16. Οὐκ ἄχρηστον ἂν εἴη καὶ τὰ
18. τοιαῦτα ἐπίστασθαι φάρμακα. χρεία γὰρ αὐτῶν ποτε γίγνεται
1. σπανιώτερον, ὥσπερ τῶν εὐτελῶν πολλάκις. ὅπου γάρ τις
2. οὐ πλείους ἔχων πεντακοσίων μυριάδων ἀνὴρ φιλοφάρμακός
3. τε καὶ φιλίατρος οὐδενὶ τῶν εὐτελῶν ἠξίου χρῆσθαι,
4. πολὺ μᾶλλον ἤτοι πλούσιός τις ἢ καὶ μόναρχος, εὐῶδές τε
5. ἅμα καὶ πολλοῦ σκευαζόμενον ἀργυρίου βουληθήσεται τοιοῦτον
6. ἔχειν φάρμακον. τοῦ δὲ ἱστορηθέντος μοι πλουσίου
7. κατὰ τὸ πρῶτον τῶν περὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως
8. μέμνημαι χωρὶς ὀνόματος, ὥσπερ καὶ νῦν, ὁποῖός τις
9. ἦν, ἐκ δυοῖν αὐτοῦ τοιῶνδε μαθήσῃ πράξεων. ἕλκος οἰκέτου
10. κακόηθες ἐπειρᾶτο θεραπεύειν αὐτός. ὡς δὲ οὐδὲν ἤνυσεν,
11. ἐνεχείρισεν ἐμοὶ τὸν ἄνθρωπον, ἰδών τε θεραπευθέντα τοῦ
12. φαρμάκου τὴν γραφὴν ᾔτει μὴ γιγνώσκων πολλὰς μὲν εἶναι
13. διαφορὰς τῶν κακοήθων ἑλκῶν, πολλὰς δὲ τῶν φαρμάκων,
14. ἀλλ’ οἰόμενος ἓν φάρμακον δύνασθαι θεραπεύειν ἅπαντα. μὴ
15. γοῦν μήτε τεχνικῶς αὐτῷ χρωμένου τοῦ προσφέροντος, ὡς
16. ἤκουσεν ἐκ τίνων συνέκειτο, καὶ ἦν ἅπαντα εὔωνα, τοῦτο
17. μὲν, ἔφη, τοῖς προσαίταις φύλαττε, τῶν πολυτελεστέρων δέ τι
18. δίδαξόν με. καὶ μέντοι καὶ παιδαρίου χρονίαν ἐν ὠσὶ διάθεσιν
1. ἔχοντος, ὡς αὐτὸς ἐπὶ πολλοῖς οἶς ἐχρήσατο φαρμάκοις
2. ἄνευ μεθόδου μηδὲν ὤνησεν, ἐμοὶ κᾀκεῖνο τὸ παιδάριον
3. ἐκέλευσε προσαχθῆναι θεραπευθησόμενον. ὕστερόν τε γνοὺς
4. αὐτὸ διά τινος τῶν ἐπιτυχόντων θεραπευθὲν, οὐκ ἠξίωσε
5. λαβεῖν τοῦ φαρμάκου τὴν γραφήν. οὗτος τοίνυν αὐτὸς ἑωρακὼς
6. πολλὰς τῶν νευροτρώτων, ἀποκοπέντας τε δακτύλους
7. καὶ σαπέντας, ἐνίους δὲ καὶ τελευτήσαντας ἢ κυλλωθέντας,
8. εἶτα γνοὺς ὅτι μηδεὶς ἐκινδύνευσε τῶν ὑπ’ ἐμοῦ θεραπευθέντων,
9. ἅπαντες δὲ διὰ ταχέων ὑγιεῖς ἐγένοντο, φάρμακον ἠξίου
10. τι παρ’ ἐμοῦ λαβεῖν εὔπνουν τε ἅμα καὶ πολυτελὲς, ᾧ τοὺς
11. νευροτρώτους δυνήσεται θεραπεύειν. ἐγὼ δὲ πολλὰς ἤδη πολλάκις
12. ἐδεδώκειν ἑταίροις τε καὶ φίλοις ἰατροῖς γραφὰς αὐτοσχεδίους
13. κατὰ τὴν προγεγραμμένην μέθοδον, ὅπως ὑπὸ
14. τῶν ἐκβάσεων ὁ τῆς συνθέσεως αὐτῶν λόγος βεβαιῶται. πολυτελὲς
15. δ’, οἷον ἐκεῖνος ἐβούλετο, πένησιν ἀνθρώποις οὐκ
16. ἂν ἔδωκα νομίζων ἄμεινον εἶναι διὰ τῶν εὐπορίστων γίγνεσθαι
17. τὰς ἰάσεις. ὡς οὖν ὁ πλούσιος ἠξίωσεν εὔπνου τε καὶ
18. πολυτελοῦς φαρμάκου λαβεῖν τινα σύνθεσιν, ἔδωκα πλείους
1. αὐτῷ γραφὰς κατὰ τὴν προειρημένην μέθοδον ποιήσας, ὧν
2. πειραθῆναι σπεύδων ἐκεῖνος ἐκέλευσε τοῖς ἐλευθέροις τε καὶ
3. δούλοις ἀναζητεῖν αὐτῷ νευροτρώτους. ἐνεργησάντων δὲ τῶν
4. φαρμάκων ὑπὲρ ἅπασαν ἐλπίδα, πρῶτον μὲν ἐπῄνεσεν ὡς
5. ἀφθόνως αὐτῷ κοινωνήσαντά με τῶν γραφῶν, εἶτα καὶ δώροις
6. ἐτίμησε, καὶ γὰρ ἦν ἕτοιμος καὶ εἰς τὰ τοιαῦτα. τῶν
7. δοθέντων δ’ αὐτῷ φαρμάκων ἡ σύνθεσις ἦν τοιάδε. ♃ κινναμώμου,
8. δικτάμνου καὶ μάρου ἀνὰ ἑκάστου δραχμὰς μ΄.
