Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 3.9, ed. Kühn, 1827, vol. 13, p. 640-651. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:3.9

13. Τὴν μὲν ὅλην ἀγωγὴν
15. τῆς θεραπείας τῶν νευροτρώτων, ἣν ἐγὼ κατά τινα πρόνοιαν
16. θεῶν ἐποίησα, τῶν πρὸ ἐμοῦ πρεσβυτέρων οὐδεὶς ἔγραψε.
17. φάρμακα μέντοι τινὰς νευροτρωτοὺς θεραπεύειν ἐπαγγελλόμενα
18. συνέθεσαν ἄνευ διορισμοῦ τε καὶ τρόπου χρήσεως ποικίλου
1. μήτε τὴν ἐπὶ τῶν στενῶν νυγμάτων ἀγωγὴν, ὁποία
2. τις ἔσοιτο δηλώσαντες μήτε τὴν ἐπὶ τῶν εὐρυτέρων τρώσεων
3. ἢ γεγυμνωμένου νεύρου ἢ τένοντος ἢ τεθλασμένου. πολὺ δὲ
4. μᾶλλον, οὐδ’ εἰ φλεγμαῖνον ἤδη τὸ πεπονθὸς εἴη μόριον ἢ
5. καὶ πλησίον ἥκει γαγγραινώσεως. ἕνα δέ τινα τῶν καθ’ ἡμᾶς
6. ἰατρῶν εὗρον χρώμενον φαρμάκῳ, παραπλησίως τοῖς ὑπ’
7. ἐμοῦ διὰ τῶν μεταλλικῶν σκευαζομένοις, ἀδιορίστως μὲν καὶ
8. αὐτόν. ἀλλ’ ἐπεὶ δι’ ὀλίγων τῶν αὐτοφυῶν ἐπυθόμην αὐτὸ
9. συγκεῖσθαι, τὸ δ’ ἐκ τῶν πολλῶν σύνθετον ἐγὼ κατ’ ἐκεῖνον
10. τὸν καιρὸν ἤμην ἐσκευακὼς, ἐνενόουν ἀφελὼν τὰ πλείω
11. καὶ δι’ ὀλίγων ἄλλο συνθεὶς αὖθις ἐπισκέψασθαί τε καὶ
12. βασανίσαι διὰ τῆς πείρας, εἴτε πολλῷ τινι τοῦ πολυμιγμάτου
13. φαίνοιτο λειπόμενον εἴτε ὀλίγῳ. περὶ παντὸς
14. οὖν ἐποιησάμην καὶ τοῦ παρὰ τοῦ καθ’ ἡμᾶς ἰατροῦ λαβεῖν
15. τὴν γραφὴν καὶ παραχρῆμα σκευάσας παραπλήσιον
16. ἔχον εὗρον ἐπαγγελίαν τε καὶ δύναμιν αὐτὸ τῷ ποικίλῳ.
17. τούτου μὲν οὖν ἡ γραφὴ ἡ τῆς συνθέσεώς ἐστι τοιάδε. ♃
18. κηροῦ οὐγγίας στ΄. ἐλαίου οὐγγίας θ΄. μίσυος δραχ. στ΄. χαλκίτεως 
1. δραχ. α΄. λεπίδος χαλκοῦ οὐγγίας β΄ S". λιβανωτοῦ οὐγγίαν
2. α΄ S". χαλβάνης οὐγγίαν α΄. ἐν ὄξει δριμεῖ προλελειωμένοις
3. τοῖς μεταλλικοῖς ἐπιμελῶς τακέντα καταχύσαι τὰ τηκτὰ,
4. τουτέστι τὸν κηρὸν καὶ τὴν χαλβάνην. τοῦτο τὸ φάρμακον
5. οὐκ οἶδα τίς ὁ συνθήκας ἐστίν. οὔτε γὰρ παρ’ Ἀσκληπιάδῃ
6. τῷ φαρμακίωνι τὴν γραφὴν εὗρον οὔτε παρὰ Πετρωνᾷ οὔτε
7. παρ’ Ἀνδρομάχῳ, καίτοι πάντων τῶν πρεσβυτέρων ἰατρῶν
8. ἄριστα φάρμακα γραψάντων. εὔδηλον δ’ ὅτι μήτε παρὰ
