Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 4.1, ed. Kühn, 1827, vol. 13, p. 652-665. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:4.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ

ΤΩΝ ΚΑΤΑ ΓΕΝΗ ΒΙΒΛΙΟΝ Δ.

1. Ὁ μὲν πρῶτός μοι λόγος ἐτελεύτησεν εἰς
2. τὰς τῶν λευκῶν ἐμπλάστρων συνθέσεις τάς τε ἄλλας καὶ
3. ὅσα πρὸς τὰ δυσεπούλωτα τῶν ἑλκῶν ἁρμόττουσιν, διορισαμένων
4. ἡμῶν τὰ κοινῶς δυσεπούλωτα καλούμενα, τῶν ἰδίως
5. κακοήθων ὀνομαζομένων, ὄντων μὲν αὐτῶν δηλονότι δυσεπουλώτων.
6. ἐπεὶ δὲ τινὰ μὲν ἐκ τῶν ἐπιῤῥεόντων τοῖς ἡλκωμένοις
7. μέρεσιν ἰχώρων τε καὶ χυμῶν δυσεπούλωτα γίγνεται,
1. τινὰ δ’ αὐτοῦ τοῦ πεπονθότος μορίου διαφθείροντος τὸ
2. ἐπιῤῥέον, εἰ καὶ χρηστὸν εἴη, τὰ κατὰ τὸν δεύτερον τρόπον
3. ἕλκη, δυσεπούλωτα καὶ κακοήθη καλοῦσιν ἰδίως ἐφ’ ὧν ἐνίοτε
4. πᾶν ἐκκόπτειν τὸ πεπονθὸς ἢ καίειν ἀναγκάζονταί τινες,
5. ἤτοι φαρμάκοις ἐσχαρωτικοῖς ἢ πυρὶ χρώμενοι. πλάτους
6. δ’ ὄντος συχνοῦ καθ’ ἑκάτερον τὸν τρόπον ἐν τῷ μᾶλλόν
7. τε καὶ ἧττον ἕτερον ἑτέρου δυσεπούλωτόν τε καὶ κακόηθες
8. εἶναι, τοσοῦτον ἀριθμὸν ὑπάρχειν τῶν ἰωμένων φαρμάκων
9. ἀναγκαῖόν ἐστιν, ὅσος ἂν ᾖ καὶ αὐτῶν τῶν ἑλκῶν. εἰκότως
10. οὖν ἕκαστον τῶν ἕν ἐχόντων φάρμακον ἐπαγγελλόμενον
11. ἐπουλοῦν ἕλκη κακοήθη, πολλάκις ἀποτυγχάνει. δύο γὰρ
12. ἡτοιμάσθαι χρὴ τοὐλάχιστον, ᾧ πρόκειται πάντα θεραπεύειν
13. τὰ τοιαῦτα, τῆς αὐτῆς μὲν ἐπαγγελίας καὶ δυνάμεως
14. ὑπάρχοντα, διαφέροντα δὲ ἀλλήλων οὐχ ἁπλῶς τῷ μᾶλλόν
15. τε καὶ ἧττον, ἀλλ’ ὡς ἄν τις εἴποι σαφέστατα τῷ μάλιστα
16. τε καὶ ἥκιστα. καθάπερ οὖν ἐπὶ πάντων τῶν παθῶν
17. ἐδείκνυμεν ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν εὑρίσκεσθαι
18. πρώτην μὲν ἁπασῶν τὴν καθόλου δύναμιν τῶν
1. βοηθημάτων, ἐφεξῆς δὲ τὰς ὕλας, ἐν αἷς αὐτὴ περιέχεται,
2. κατὰ τὸν αὐτὸν λόγον καὶ νῦν ἐπὶ τῶν δυσεπουλώτων ἑλκῶν
3. ἡ καθόλου δύναμις ἥτις ποτέ ἐστι τῶν θεραπευσόντων
4. αὐτὰ φαρμάκων εὑρῆσθαι χρὴ πρότερον. ἐδείχθη δέ μοι καὶ
5. ἥδε κατ’ ἐκείνην τὴν πραγματείαν, ἐφ’ ὧν μὲν οὐδεμία καχεξία
6. περὶ τοῖς ἡλκωμένοις μέρεσι, δύο τούτους ἔχουσα σκοποὺς,
7. ἕνα μὲν ἀποκρούσασθαι τὸ ἐπιῤῥέον, ἕτερον δὲ διαφορῆσαι
8. τὸ ἐστηριγμένον ἐν τῷ πεπονθότι μορίῳ. γίγνεται
9. δὲ ταῦτα δι’ ἐναντίων δυνάμεων. ἀναστέλλει μὲν γὰρ τὸ
10. ἐπιῤῥέον ὅσα στύφειν πέφυκε φάρμακα, διαφορεῖ δὲ τὸ περιεχόμενον
11. ἐν τῷ πεπονθότι τὰ δύναμιν ἑλκτικὴν ἔχοντα.