9. καὶ γὰρ εὐώδη καὶ λεπτομερῆ ταῦτ’ ἔστι. τὸ δὲ ἀμάρακον
10. ὡς οὐκ εὐῶδες ἐνενόησα μηδ’ ὅλως μιγνύειν. εἶτ’ ἐπεὶ δυσπόριστον
11. ἦν ἐν Ῥώμῃ, καθάπερ καὶ τὸ μάρον, ἑώρων δὲ
12. ἐκεῖνον χαίροντα τοῖς δυσπορίστοις ὥσπερ γε καὶ τοῖς πολυτελέσι,
13. προσέθηκα τῇ γραφῇ κᾀκείνου βραχύ τι μέρους ἑνὸς,
14. ὡς οἶμαι τέταρτον ἢ πέμπτον. ταῦτα κοπέντα καὶ σηθέντα
15. λεπτοτρήτῳ κοσκίνῳ μιγνύειν ἐκέλευσα κηρωτῇ δι’ ὀποβαλσάμου
16. τοῦ ἀρίστου καὶ κηροῦ Τυῤῥηνικοῦ. σύμμετρον δ’
17. ἐστοχασάμην εἶναι τοῦ κηροῦ μὲν ὀκτὼ ποιήσασθαι μέρη,
1. τοῦ δὲ ὀποβαλσάμου δέκα. χάριν δὲ τοῦ μὴ ψαθυρὸν εἶναι
2. τὸ φάρμακον, ἀλλ’ ἡνωμένον πως ἑαυτῷ, καὶ τῆς τερμινθίνης
3. ῥητίνης ἔμιξα μέρος ἓν οὔσης καὶ αὐτῆς εὐώδους, ὅταν
4. ᾖ καλλίστη. γενναιότερον δ’, ὡς ἔφην, εἰ βούλοιο ποιῆσαι
5. τὸ φάρμακον, οὐχ ἓν μέρος ἑκάστης τῶν εἰρημένων βοτανῶν
6. ἐμβάλλῃς, ἀλλὰ πλέον, ὡς ἓν καὶ ἥμισυ γενέσθαι. τοῦτ’ οὖν
7. ὑπὸ τῆς πείρας ἐμαρτυρήθη τὸ φάρμακον. ἕτερον δὲ
8. δεύτερον ἐπ’ αὐτῷ διὰ τῆς αὐτῆς κηρωτῆς καὶ ὀποῦ τοῦ
9. Κυρηναίου συντεθὲν, κατὰ τὴν αὐτὴν ἀναλογίαν τῷ εὐφορβίῳ
10. τῆς μίξεως γενομένης, ἄλλο τε τρίτον ἐκ τῆς μίξεως
11. ἀμφοῖν συντεθὲν καὶ τὸ τέταρτον ἐπ’ αὐτοῖς τῆς στακτῆς
12. σμύρνης προσλαβόν. ἐφ’ ὧν δὲ γυμνόν ἐστι τὸ νεῦρον, ἐπὶ
13. τούτων τὴν μὲν κηρωτὴν ἐκ κηροῦ τοῦ καλουμένου μυρεψικοῦ
14. καὶ μύρων τῶν παρὰ Ῥωμαίοις ὀνομαζομένων σπικάτου
15. καὶ φουλιάτου συνέθηκα. δωδέκατον δ’ αὐτῇ μέρος ἔμιξα
16. πομφόλυγος, εἴτε πεπλυμένου λέγειν ἐθέλοις ἀῤῥενικῶς, εἴτε
17. πεπλυμένης θηλυκῶς· οὐδὲν γὰρ ὁπωτέρως ἂν εἴποις οὔτ’
18. ὠφελήσεις οὔτε βλάψεις τὸ φάρμακον. ἔστι δέ σοι καὶ διὰ
1. τοῦ Τυῤῥηνικοῦ κηροῦ σκευάζειν αὐτό. πάρεστι δὲ καὶ χωρὶς
2. τῶν εἰρημένων μύρων τὸν μὲν Τυῤῥηνικὸν κηρὸν τῆξαι διὰ
3. νάρδου καλῆς ἐπὶ διπλοῦ δηλονότι σκεύους, κοινὸν γὰρ
4. τοῦτο ἐπὶ πάντων τῶν μύρων. ξυσθείσῃ δὲ τῇ κηρωτῇ μίξεις
5. νάρδου στάχυος καὶ ἀμώμου καὶ φύλλου μαλαβάθρου
6. καὶ πομφόλυγος πεπλυμένου τὸ ἴσον ἑκάστου. ἐπὶ μὲν γὰρ
7. τῶν νύξεων, ὡς εἴρηται, δριμυτέρων ἐστὶ χρεία φαρμάκων
8. ἀνεῳγμένον ἀεὶ φυλαττόντων τὸ τραῦμα. τοῖς γεγυμνωμένοις
9. δὲ τὰ μετρίαν στύψιν ἔχοντα μετὰ διαφορητικῆς ἀδήκτου δυνάμεως
10. προσφέρεσθαι χρή. στύψεως δὲ μέτεστι μέν τι καὶ τῷ
11. ἀμώμῳ, μᾶλλον δ’ αὐτοῦ τῷ τε τῆς νάρδου στάχυι καὶ τῷ
12. τοῦ μαλαβάθρου φύλλῳ.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 3.8, ed. Kühn, 1827, vol. 13, p. 635-640. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:3.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