Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 3.4, ed. Kühn, 1827, vol. 13, p. 620-628. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:3.4

6. Λέλεκταί μοι καὶ πρόσθεν ὡς ἀπολείπεται πάμπολυ
8. τοῦ νέου τὸ παλαιὸν εὐφόρβιον. ἂν μὲν οὖν αὐτοετὲς
9. ᾖ, καὶ τοῦ Κυρηναίου μᾶλλον ὀποῦ θερμαίνει καὶ μάλιστα
10. τοῦ νῦν, ἐξ ὅτου δι’ ὕδατος ἀρδεύσεως αὐξάνουσί τε
11. τὰ φυτὰ καὶ πρὸς πλῆθος ὀποῦ γενέσεως παρασκευάζουσι
12. μετ’ ἐνιαυτὸν γὰρ ἕνα θερμὸν ἱκανῶς ἐστι, λείπεται δὲ ἤδη
13. συχνῷ τοῦ προσφάτου. δυοῖν δὲ ἐτῶν γενόμενον, ἔτι δὴ καὶ
14. πλέον ἀπολείπεται τοῦ νέου, καθάπερ γε τριῶν ἢ τεττάρων
15. ἔτι μᾶλλον. εἰ δέ τι τούτων χρονιώτερον εἴη, παντάπασιν
16. ἡ δύναμις αὐτοῦ καταλύεται. γνωριεῖς δ’, ὡς ἔφην, ὅπως
17. ἔχει χρόνου καὶ δυνάμεως, εἴς τε τὴν χρόαν ἀφορῶν αὐτοῦ
18. καὶ τὴν σύστασιν. τῇ μὲν γὰρ χρόᾳ ξανθότερον καὶ ὠχρότερον
1. φαίνεται τοῦ νέου τὸ παλαιὸν, τῇ συστάσει δὲ σκληρόν
2. τε καὶ ξηρότερον. εἰ μέντοι γευόμενος ἐθέλοις διακρίνειν,
3. οὐ στοχαστικὴν, ἀλλὰ βεβαίαν ἕξεις τὴν διάγνωσιν· αὐτοῦ.
4. ὃ δὲ ἔφην αὐτοσχεδιάσαι δι’ αὐτοῦ χρίσμα θερμαντικὸν,
5. ἀκριβέστατά σοι δηλώσει τὴν δύναμιν τοῦ φαρμάκου.
6. σύγκειται δὲ κατὰ τήνδε τὴν συμμετρίαν. ἓν μέν ἐστι μέρος
7. τοῦ εὐφορβίου, τρία δὲ τοῦ κηροῦ, τοῦ δὲ ἐλαίου ιβ΄. τριπλάσιον
8. μὲν εἶναι χρὴ τοῦ εὐφορβίου τὸν κηρόν. αὐτοῦ δὲ
9. πάλιν τοῦ κηροῦ τετραπλάσιον τὸ ἔλαιον. ὅταν οὖν οὕτω
10. συνθῇς τὸ φάρμακον, ἀνατρίψας τι μέρος αὐτῷ δυνήσῃ γνῶναι
11. σαφῶς ὁπόσην δύναμιν ἔχει. μάλιστα δὲ ἐν τῷ βαλανείῳ
12. καταφανὲς γίγνεται. δάκνονται γὰρ καὶ ὑπὸ τοῦ ἀέρος
13. μὲν, ἀλλ’ ἔτι καὶ μᾶλλον ὑπὸ τοῦ ὕδατος ἰσχυρῶς, ὅταν ᾖ
14. θερμὸν καὶ νέον καὶ ἰσχυρὸν τὸ εὐφόρβιον. ἐὰν μὲν οὖν ἔχῃς
15. τοιοῦτον καὶ αὐτὸ τοῦτο τὸ εἰρημένον χρῖσμα, θαῤῥῶν ἐπιτίθει
16. τοῖς νύγμασιν, ἐφ’ ὧν εὐλαβῇ μύσαι τὸ στόμιον. ἐὰν
17. δὲ ἀσθενέστερον ᾖ, προστίθει τῷ σταθμῷ τοῦ εὐφορβίου
18. κατὰ τὴν ἀναλογίαν τῆς ἀσθενείας, ἐνίοτε μὲν ἓν ἥμισυ μέρος 
1. ἐμβάλλων, ἔστι δ’ ὅτε δύο, καὶ ποτὲ ἴσον τῷ κηρῷ καὶ
2. πλεῖον, ἐὰν λίαν ᾖ παλαιόν. ἥ γε μὴν πρώτη χρῆσις ἐπὶ τοῦ
3. νενυγμένου τὸ νεῦρον ἢ τὸν τένοντα ποδηγήσει σε πρὸς τὴν
4. δευτέραν. ἐὰν μὲν γὰρ αὐτός τε ὁ τετρωμένος φησὶ δεδῆχθαι,
5. σοί τ’ αὐτῷ φαίνηται τὰ περὶ τὸ νύγμα θερμὰ καὶ
6. αὐτὸ τὸ νύγμα πλέον ἢ δεῖ ἐπῃρμένον, ὑποφλεγμαῖνόν τε
7. τοῖς χείλεσιν, ἤτοι γε ἐκλύσεις τοῦ φαρμάκου τὴν δύναμιν
8. ἐλαίου μίξει πλέονος ἢ συνθεὶς ἄλλο κατὰ προτέραν συμμετρίαν
9. ἢ δι’ εὐφορβίου παλαιοτέρου σύμμετρον οὕτως ἐργάσῃ.