12. τοὐπίπαν δὲ τὰ μὲν στύφοντα τραχύνει καὶ κατὰ τοῦτ’
13. ἔστιν ἀνιαρά. τὰ δὲ ἕλκοντα καὶ διαφοροῦντα τὰς ἐκ βάθους
14. ὑγρότητας οὐκ ἄνευ δριμύτητος ἐργάζεται τοῦτο. τῇ
15. δριμύτητι δ’ ἐξ ἀνάγκης ὀδύνη τις ἕπεται δάκνουσα τὸ ἡλκωμένον.
16. καὶ οὕτως συμβαίνει διὰ τὴν ἐκ τῶν τραχυνόντων
17. καὶ δακνόντων ἀνίαν, ἐρεθίζεσθαι τὴν ἐπιῤῥέουσαν
18. ὑγρότητα τοῖς ἡλκωμένοις μέρεσι. τούτου δὲ γιγνομένου, φλεγμαίνειν
1. τε ἅμα καὶ διαβιβρώσκεσθαι τὸ ἕλκος, ὥσθ’ ὅσον
2. ἐπὶ τοῖς εἰρημένοις ἄπορός ἐστιν ἡ τῶν βοηθησόντων φαρμάκων
3. εὕρεσις τοῖς δυσεπουλώτοις ἕλκεσι, καὶ πολύ γε μᾶλλον
4. ἔτι τοῖς κακοήθεσιν. εὑρεῖν οὖν χρὴ καθόσον οἷόν τε
5. τοιαύτην ὕλην φαρμάκων, ἐφ’ ἧς ξηρανθήσεται τὸ ἕλκος
6. ὀδύνης χωρὶς, ὅπερ ἀδύνατόν ἐστιν ἀκριβῶς γενέσθαι μὴ
7. γνωρίζοντος τοῦ θεραπεύοντος, ὅπως ἐνεργήσῃ τὸ προβληθὲν
8. φάρμακον. ἔστι μὲν γὰρ ἐξ ἀνάγκης ἰσχυρὸν κατ’ ἄμφω
9. τὰ συντεθέντα τό τε δάκνον καὶ τὸ στῦφον. ἀλλ’ ὅ τε ῥύπος
10. ὁ ἐπικείμενος τοῖς τοιούτοις ἕλκεσι τό τε τῆς ὑγρότητος
11. πλῆθος οἷον προβλήματά τινα τοῖς ἡλκωμένοις μέρεσι
12. γιγνόμενα τὴν ἀπὸ τῶν ἰσχυρῶν φαρμάκων δῆξιν ἐκλύει.
