Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 3.7, ed. Kühn, 1827, vol. 13, p. 634-635. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:3.7

4.
5. Καὶ διὰ τῶν λεπτομερῶν βοτανῶν πρὸς τοὺς νευροτρώτους
6. συνέθηκα φάρμακον, ἐν ἀρχῇ μὲν διὰ δικτάμνου
7. καὶ ἀμαράκου καὶ ἀριστολοχίας μόνον, ὕστερον δὲ καὶ διὰ
8. ἄλλων ἐμαυτοῦ πειρώμενος, εἰ καλῶς στοχάζομαι τῆς συνθέσεως
9. αὐτῶν, καὶ πάντα τοῦ τέλους ἔτυχον. αἱ δ’ ἐπιτήδειοι
10. πρὸς τοῦτο βοτάναι πικραὶ γευομένῳ ἔστωσαν ἄνευ στύψεως,
11. ἢ δριμεῖαι μὲν, οὐ μὴν ἀμέτρως γε. τοιαῦται δ’ εἰσὶ
12. πρὸς ταῖς εἰρημέναις τό τε μάρον καὶ τὸ ἀμάρακον καὶ τὸ
13. πόλιον, ἀργεμώνη τε καὶ χαμαιπίτυς καὶ κενταύριον, ὅσας
14. τ’ ἄλλας ἐν τῇ τῶν ἁπλῶν φαρμάκων διδασκαλίᾳ διῆλθον,
15. ὥσπερ καὶ αἱ ῥίζαι τῶν τε ἀριστολοχιῶν ἁπασῶν καὶ δρακοντίου
16. καὶ σικύου ἀγρίου καὶ βρυωνίας καὶ ἀλθαίας καὶ
17. ἴρεως, ἀκόρου τε καὶ μήου καὶ ἀσάρου καὶ φοῦ καὶ γεντιανῆς
1. καὶ πάνακος, πάντων γὰρ ἔχετε τῶν τοιούτων τὴν ὕλην
2. ἐν τοῖς τῶν ἁπλῶν φαρμάκων ὑπομνήμασιν. οὐ μόνον δ’ ἐπίστασθαι
3. χρὴ τάς τε ῥίζας καὶ ὅλας τὰς βοτάνας κόπτοντας
4. ἀκριβῶς διαττᾷν λεπτοτρήτοις κοσκίνοις, ἀλλὰ καὶ λειοῦν
5. αὖθις ἐπιμελῶς, ὡς τὰ ξηρὰ κολλύρια μέχρι τοῦ χνοώδη γενέσθαι.
6. τὸ παχυμερὲς γὰρ οὐδὲν ὀνίνησι τοὺς νευροτρώτους
7. δεομένους φαρμάκων, ὡς εἴρηται, λεπτομερῶν. ἀναλαμβανέσθω
8. δὲ κηρωτοειδεῖ τινι τὸ διατμηθέν τε καὶ λειωθὲν
9. συμμετρίᾳ τὴν ἀναλογίαν ἐχούσῃ τὴν προειρημένην κατὰ τὸ
10. εὐφόρβιον. ὅσον γὰρ ἐν ἐκείνῳ τοῦ διετοῦς εὐφορβίου, τοσοῦτον
11. ἐν τούτοις δικτάμνου τε καὶ μήου καὶ ἀκόρου βλητέον,
12. ὅσα τ’ ἄλλα τούτοις ὁμοίως ἐστὶ θερμὰ γευομένοις.
13. ὅσον δ’ ἐν ἐκείνοις ἐστὶ τοῦ τριετοῦς, τοσοῦτον ἐν τούτοις
14. ἀριστολοχίας, ἴρεώς τε καὶ δρακοντίου καὶ γεντιανῆς, ὅσα
15. τ’ ἄλλα παραπλησίως τοῖσδε πικρά ἐστιν.

Cliquer un n° de page pour en afficher l’image