10. ἐὰν δὲ τὰ ἐναντία τῶν εἰρημένων παρῇ, παραυξήσεις τοῦ φαρμάκου
11. τὴν δύναμιν. ἐὰν δὲ συμμέτρως ἔχειν ἅπαντα φαίνηται,
12. φυλάξεις. ἡ μὲν οὖν τριπλάσιον ἔχουσα τὸν κηρὸν τοῦ
13. εὐφορβίου σύνθεσις ἰσχυροτάτη τῶν ἄλλων ἐστὶν, ὅταν γε,
14. ὡς εἴρηται, νέον ᾖ τὸ εὐφόρβιον· ἡ δὲ πενταπλάσιον ἀσθενεστάτη,
15. μέση δ’ ἀμφοῖν ἡ τετραπλάσιον ἔχουσα τὸν κηρὸν
16. τοῦ εὐφορβίου. τὸ δὲ ἔλαιον εἰ μὲν οἷα τὰ καλούμενα
17. πρὸς τῶν ἰατρῶν ἄκοπα χρίσματα βούλοιο ποιῆσαι, τετραπλάσιον
18. ἐμβαλεῖς τοῦ κηροῦ· εἰ δ’ οἵαν ἐπὶ τῶν καταγμάτων
1. τὴν ὑγρὰν κηρωτὴν ἐργαζόμεθα διπλάσιον· εἰ δὲ καὶ
2. ξηρὸς καὶ ἀλιπὴς ὁ κηρὸς εἴη, καὶ πλέον τοῦ διπλασίου.
3. τοὐπίπαν δ’ ἀρκέσει προσθεῖναι μέρους ἑνὸς τὸ ἥμισυ τῷ
4. διπλασίῳ, ὡς γενέσθαι τὸ πᾶν μέτρον τοῦ κηροῦ δυοῖν καὶ
5. ἡμίσεων μερῶν. ἐμπλαστρῶδες δὲ ποιῆσαι βουληθεὶς τὸ φάρμακον
6. τῷ κηρῷ μίξεις τὸ ἴσον ἔλαιον. ἐὰν δὲ τὸ περιέχον
7. ᾖ σύμμετρον κατὰ θερμότητα, ὅ τε κηρὸς παλαιὸς καὶ αὐχμηρὸς
8. τό τε περιέχον ψυχρὸν, ὀλίγῳ πλέον, ὥσπερ γε καὶ
9. ἐὰν ὅ τε κηρὸς ᾖ λιπαρὸς τό τε περιέχον θερμὸν, ἔλαττον
10. ὀλίγῳ. τὸ δ’ ὀλίγον τοῦτο δωδέκατόν ἐστι μέρος ἐφ’
11. ἑκάτερα τοῦ μέσου. καὶ γὰρ καὶ ἕνδεκα καὶ δεκατρεῖς ἐλαίου
12. οὐγγίας ποτὲ ἔμιξα τῇ λίτρᾳ τοῦ κηροῦ κατὰ τὸ ποσὸν τῆς
13. τε συστάσεως αὐτοῦ καὶ τῆς τοῦ περιέχοντος θερμότητός τε
14. καὶ ψύξεως. σπανίως δὲ βραχεῖ πλέον ἢ ἔλαττον· ἵνα δ’
15. ἐπίδεσιν ἔχῃ καὶ λιπαρότητα καὶ γλισχρότητα καὶ μὴ ψαθυρὸν
16. ᾖ, μηδ’ εὐδιάλυτον μηδ’ εὐαπόπτωτον τοῦ χρωτὸς τὸ σκευασθὲν,
17. ἐπέμιξα ῥητίνης αὐτῷ, μάλιστα μὲν εἰ παρείη τερμινθίνης
18. ἀληθοῦς, εἰ δὲ μὴ, τῆς γε εὐποριστοτάτης, ἣν ὀνομάζουσι
1. φρυκτήν τε καὶ κολοφωνίαν. ἔστω δ’ ἴσος αὐτῆς
2. ὁ σταθμὸς τῷ κηρῷ. φυλάττει γὰρ οἷς ἄν ἐμβληθῇ φαρμάκοις