13. προσέχειν οὖν χρὴ πόσον ἡ πρώτη χρῆσις ἐξήρανε τῆς κατὰ
14. τὸ ἕλκος ὑγρότητος, ἢ εἰ καὶ ῥύπον ἔχοι, πόσον ἀπέῤῥιψε
15. καὶ τούτου. καὶ οὕτως ἐκ δευτέρου τε καὶ τρίτου χρῆσθαι
16. μέχρι περ ἂν φανῇ καθαρόν τε καὶ ξηρόν. ὁπόταν δὲ πρῶτον
17. ἴδῃς αὐτὸ τοιοῦτον, μεταβαίνειν ἐφ’ ἕτερον φάρμακον
18. ὁμοειδὲς μὲν, ἀσθενέστερον δὲ τοῦ προτέρου. τὰ γὰρ ἰσχυρότερα
1. τῷ δάκνειν τὸ ἕλκος ὀδυνηρὰ γινόμενα, ῥεύματά τε
2. κινεῖ καὶ φλεγμονὰς ἐγείρει. ἀλλ’ ἐὰν πάλιν ἀσθενέστερον
3. πολὺ τοῦ πρώτου φαρμάκου προσενέγκῃς, ὑγρὸν καὶ ῥυπαρόν
4. ἔσται τὸ ἕλκος. τούτῳ τοίνυν ὁ τεχνωθεὶς ἰατρὸς τοῦ
5. διὰ μόνης ἐμπειρίας ἕλκος θεραπεύοντος ἀμείνων ἐστὶν, ὡς
6. ἂν ἐπιστάμενος οὐκ ἄλλῃ δυνάμει θεραπεύεσθαι τὸ ἕλκος
7. ὑπὸ τῶν φαρμάκων, ὅτι μὴ τῷ ξηρὸν οὕτως ἐργάζεσθαι τὸ
8. μόριον, ὡς ὅτ’ εἶχε κατὰ φύσιν. ἔσται δὲ τοῦτο δῆλον ἐκ
9. τοῦ μήτ’ ἀποῤῥεῖν ἔτι λεπτὸν ἰχῶρα πύου τε γένεσιν ὑποτρέφεσθαι.
10. εἰς τοῦτο δὲ ἀφίξεσθαι, καθ’ ὃν εἴρηκα τρόπον
11. ξηραινόμενα, τουτέστι στυφόμενά τε καὶ διαφορούμενα, κᾀπειδὰν
12. ξηρὰ μὲν ᾖ, ῥυπαρὰ δ’ ἔτι φαίνηται, διὰ τῶν ῥυπτικῶν
13. φαρμάκων καθαιρόμενα, περὶ ὧν καὶ αὐτῶν εἴρηται μέν
14. τι κᾀν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων ὑπομνήμασιν. ἡ τελειοτάτη
15. δὲ μέθοδος πᾶσα γέγραπται διὰ τῆς θεραπευτικῆς
16. πραγματείας, ἐν ᾗ προτετεχνῶσθαι χρὴ τὸν μέλλοντα τελέως
17. ὑπὸ τῶν νῦν λεγομένων ὠφεληθήσεσθαι. τοῦτο δ’ ὑμῖν τοῖς
18. ἑταίροις ἐγνωκὸς ὑπάρχειν, οἷς ταῦτα γράφεται, πάνυ σαφῶς 
1. οἶδα καὶ πρὸς τούτῳ γε ἔτι τὸ μὴ λόγον εἶναι πιθανὸν
2. ἄνευ τῆς ἐπὶ τῶν ἔργων βασάνου τὰ λεγόμενα νῦν ὑπ’
3. ἐμοῦ. πολλάκις γὰρ ἐθεάσασθε δι’ αὐτῶν ἐκείνων τῶν
4. φαρμάκων, οἷς ἀμεθόδως χρώμενοί τινες ἰατροὶ μηδὲν ἤνυον,
5. ἐκθεραπεύσαντά με πολλὰ τῶν τοιούτων ἑλκῶν. ἀναμνήσθητε
6. τοίνυν τῶν ξηραίνειν ἀδήκτως πεφυκότων φαρμάκων, ἔστι
7. δ’ αὐτῶν τὰ πλεῖστα μεταλλικά. καὶ μέντοι καυθέντων καὶ
8. πλυθέντων, ἥτις ἦν πρόσθεν δῆξις ἀπόλλυται, καὶ τοῦτ’
9. ἀναμνήσθητε. τούτοις οὖν ὑμῖν ἐξέστω χρῆσθαι ἐν τῷ παρόντι,
10. πεπλυμένοις μὲν ἐπὶ παίδων, εὐνούχων τε καὶ γυναικῶν
11. καὶ ὅσοι φύσει λευκὴν καὶ μαλακὴν ἔχουσι τὴν σάρκα,
12. καὶ πρὸς τούτοις γ’ ἐπὶ τῶν εὐαισθήτων τε πάνυ καὶ κακοχύμων.
