα γενήσεσθαι διὰ στεάτων ὀνομαζέσθω.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 3.3, ed. Kühn, 1827, vol. 13, p. 610-620. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:3.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