3. τὴν προϋπάρχουσαν σύστασιν, ὅταν γε καὶ αὕτη συμμέτρως
4. ἔχῃ. πρόδηλον γὰρ ὅτι καθάπερ ἐν ἅπασι τοῖς ἄλλοις,
5. οὕτω κᾀν τῇ ῥητίνῃ τὸ μᾶλλον καὶ ἧττόν ἐστιν. ἐὰν
6. οὖν ποτὲ φαίνηται λιπαρωτέρα τε καὶ ὑγροτέρα, γινώσκειν
7. χρὴ τὴν ἐκ τοῦ κηροῦ τετηκότος ἐλαίῳ γενησομένην κηρωτὴν
8. ἑαυτῆς ὑγροτέραν ἐσομένην. ὅλως δ’ ἐπὶ νευροτρώτων,
9. ὅταν ἁμαρτάνηταί ποτε τῆς ἀκριβοῦς τε καὶ μέσης συστάσεως
10. τῶν ἐμπλαστρωδῶν φαρμάκων, ἐπὶ τὸ μαλακώτερον
11. ἄμεινον ῥέπειν, εἰ καὶ μολῦνον ἔσεσθαι μέλλοι τὸ σκευασθέν.
12. ὡσαύτως δὲ καὶ ἡ σύμμετρος τῇ συστάσει. πίττα δὲ φυλάττει
13. τὴν τῆς κηρωτῆς σύστασιν. ἀρίστη δ’, ὡς ἔφην, εἰς τὴν
14. τοιαύτην μίξιν ἡ λιπαρὰ, καθάπερ γε καὶ ἡ ῥητίνη. ἐὰν δ’
15. ὑγρὰν ἐμβάλλῃς ῥητίνην, ὁποία κατὰ τὴν σύστασίν ἐστιν
16. ἡ τερμινθίνη, τρίτον αὐτῆς μέρος εἶναι τοῦ κηροῦ προσήκει,
17. καὶ αὐτῆς δὲ τῆς τερμινθίνης ἡ νέα πολὺ τῆς παλαιᾶς ἐστιν
18. ὑγροτέρα. μέμνησθε τοίνυν ὅπερ ἐπὶ κηροῦ καὶ ῥητίνης ἠκούσατε,
1. τοῦτο ἐπὶ πάντων φυλάττειν. οὐ γὰρ τῶν ξηρῶν καὶ
2. αὐχμηρῶν ἢ διὰ χρόνον ἢ διὰ τὴν ἐξ ἀρχῆς φύσιν, ἀλλὰ
3. τῶν συμμέτρων τῇ συστάσει τοσοῦτον ἑκάστου μικτέον ἐστὶν
4. ἐν τῇ συνθέσει τῶν φαρμάκων, ὅσον ἂν ὑπ’ ἐμοῦ γεγραμμένον
5. εὑρίσκηται. ἔστω δὴ τὸ συμμέτρως ἔχον δυνάμεώς τε
6. καὶ συστάσεως τοῦ προκειμένου φαρμάκου, κηροῦ μὲν καὶ
7. ῥητίνης φρυκτῆς καὶ ἐλαίου τὸ ἴσον ἔχειν, αὐτοῦ δὲ τοῦ εὐφορβίου
8. τὸ ἕκτον, ὡς εἶναι λίτραν μὲν ἐκείνων ἑκάστου, τοῦ
9. δὲ εὐφορβίου δύο οὐγγίας. εἰ δὲ μαλακώτερον αὐτὸ ποιῆσαι
10. βουληθείημεν, ἀρκεῖ τὸ ὄγδοον μέρος ἐμβάλλειν τοῦ εὐφορβίου,
11. τουτέστιν γο α΄. καὶ ἡμίσειαν, ἐπὶ τοῦ νέου καὶ θερμοτάτου,
12. καθότι προεῖπον εὐφορβίου τῆς συμμετρίας ταύτης
