Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 3.5, ed. Kühn, 1827, vol. 13, p. 628-633. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:3.5

14.
15. Τηκτὰ καλῶ φάρμακα τά τε διὰ πυρὸς ὁμιλίας τηκόμενα
16. καὶ τὰ δι’ ὑγρῶν τινῶν, οἷον ὕδατος, ὄξους, οἴνου.
17. δι’ ὄξους μὲν οὖν τήκεται πυρὸς χωρὶς ἀμμωνιακὸν θυμίαμα
18. καὶ σαγαπηνὸς ὀπὸς, ὅτε τοῦ πάνακος ὁμοίως, ὃν ἐν συνθέτῳ
1. προσηγορίᾳ καλοῦσιν ὀποπάνακα. διὰ πυρὸς δὲ πρόπολις,
2. κηρὸς, ῥητίνη, λάδανον, στέαρ, χαλβάνη. βέλτιον
3. δὲ ταύτην ἐπὶ διπλοῦ σκεύους τήκειν. ὀνομάζομεν δὲ οὕτως,
4. ὅταν ἐν κακκάβῃ θερμὸν ὕδωρ ἐχούσῃ σκεῦος ἕτερον ἐνίσταται
5. μετὰ τῶν τηκτῶν ἔχον καὶ τὴν χαλβάνην, ὑποκαιομένης
6. τῆς κακκάβης. ἔστω δέ σοι καὶ τοιοῦτον ἐσκευασμένον τι
7. φάρμακον, ἕν μὲν πάντως, ἄμεινον δὲ καὶ δύο. ἔσται δ’
8. αὐτῶν τὸ μὲν ἰσχυρότερον τοιόνδε. ὀποπάνακα διαλύσας
9. ὄξει λείωσον ἐπὶ πλέον, εἶτα τήξας ἐπὶ πυρὸς πρόπολίν τε
10. καὶ χαλβάνην καὶ ῥητίνην τερμινθίνην μῖξον τῷ ὀποπάνακι.
11. τῶν μὲν οὖν ἄλλων ἑκάστου μέρος ἕν ἔστω, τῆς δὲ προπόλεως
12. ἕξ νέας τε καὶ λιπαρᾶς οὔσης. εἰ δὲ ξηρὰ καὶ παλαιὰ
13. τύχοι, βέλτιον μὲν μηδ’ ὅλως χρῆσθαι τῇ τοιαύτῃ· εἰ δὲ
14. ἀποροίης τῆς ἑτέρας, δύο μέρη μίξεις οὐχ ἕν. εἰ δὲ μὴ παρείη
15. σοι πρόπολις, ἀντ’ αὐτῆς ἔμβαλλε λιπαρὰν πίτταν, οἵα
16. ἐστὶν ἥ τε Βρυτία καὶ ἡ ἐκ τῶν κατὰ τὸν Πόντον
17. χωρίων κομιζομένη λιπαρά τε ἅμα καὶ εὐώδης, ἣν εἰς τὸ
18. μέλαν ἀμαράκινον ἐμβάλλουσιν ὁποῖον ἔμπροσθεν ἅπαν ἐσκευάζετο.
1. νυνὶ γὰρ καὶ χωρὶς αὐτῆς ὑπόλευκον ἀμαράκινον συντιθέασιν.
2. εἰ δὲ καὶ τῆς τοιαύτης ἀποροίης, τῇ ἄλλῃ χρῶ,
3. μετὰ τοῦ καὶ τὴν τερμινθίνην ὡς εἴρηται διπλασιάζειν. ἐγὼ
4. δέ ποτε καὶ μόνον ἐπέθηκα τὸ διὰ τῆς λιπαρᾶς πίττης φάρμακον,
5. ᾧ καὶ πρὸς τοὺς λυσσοδήκτους χρῶμαι. μόνην γὰρ
6. τοῦτο τὴν λιπαρὰν ἔχει πίτταν ἡψημένην ἐν ὄξει δριμεῖ
7. κατὰ συμμετρίαν τοιάνδε. ξέστης εἷς Ῥωμαϊκὸς τοῦ ὄξους,
8. μία δὲ λίτρα τῆς πίττης, τοῦ δ’ ὀποπάνακος τὸ τέταρτον
9. μέρος τῆς λίτρας, ὅπερ ἐστὶν γο γ΄. τοῦτο τὸ φάρμακον
10. οὐκ ἐᾷ τῶν λυσσοδήκτων συνουλωθῆναι τὸ ἕλκος. ἐπιτήδειον
11. δ’ ἐστὶ καὶ τοῖς νενυγμένοις νευρῶδές τι μόριον, οὐκ
12. ἐῶν μύσαι τὸ στόμιον τοῦ νύγματος. ἀλλ’ ἐπεὶ σκληρόν ἐστιν,
13. ἐπὶ μόνων τῶν σκληρῶν σωμάτων αὐτῷ χρηστέον, ὁποῖα
14. τά τε τῶν σκαπανέων εἰσὶ καὶ θεριστῶν. εἰ δὲ μόνον ὑμῶν
15. τινι παρείη τοῦτο, τοῦ νενυγμένου παιδὸς ὄντος ἢ γυναικὸς
16. ἢ ἁπαλοσάρκου τινὸς, ἔνεστι τήκειν αὐτὸ, μετά τινος
17. τῶν διαφορητικῶν μύρων, ἀμαρανίκου τε καὶ ὀποβαλσάμου
18. μάλιστα, δευτέρου δὲ ἰρίνου καὶ κομμαγηνοῦ, μὴ παρόντων