9. Ἥρᾳ τῷ Καππαδόκι, μηδὲ Μαντίᾳ, μηδὲ Ἡρακλείδῃ τῷ Ταραντίνῳ,
10. πολλὴν ἐμπειρίαν φαρμάκων ἐσχηκόσιν· ἀλλ’
11. οὐδὲ τοῖς περὶ τὸν Ἀρχιγένην, Φίλιππον ἤ τινα τῶν μαθητῶν
12. αὐτοῦ. καὶ Σωρανῷ δὲ τὰ περὶ φαρμάκων γεγραμμένα
13. ἀναγνοὺς ἅπαντα καὶ Μενεκράτει καὶ Κρίτωνι καὶ Δαμοκράτει
14. καὶ τοῖς ἄλλοις ὅσοι δόξαν ἴσχουσιν ἐπὶ τῇ γνώσει
15. τῶν φαρμάκων παρ’ οὐδενὶ τουτὶ τὸ γεγραμμένον ἄρτι
16. φάρμακον εὗρον. ἃ δ’ ἐστὶ παρὰ τοῖς ἀνδράσιν οἷς εἶπον
17. ἐφεξῆς γεγραμμένα δηλώσω, τὴν ἀρχὴν δὲ ἀπὸ τοῦ φαρμακίωνος
18. Ἀσκληπιάδου ποιήσομαι κατὰ τὸ τρίτον τῶν ἐντὸς
1. φαρμάκων, ἃ καὶ Μαρκέλλας ἐπιγράφει κατὰ λέξιν οὕτως
2. γράψαντος. Ἀνδρομάχου Αἰγυπτία ἔναιμος τραυματικὴ, ὡς
3. Ἀσκληπιάδης ἀναγράφει. ποιεῖ πρὸς νεύρων διακοπὴν καὶ
4. μυῶν, ποιεῖ πρὸς νύγματα, περιθλάσεις, παρατρίμματα, λυγίσματα,
5. ποιεῖ πρὸς ἀποστήματα. ἔστι δὲ καὶ ὀφθαλμιώντων
6. παρακόλλημα. ποιεῖ κεφαλαλγικοῖς καὶ πρὸς πολλὰς διαθέσεις
7. χρήσιμόν ἐστι τὸ φάρμακον. ♃ λιθαργύρου, κηροῦ
8. ἀνὰ δραχ. ρμδ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. οβ΄. τερμινθίνης
9. δραχ. λστ΄. ἐρίων οἰσυπηρῶν κεκαυμένων δραχ. ιβ΄. λεπίδος χαλκοῦ
10. δραχ. η΄. λεπίδος στομώματος δραχ. η΄. λιβάνου δραχ. η΄. ἀριστολοχίας
11. στρογγύλης δραχ. η΄. ἐλαίου κικίνου κο. γ΄. ἕψε λιθάργυρον,
12. ἔλαιον, καὶ ὅταν μεταβάλλῃ, ἐπίβαλλε κηρὸν, ῥητίνην.
13. καὶ ὅταν ἀμόλυντον γένηται, ἐπίβαλλε ἀμμωνιακὸν πλατύνας,
14. καὶ τότε τὰ οἰσυπηρὰ ἔρια καὶ τὰ λοιπά. τοῦτο τὸ
15. φάρμακον ὅσῳ πολυχρηστότερον ἐγένετο, προσλαβὸν τὴν λεπίδα
16. τοῦ στομώματος, οὕτω φαυλότερον ἐπὶ τῶν νευροτρώτων
17. ἐγένετο. εἰ μὲν γὰρ νύγμα μόνον εἴη, καὶ ἡ τοῦ χαλκοῦ
18. λεπὶς περιττή. χωρὶς γὰρ τοῦ προλελειῶσθαι χρόνῳ
1. πλείονι δι’ ὄξους δριμέος; οὐδὲν τῶν μεταλλικῶν ἐπὶ τούτων
2. χρήσιμον. ἐπὶ μέντοι τῶν γεγυμνωμένων νεύρων καὶ
3. τενόντων ἀγαθὸν ἂν εἴη φάρμακον. εἰ δὲ καὶ ἤδη φλεγμαίνει,
4. τήκειν αὐτὰ προσήκει διὰ ῥοδίνου καὶ οὕτως ἐμμότῳ
5. χρῆσθαι. χωρὶς δὲ τοῦ φλεγμαίνειν εὐθέως ἐν ἀρχῇ βελτίω