13. ὡρισμένης, ὡς ἐάν γε παλαιότερον ᾖ, καὶ διὰ τοῦτο
14. ἀσθενέστερον, εἴρηται πρόσθεν ὡς πλέον εἶναι προσήκει
15. τοῦτο τῆς τῶν ἄλλων ἀναλογίας. εἰ δὲ μὴ μόνης ῥητίνης,
16. ἀλλὰ καὶ πίττης ἐμβάλλειν ἐθελήσαιμεν, ἡμίλιτρον ἑκατέρας
17. μίξομεν, ὡς εἶναι ἴσον τὸν σταθμὸν τῷ κηρῷ. πολὺ δὲ κάλλιόν
18. ἐστι τὸ φάρμακον, ἐὰν ἀντὶ τῆς ῥητίνης τε καὶ πίττης
19. πρόπολιν μίξῃ τις ἴσην τῷ κηρῷ. τὸ λιπαρὸν δ’ οὐκ ἐχούσης
1. αὐτῆς ὁμοίως ταῖς ῥητίναις, ἐὰν μὲν ἀνεπίδετον ἐθελήσωμεν
2. εἷναι τὸ φάρμακον, ἐμβαλοῦμεν τῆς τερμινθίνης ἢ τῆς
3. λάρικος ὀνομαζομένης ἢ καὶ τῆς συγκομιστῆς πευκίνης. ὀνομάζω
4. δὲ συγκομιστὴν μὲν ἣν ἐν τοῖς γλωσσοκομείοις τε καὶ
5. κεραμείοις κομίζουσι, ξύλα τε πολλὰ καὶ λιθώδη σώματα καθ’
6. ἑαυτὴν ἔχουσαν. ἐὰν δὲ τήξας αὐτὴν διηθήσῃς, καθαρὰ τότε
7. γίνεται, ὁμοίως αὐτῇ τῇ κολοφωνίᾳ καὶ φρυκτῇ καλουμένῃ.
8. καὶ τῶν αὐτοῤῥύτων δὲ καλουμένων ῥητινῶν ἐγχωρεῖ μιγνύναι.
9. καλοῦσι δ’ αὐτὰς ἐν Λακεδαίμονι μὲν καί τισιν ἄλλοις
10. χωρίοις πρωτοῤῥύτους, ἐν Κιλικίᾳ δὲ καπνέλαιον ὀνομάζουσι
11. τὴν τοιαύτην ῥητίνην, ἁπασῶν τῶν ὑγρῶν ῥητινῶν
12. ὑγροτέραν τε καὶ θερμοτέραν καὶ λεπτομερεστέραν οὖσαν,
13. ὥσθ’ αὕτη μὲν συντελέσει τῇ τοῦ συντιθεμένου φαρμάκου
14. δυνάμει, καὶ μάλιστ’ αὐτὴν ἐμβάλλειν προσήκει, ὅταν ἄτονον
15. ᾖ τὸ εὐφόρβιον. ἔστι δὲ καὶ τῶν ἄλλων ῥητινῶν εὐωδεστέρα,
16. καθάπερ ἡ τερμινθίνη καὶ ἡ ἐλατίνη. λέλεκται δ’
17. ἔμπροσθεν ὅτι θερμοτέρα ἐστὶ τῆς τερμινθίνης ἡ ἐλατίνη,
18. ταύτης δὲ ἡ στροβιλίνη. διαφέρει δὲ τῶν εἰρημένων ῥητινῶν 
1. τό τε στροβίλινον ὀνομαζόμενον φύσημα καὶ τὸ πιτύϊνον,
2. ξηρὸν καὶ ἀλιπὲς καὶ αὐχμηρὸν ἑκάτερον ἐν τάχει γιγνόμενον,
3. ὡς ἐν ὅλμῳ τε κόπτεσθαι καὶ διαττᾶσθαι κοσκίνῳ. διὰ
4. τοῦτ’ οὖν ἄχρηστα μέν ἐστι ταῦτα πρὸς τὴν τοῦ προκειμένου