1. δὲ τούτων, λευκίνου τε καὶ σουσίνου καὶ κυπρίνου. καὶ τούτων
2. δ’ ἀπορῶν, ἐλαίῳ τῆξον αὐτὸ παλαιῷ, ἢ εἴπερ ἐν Ἀλεξανδρεία
3. τύχοις ὢν, κικίνῳ τε καὶ ῥαφανίνῳ, ἢ πλεῖστα γὰρ
4. ταῦτα κατ’ ἐκείνην τὴν πόλιν ἐστὶν, ὥσπερ γε καὶ καθ’
5. ὅλην τὴν Αἴγυπτον. οὐ χαλεπῶς δ’ εὐπορούμενον ἐν τοῖς
6. χωρίοις ἐκείνοις ἐστὶ καὶ τὸ σινάπινον ἔλαιον, οὗ καὶ αὐτοῦ
7. μίξας ποτὲ μέρος εὔδηλον ὅτι δριμύτατον ἐργάσῃ φάρμακον
8. ὡς πρὸς τὸ διανοίγειν τὰ μεμυκότα νύγματα. πρόδηλον δ’
9. ἔστιν ἐκ τῶν εἰρημένων, κᾂν σαγαπηνὸν ἀντὶ ὀποπάνακος
10. ἐν θυείᾳ δι’ ὄξους προλειώσας, ἐπιχέοις αὐτῷ τετηκυῖαν ῥητίνην
11. καὶ πρόπολιν καὶ στέαρ τι τῶν δριμυτέρων, ἐκ ταὐτοῦ
12. γένους ἔσται τὸ φάρμακον. ἕτερον δὲ μαλακώτερον γένος
13. τῶν τηκτῶν ἐστι φαρμάκων, ὄξους δ’ οὐκ ἔχον, ὃ διὰ
14. τῶν ῥητινῶν καὶ προπόλεως καὶ στεάτων σκευάζεται μόνον,
15. ἐπεμβαλλομένου καὶ κηροῦ διὰ τὴν σύστασιν, εὐαφέστερον
16. γὰρ ἐκ τῆς μίξεως αὐτοῦ γίγνεται τὸ φάρμακον. ἔστω δὲ
17. λεπτομερές τε καὶ δριμὺ τὸ στέαρ, ὁποῖόν ἐστι τὸ λεόντειον
18. καὶ παρδάλειον, ὑαίνης τε καὶ ἄρκτου μετὰ ταῦτα. περὶ δὲ 
1. τοῦ χηνείου τί δεῖ καὶ λέγειν, καὶ μάλιστα ὅταν ἐξ ἀγροικίας
2. ὦσιν οἱ χῆνες; ἀλλὰ καὶ τὸ τοῦ ταύρου παλαιωθὲν
3. ἐπιτήδειον εἰς ταῦτα καὶ τὸ τοῦ τράγου. μικτῆς γὰρ ὄντα
4. φύσεώς τε καὶ δυνάμεως, ἐπειδὴ γεώδη τέ ἐστι καὶ δριμέα,
5. τῷ χρόνῳ πρὸς τὸ δριμύτερον ἀποκλίνει παραπλησίως δηλονότι
6. τοῖς πλείστοις τῶν παλαιουμένων. οὕτω γάρ τοι καὶ
7. αὐτὸ τὸ χοίρειον στέαρ ἁπάντων ὂν μαλακώτατον ἐν τῷ
8. χρόνῳ δριμύτητα προσκτᾶται. ταὐτὸν δὲ τοῦτο καὶ οἶνος
9. καὶ ὄξος καὶ μέλι πέπονθεν, ἐν δὲ τῷ γένει τῶνδε τῶν φαρμάκων
10. εἰσὶ καὶ οἱ μυελοί. κάλλιστος δ’ αὐτῶν ὅ τ’ ἐλάφειός
11. ἐστι καὶ ὁ μόσχειος, πιτυαὶ δριμύτεραι τῶνδε. καὶ
12. πλησίον ἤδη τοῦ σφοδροτέρου γένους τῶν φαρμάκων εἰσίν.
13. ἔχειν οὖν ὑμᾶς ἀξιῶ καὶ τῶν τοιούτων τι φαρμάκων, ἵνα
14. ὅταν ὑπό τινος τῶν ἰσχυρῶν φαρμάκων ἀμετρότερον δηχθὲν
15. ἀγανακτήσῃ τὸ τετρωμένον μόριον, ἐλαίῳ προκαταντλήσαντες
16. αὐτὸ τῶν τοιούτων τινὶ σκεπάζητε. παρηγορηθέντος γὰρ οὕτως
17. αὐτοῦ, πάλιν ἐπὶ τὴν ἀγωνιστικὴν ἀγωγὴν ἐπανελθεῖν
18. ἔξεστιν, ἐγὼ γοῦν, ἐπιλυθέντος ποτὲ τοῦ νευροτρώτου μορίου,
1. θεασάμενος ἠρεθισμένον τὸ τραῦμα παρόντος κατὰ τύχην
2. ὑγροῦ φαρμάκου, τοῦ διὰ τῶν στεάτων ὠτικοῦ, θερμήνας
3. ἐπ’ ἀγγείου διπλοῦ, τοῦτο κατὰ τοῦ πεπονθότος ἐπιθεὶς μορίου,
4. ταχίστην ὠφέλειαν ἐξ αὐτοῦ γενομένην εἶδον αὐτῇ τῇ τοῦ
5. κάμνοντος αἰσθήσει, παραχρῆμα γὰρ ἀνώδυνος ἐγένετο καὶ
6. μετὰ ταῦτα λυσάντων ἡμῶν αὐτὸ κατὰ φύσιν ἔχειν ἐφαίνετο.

Cliquer un n° de page pour en afficher l’image