6. τὰ μαλακώτερα καὶ ὑγρότερα τῶν φαρμάκων ἐστὶ τῶν σκληροτέρων
7. τε καὶ ξηροτέρων. καὶ βέλτιόν ἐστι χρῆσθαι τετηκόσιν
8. αὐτοῖς. ἔν τινι τῶν διαφορητικῶν ἢ παρηγορικῶν. λέγω
9. δὲ διαφορητικὰ μὲν τό τε παλαιὸν ἔλαιον καὶ τὸ κίκινον
10. καὶ τὸ σικυώνιον, παρηγορικὰ δὲ τό τε ῥόδινον καὶ τὸ χαμαιμήλινον
11. καὶ τὸ διὰ τῆς ἀλθαίας. ἰσχυρότερα δὲ τούτων
12. καὶ διὰ τοῦτο σώμασι σκληροτέροις ἁρμόττοντα τό τε διὰ
13. τοῦ σικύου τοῦ ἀγρίου τῆς ῥίζης ἐναφεψημένης τῷ ἐλαίῳ καὶ
14. τὸ διὰ τῆς ἴρεως καὶ βρυωνίας καὶ ἄρου, καὶ τούτων ἰσχυρότερόν
15. ἐστι τὸ διὰ τοῦ δρακοντίου καὶ ἀριστολοχίας καὶ
16. πάνακος. ἐγὼ δὲ πολλάκις ἐχρησάμην καὶ τῷ διὰ τῆς ἐλάτης
17. σπέρματος ἐλαίῳ καὶ τῷ διὰ τοῦ τῶν αἰγείρων ἄνθους,
18. ἀποβρέχω γὰρ ἐν ἐλαίῳ Σαβίνῳ ταῦτα χρόνῳ πλείονι. ταῦτα
19. μὲν οὖν ὅσα νῦν εἴρηκα περὶ τῆς χρήσεως τῶν τοιούτων
1. φαρμάκων, ἀξιῶ μεμνημένους ὑμᾶς ἐπὶ τἄλλα τὰ ῥηθησόμενα
2. μεταφέρειν. ἐγὼ δὲ ὅπερ ὡρμήθην πρᾶξαι ποιήσω. προσθήσω
3. γὰρ καὶ ἄλλα φάρμακα τῆς αὐτῆς δυνάμεως, ὁποῖόν ἐστι
4. καὶ τὸ ἐφεξῆς τῷ προειρημένῳ γεγραμμένον ὑπὸ τοῦ Ἀσκληπιάδου
5. κατὰ λέξιν οὕτως ἔχον. Κλαυδίου Φιλοξένου χειρουργοῦ
6. Αἰγυπτία πρὸς τὰς προειρημένας διαθέσεις. ♃ λιθαργύρου,
7. κηροῦ ἀνὰ δραχ. ρξ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. π΄. προπόλεως
8. δραχ. μ΄. ῥητίνης ξηρᾶς, τερμινθίνης, λεπίδος χαλκοῦ,
9. λιβάνου ἀνὰ δραχ. ιστ΄. ἐρίων οἰσυπηρῶν κεκαυμένων, λεπίδος
10. στομώματος ἀνὰ δραχ. η΄. ὀποπάνακος δραχ. δ΄. κίκεως κο. γ΄.
11. πρόδηλον οὖν ὅτι καὶ τοῦτο τὸ φάρμακον ὅμοιόν τέ ἐστι
12. τῷ προγεγραμμένῳ καὶ τρόπον τῆς χρήσεως ἕξει τὸν αὐτὸν
13. τῷ μικρῷ πρόσθεν ὑπ’ ἐμοῦ γεγραμμένῳ. καὶ μέντοι καὶ
14. κατὰ ταύτας τὰς δύο ἐμπλάστρους, ἄλλην τρίτην ἔγραψεν
15. ὁ Ἀσκληπιάδης οὕτως εἰπὼν κατὰ λέξιν. κιῤῥὰ ἡ τοῦ
16. Ἁλιέως. ποιεῖ πρὸς τὰ ἔναιμα τῶν τραυμάτων καὶ νεύρων
17. διακοπάς. ποιεῖ δὲ καὶ πρὸς τὰ παλαιὰ καὶ δυσεπούλωτα
18. καὶ ῥευματικὰ τῶν ἑλκῶν. ἔστι δὲ καὶ μαλακτικὴ ἀγαθὴ,
1. μάλιστα δὲ τῶν περὶ τοὺς μασθοὺς γιγνομένων σκληριῶν.