5. σύνθεσιν φαρμάκου, συνεχέστατα δ’ ἐχρησάμην, ὅταν
6. ᾖ τὸ εὐφόρβιον αὐτοετές. τῇ δὲ συνθέσει τοῦ ἐλαίου καὶ
7. τοῦ κηροῦ καὶ τῆς φρυκτῆς ῥητίνης ἑκάστου λίτραν μίαν,
8. ἡμίλιτρον δὲ τῆς λιπαρᾶς πίσσης. καὶ τούτοις τακεῖσιν εὐφορβίου
9. μίγνυμι δύο οὐγγίας· εἰ δ’ ἀσθενέστερον εἴη, τρεῖς·
10. εἰ δὲ τερμινθίνην ἐθέλοις μίξαι τῷ κηρῷ, μόνην· εἰς σύμμετρον
11. αὐξήσεις τοῦ φαρμάκου σύστασιν, ἐὰν τριπλάσιος ὁ
12. κηρὸς ᾖ, τῆς τερμινθίνης ὑγρᾶς καὶ νέας οὔσης. ἐξηρασμένης
13. δ’ ὑπὸ χρόνου μίξεις ἐλαίου τὸ ἥμισυ τοῦ σταθμοῦ τῆς
14. τερμινθίνης. ὅλον δὲ τοῦτο τὸ ἐκ τῶν τριῶν μιχθὲν, τοῦ
15. τ’ ἐλαίου λέγω καὶ τοῦ κηροῦ καὶ τῆς τερμινθίνης, ὅταν γένηται
16. λίτρας μίας καὶ ἡμισείας τοῦ εὐφορβίου τοῦ αὐτοετοῦς
17. προσλήψεται μίαν οὐγγίαν· εἰ δὲ μὴ τοιοῦτον εἴη, μίαν
18. καὶ ἡμίσειαν. ἐξ ὧν γ’ ἔμπροσθεν εἷπον ἤδη πολλάκις, ἔνεστιν
19. ἡμῖν τὸ εὐφόρβιον αὔξειν ἀνάλογον τῷ χρόνῳ. καὶ
1. μέντοι κᾂν ἐπιτεθὲν τῷ τετρωμένῳ τὸ φάρμακον ἐν τῇ
2. πρώτῃ χρήσει φαίνηταί πως ἀσθενέστερον, ἔνεστιν ἐλαίῳ τὸ
3. εὐφόρβιον λειώσαντα μιγνύειν αὐτὸ τῷ ἐμπλαστρώδει φαρμάκῳ
4. προμεμαλαγμένῳ κατὰ τὰ χεῖρας, οὕτως γὰρ ποιούντων,
5. ἑτοίμως ἑνοῦται. κατ’ αὐτὴν δὲ τὴν πρώτην σύνθεσιν
6. τοῦ φαρμάκου κάλλιόν ἐστιν τὴν κηρωτὴν ἐξυσμένην, ἰδίᾳ
7. προκατασκευάσαντα μιγνύειν οὕτω τῷ λελειωμένῳ μετὰ τοῦ
8. ἐλαίου εὐφορβίῳ. καταχυθέντων γὰρ αὐτοῦ τῶν τετηκότων
9. ἐν τῇ θυείᾳ, αἱ καλούμεναι πολλάκις ἐγκηρίδες γίγνονται καὶ
10. μάλισθ’ ὅταν ᾖ τὸ περιέχον ψυχρόν. ὕδατος δὲ βάλλειν τηκομένῳ
11. τῷ κηρῷ μετὰ τῆς ῥητίνης οὐκ ἀναγκαῖον, ὡς ἐγὼ
12. κατ’ ἀρχὰς ἐποίουν ἐπιμιγνὺς αὐτῷ τοσοῦτον, ὅσον ἔμελλεν
13. ἀναλίσκεσθαι κατ’ αὐτὴν τὴν ἕψησιν.

Cliquer un n° de page pour en afficher l’image