13. ἐπὶ δὲ τῶν ἄλλων σωμάτων ἐγχωρεῖ καὶ τοῖς ἀπλύτοις
14. χρῆσθαι, τὴν πρώτην ἐπίθεσιν αὐτῶν εὐπεπτηκόσι τοῖς
15. θεραπευομένοις ἕωθεν ποιουμένους. εἰ δὲ καὶ τοῦ σώματος
16. ὅλου προπαρασκευτῆς τινος δέοι, καὶ ταύτην χρὴ προπεποιῆσθαι.
17. λελεγμέναι δ’ εἰσὶν αἱ παρασκευαὶ διὰ τῆς θεραπευτικῆς
18. πραγματείας. ἐπ’ ἐνίων μὲν γὰρ ἀρκεῖ καθᾶραι μόνον,
1. ἐπ’ ἐνίων δ’ ἀφελεῖν αἵματος, ἐπ’ ἄλλων δ’ ἄμφω ταῦτα
2. πρᾶξαι. τινῶν δ’ ὑπερκείμενον ἐκκόψαι κιρσὸν ἢ σπληνὸς ἢ
3. ἥπατος προνοήσασθαι, τινῶν δὲ καὶ ἀποσχάσαι τὰ περὶ τὸ
4. ἕλκος, ὥσπερ γε καὶ περικόψαι ποτὲ τῶν χειλῶν τύλον. ἐὰν
5. δὲ μηδὲ ἑνὸς τούτων δεώμεθα, τὴν ποσότητα τῆς ὑγρότητος
6. ἐπισκεπτέον ἅμα τῷ ῥύπῳ καὶ οὕτω ἐπὶ τὸ προσῆκον ἰτέον
7. φάρμακον, ἀναμνησθέντας ἑκάστου τῶν ἁπλῶν ὅσα τε ξηραίνει
8. μὲν, οὐ μὴν ἀποῤῥύπτει γε τὸν ῥύπον τοῦ ἕλκους,
9. ὅσα τε ῥύπτει μὲν, οὐ μὴν ξηραίνει γενναίως. ὅσα δ’ ἄμφω
10. δρᾷν πέφυκε, προσεπισκεπτομένους ἐκ ποίας τάξεως ἕκαστόν
11. ἐστιν, ὃ μέγιστον μὲν ὑπάρχει τῶν εἰς τὴν θεραπείαν διαφερόντων,
12. ὠλιγώρηται δὲ τοῖς γράψασι τὰ περὶ ὕλης βιβλία.
13. μόνοι γὰρ οὗτοι πάσης αὐτῆς ἐνεχείρισαν εἰπεῖν τὰς δυνάμεις,
14. ὥσπερ γε καὶ ὁ Διοσκορίδης, ὃν οὐδενὸς ἄν τις εἴποι
15. δεύτερον εἶναι τῶν περὶ ταῦτα σπουδασάντων. ἐγὼ τοίνυν
16. ἐφεξῆς ἅπαντα καταλέξω τὰ ξηραίνειν ἕλκη δυνάμενα φάρμακα
17. χωρὶς τοῦ δάκνειν ἢ τραχύνειν ἐπιφανῶς. ἄρξομαι δὲ
1. ἀπὸ τῶν μεταλλικῶν, ἐν οἷς ἀριθμοῦσι καὶ τὰ τῆς γῆς εἴδη.