2. χρώμεθα δὲ αὐτῇ καὶ ἐπὶ τῶν κυνοδήκτων καὶ ἀνθρωποδήκτων.
3. ἄκρως ποιεῖ καὶ πρὸς τρυγόνων θαλασσίων καὶ
4. δρακόντων καὶ τῶν ἄλλων χαλεπῶν ἰχθύων πληγάς. καὶ
5. καθόλου ἐστὶν ἡ δύναμις θαυμαστή. ♃ λιθαργύρου, κηροῦ
6. ἀνὰ δραχ. ρ΄. τερμινθίνης, μάννης, λιβάνου, χαλβάνης, μίλτου
7. Σινωπίδος ἀνὰ δραχ. η΄. ἐλαίου ξε. α΄. οὔτε αὐτὸς οὖν Ἀσκληπιάδης
8. ἐπὶ νυγμάτων τῶν εἰς τένοντας καὶ νεῦρα ἐπαγγέλλεται
9. τὸ φάρμακον εἶναι χρήσιμον, ἀλλὰ πρὸς τὰς τῶν νεύρων
10. φησὶ διακοπὰς, ὅταν δηλονότι μεῖζον γένηται τὸ τραῦμα
11. καὶ γυμνὸν φαίνηται τὸ νεῦρον. ἐπιτηδειότερα γάρ ἐστι τηνικαῦτα
12. τὰ μετρίας τε καὶ παρηγορικῆς δυνάμεως φάρμακα.
13. τοιοῦτον δέ ἐστι καὶ τὸ νῦν εἰρημένον ὑπ’ αὐτοῦ. ταύτας
14. μὲν οὖν τὰς τρεῖς ἐμπλάστρους ὁ Ἀσκληπιάδης ἔγραψεν
15. ἐγγύς τι τῆς μέσης χώρας τοῦ βιβλίου. πρὸ αὐτῶν δὲ ἀνωτέρω
16. πολύχρηστον καὶ ἄλλο ἔμπλαστρον ἔγραψεν, ἄμεινον
17. δὲ τῶν τριῶν τούτων, ὡς πρὸς τὰς τῶν νεύρων διακοπὰς
18. καὶ διαφθοράς. ἡ δὲ λέξις αὐτὴ, καθ’ ἣν ὁ Ἀσκληπιάδης
19. ἔγραψεν, ἔστιν ἥδε. Μοσχίωνος καταγματική. φάρμακον ἐπιτετευγμένον 
1. πρὸς τὰ νεότρωτα καὶ διακοπὰς τῶν νεύρων
2. καὶ τὰς μετὰ θλάσεως διαιρέσεις. ποιεῖ καὶ πρὸς τὰ μετὰ
3. τραύματος κατάγματα· καὶ γὰρ τοῖς τραύμασι βοηθεῖ καὶ
4. πωροῖ τὰ ὀστέα μετὰ τῆς δεούσης ἐπιδέσεως ἐπιτιθεμένη καὶ
5. τοῖς ἀρχομένοις ὑδρωπικοῖς. ποιεῖ δὲ καὶ πρὸς τὰς διδύμων
6. περιθλάσεις. σταφιδοῖ καὶ τὰς περὶ τὴν ἕδραν ἐξοχάς. ποιεῖ
7. καὶ πρὸς ῥαγάδας βουτύρῳ ἐνιεμένη. ποιεῖ καὶ πρὸς βρογχοκήλας,
8. διαλύει πᾶσαν σκληρίαν, ποιεῖ πρὸς παρατρίμματα
9. καὶ λυγίσματα. ποιεῖ πρὸς τὰς ἐπὶ τῶν ποδῶν καὶ χειρῶν
10. τυλώδεις ἐπαναστάσεις, ἃς ἥλους καλοῦμεν, ὥστε καὶ χωρὶς
11. ἑλκώσεως ἀφαιρεῖν· καὶ καθόλου ἐστὶ πολυχρησότατον τὸ
12. φάρμακον. ποιεῖ δὲ πρὸς ἀρχομένους ὕδρωπας. τὰ δὲ τῆς
13. σκευασίας ἔχει οὕτως. ♃ λιθαργύρου μνᾶν α΄. ἡ δὲ μνᾶ ἔχει
14. δραχ. ρξ΄. πίσσης ξηρᾶς δραχ. ρξ΄. στέατος μοσχείου δραχ. ρξ΄.
15. ῥητίνης τερμινθίνης δραχ. π΄. μάννης λιβάνου δραχ. π΄. κηροῦ δραχ. μ΄.
16. ἰοῦ δραχ. η΄. ὀποπάνακος δραχ. η΄. χαλβάνης δραχ. η΄. ἐλαίου κικίνου
17. κο. α΄. ὄξους τὸ ἴσον, ὀποῦ συκαμίνου κο. α΄. πίσσης ὑγρᾶς
18. ἡμικοτύλιον. τὴν λιθάργυρον λειοτάτην καὶ τὸ κίκινον ἔλαιον
1. βαλὼν εἰς ἄγγος κεραμεοῦν ἢ χαλκοῦν καὶ θεὶς ἐπὶ πυρὸς
2. ἕψε, καὶ ὅταν ἀναβράσῃ, ἐπίβαλλε στέαρ καὶ τὸ μάννινον,
3. κινῶν συνεχῶς. καὶ ὅταν συστραφῇ, ἐπίβαλλε πίσσαν, κηρὸν,
4. ῥητίνην καὶ ἕψε. μέχρις ἀμολύντου ἐπίπασσε χαλβάνην,
5. εἶτα ἰὸν καὶ ὀποπάνακα ὄξει διαλυθέντα. τὸν δὲ ὀπὸν τοῦ
6. συκαμίνου καὶ τὴν πίσσαν τὴν ὑγρὰν εἰς ἕτερον ἀγγεῖον
7. βαλόντες ἕψομεν. καὶ ὅταν συστραφῇ, ἐπιβάλλομεν τῷ πρώτῳ
8. φαρμάκῳ, καὶ πάλιν θέντες ἐπὶ τὸ πῦρ ἕψομεν μέχρις ἀμολύντου,
9. καὶ εἰς οἶνον ἐξεράσαντες ἐῶμεν ἐπὶ τρεῖς ἡμέρας,
10. ἔπειτα μαλάξαντες χρώμεθα εἰς ὀθόνιον ἐμπλάσσοντες· δεῖ
11. δὲ μετὰ τὴν ἐπίθεσιν τοῦ φαρμάκου οἴνῳ δεύσαντα ταινίδιον
12. ἐκθλίβειν καὶ τότε περιτιθέναι τῷ φαρμάκῳ. ὡς δὲ ὁ
13. ἡμέτερος καθηγητὴς Λεύκιος ἐσκεύασεν ἔχει οὕτως. τὸ στέαρ
14. καὶ τὸ ἔλαιον πρότερον τήκομεν, καὶ ὅταν διαλυθῇ, καταπλάσσομεν
15. λειοτάτην μάνναν καὶ τὴν λιθάργυρον, καὶ ὅταν
16. συστραφῇ, τὰ ἑπόμενα ποιοῦμεν. ἐπαινέσαι δὲ δίκαιόν ἐστι
17. καὶ κατὰ τοῦτο τὸν Ἀσκληπιάδην, ὅτι τὸν τρόπον τῆς σκευασίας
1. γράφει τῶν φαρμάκων, οὐχ ὥσπερ ὁ Ἀνδρόμαχος
2. παραλείπει μήτε τίνα δύναμιν ἔχει προστιθείς. ἀμέλει
3. τὴν ὑπὸ Ἀσκληπιάδου πρώτην τῶν τριῶν ὑπ’ ἐμοῦ γεγραμμένην
4. ἔμπλαστρον Αἰγυπτίαν, ἣν καὶ αὐτὸς τοῦ Ἀνδρομάχου
5. φησὶν ὑπάρχειν, οὔτε δὲ τίνος ἐστὶ δυνάμεως ὁ Ἀνδρόμαχος
6. ἔγραψεν, οὔθ’ ὅπως σκευαστέον αὐτὴν, οὔθ’ ὅπως χρηστέον,
7. ἀλλ’ ἁπλῶς ἔῤῥιπται, καθάπερ τι τῶν ἐπιτυχόντων
8. φαρμάκων ἐν τῷ βιβλίῳ τῶν ἐκτὸς δυνάμεων ὑπ’ αὐτοῦ
9. γεγραμμένη δευτέρα. πρώτην μὲν γὰρ ἁπασῶν ἔγραψεν ἣν
10. αὐτὸς ὀνομάζει Πανταγάθιον, ἐφεξῆς δὲ τὴν Αἰγυπτίαν ταύτην,
11. οὐδὲν, ὡς ἔφην, ἄλλο προσθείς. ἔχει γὰρ ἡ λέξις αὐτοῦ
12. τόνδε τὸν τρόπον Αἰγυπτία. ♃ λιθαργύρου δραχ. ρμδ΄. κίκεως
13. κο. στ΄. κηροῦ δραχ. ρμδ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. οβ΄. τερμινθίνης
14. δραχ. λστ΄. ἐρίων κεκαυμένων δραχ. ιη΄. λεπίδος στομώματος
15. δραχ. η΄. λεπίδος χαλκοῦ δραχ. η΄. λιβάνου δραχ. η΄. ἀριστολοχίας
16. δραχ. η΄. ἔνιοι σμύρνης δραχ. δ΄. ὀποπάνακος δραχ. η΄. ἄλλ. ιβ΄.
17. τούτοις ἐπὶ τέλει ἐπιγέγραπται, θαλάσσης εἰς ἐμβροχὴν κηροῦ
18. κο. η΄. τί παρ’ αὐτῷ σημαίνει τὸ εἰς ἐμβροχὴν κηροῦ,
1. σαφῶς οὐκ ἴσμεν, ἐπινοεῖν γάρ ἐστι πλείω. θαυμάσαι δ’
2. ἐστὶ πῶς ἅπαντα τἄλλα γράψας Ἀσκληπιάδης ὡσαύτως τῷ
3. Ἀνδρομάχῳ τὸ μέτρον τοῦ κίκεως οὐκ ἴσον ἔγραψεν. ὁ μὲν
4. γὰρ Ἀνδρόμαχος κο. στ΄. ὁ δὲ Ἀσκληπιάδης κο. γ΄. ἔγραψεν.
5. οὐ προσέθηκε δὲ οὐδὲ τὸ κατὰ τὴν τελευτὴν τῆς γραφῆς
6. ὑπ’ Ἀνδρομάχου προσκείμενον· ἔνιοι σμύρνης δραχ. δ΄. ὀποπάνακος
7. δραχ. β΄. πάλιν δὲ προσέθηκεν αὐτὸς ἐπὶ τῶν κεκαυμένων
8. ἐρίων τῶν οἰσυπηρῶν, ὅπερ οὐ πρόσκειται κατὰ τὴν
9. Ἀνδρομάχου γραφήν. ἐφεξῆς δὲ τῆς εἰρημένης Αἰγυπτίας
10. ἔγραψεν ὁ Ἀνδρόμαχος θηριακὰς ἐμπλάστρους ε΄. καὶ μετὰ
11. ταύτας ἑτέραν πάλιν φαιὰν, ἣν Εὐβούλου φησὶν εἶναι. καὶ
12. μετὰ ταύτην αὖθις ἑτέραν φαιὰν, ἣν Ἀθηνᾶν ὀνομάζει, κᾄπειτα
13. ἐφεξῆς πάλιν ἑτέρας φαιὰς ἁπλῶς δύο, καὶ μετὰ ταύτας
14. ἑτέραν ἐφ’ ἧς κατὰ λέξιν οὕτως γέγραπται· φαιὰ νυγματικὴ.
15. Ἀνδρομάχου. ♃ ἀμμωνιακοῦ θυμιάματος δραχ. η΄. κηροῦ
16. νέου δραχ. η΄. τερμινθίνης δραχ. η΄. χαλκοῦ κεκαυμένου δραχ. η΄.
17. πίσσης ξηρᾶς δραχ. μ΄. ὡς δὲ Ζήνων, μνᾶς ἥμισυ τέταρτον, λιθαργύρου
18. δραχ. δ΄. ἀλόης Ἰνδικῆς δραχ. β΄. ἀριστολοχίας δραχ. β΄.
1. χαλβάνης δραχ. β΄. ἰοῦ δραχ. α΄. οἱ δὲ δραχ. β΄. λιβάνου δραχ. β΄. ἐλαίου
2. χειμῶνος κο. δ΄. θερείας ὄγδοον, ὄξους κοτύλης ἥμισυ εἰς
3. ἄνεσιν τοῦ ἀμμωνιακοῦ. ταύτην εἰκός ἐστιν αὐτὸν ὀνομάζειν
4. νυγματικὴν πρὸς τὰ τῶν νεύρων νύγματα δυναμένην
5. εἶναι χρησίμην.

Cliquer un n° de page pour en afficher l’image