2. πολλῆς δ’ ἐν αὐτοῖς οὔσης διαφορᾶς ἐν τῷ κατὰ τὸ μᾶλλόν
3. τε καὶ ἧττον ξηραίνειν, ἀπὸ τῶν μέσων ἀρξάμενος ἐπὶ
4. τὰ σφοδρότερον ἢ ἀμυδρότερον ξηραίνοντα μεταβήσομαι. ξηραίνει
5. τοίνυν μετρίως ἥ τε Λημνία σφραγὶς καὶ ἡ καδμεία
6. καὶ μᾶλλον ταύτης ἡ αὐτοφυὴς ἄνευ τοῦ μεταβάλλεσθαι
7. κατὰ τοὺς χειμάῤῥούς τε καὶ ῥύακας καὶ ἐν τοῖς τῶν Κυπρίων
8. ὄρεσιν εὑρισκομένη καὶ κατὰ τὰ ἄλλα χωρία, μάλιστα
9. δὲ ἐν οἷς ἐστι τὰ μεταλλικά. κατασκευάζειν δ’ αὐτὴν εἴωθα
10. ξηραντικωτέραν ὥρᾳ θέρους ἐν ἡλίῳ τρίβων ἐφεξῆς ἡμέραις
11. πλείοσι μετ’ ὄξους ἢ οἴνου κιῤῥοῦ μὲν τὴν χρόαν, διαυγοῦς
12. δὲ τὴν σύστασιν, οἷός ἐστιν ὁ Φαλερῖνος μὲν ἐν Ἰταλίᾳ,
13. Τμωλίτης δὲ ἐν Ἀσίᾳ, ξηραντικώτατος δὲ οἴνων ὁ τοιοῦτος.
14. ἐκ ταὐτοῦ δὲ γένους ἐστὶν ὅ τ’ Ἀριούσιος ἐν Χίῳ
15. γεννώμενος, ὅ τ’ εὐώδης Λέσβιος ἐν Ἐρεσῷ καὶ Μηθύμνῃ.
16. τούτων δ’ ἑξῆς εἰσιν οἱ παλαιοὶ πάντες, ὅταν ἐκ τῶν λευκῶν
17. καὶ στυφόντων παλαιωθῶσιν, ἐν Ἰταλίᾳ μὲν ὅ τε Σιγνῖνος
18. καὶ ὁ Τιβουρτῖνος καὶ Μαρσὸς, ἐν Σικελίᾳ δὲ ὁ καλούμενος
19. ὑπ’ αὐτῶν Ἀμιναῖος, ἐν Ἀσία δὲ ὁ τ’ Ἀφροδισιεὺς
1. καὶ ὁ Μίσυος. ἀρκεῖ γὰρ ὡς παραδείγματα τῶν καθόλου
2. δυνάμεων εἰρῆσθαί μοι τούτους. ἀλλὰ καὶ δι’ ὄξους
3. δριμέος ὁμοίως ἐν ἡλίῳ πολλαῖς ἡμέραις ὥρᾳ θέρους παρασκευάζω
4. τὴν καδμείαν. ἀποτίθεμαί τε ξηράνας, ὡς ἐπιπάττειν
5. δύνασθαι τοῖς κακοηθευομένοις ἕλκεσιν. ἰσχυρότερον δὲ
6. τούτου φάρμακόν ἐστι χαλκῖτις κεκαυμένη προλειωθεῖσα τὸν
7. αὐτὸν τρόπον τῇ καδμείᾳ, μετ’ αὐτὴν δ’ ἄκαυστος ἰσχυρὸν
8. οὕτως ἐστὶ φάρμακον ὡς ἐσχάρας ἐργάζεσθαι. πεπλυμένην
9. οὖν αὐτὴν, εἶτα ἐξηρασμένην ἔχειν ἄμεινον. ἀσθενέστερον
10. μὲν γὰρ τῆς κεκαυμένης ἡ πεπλυμένη ξηραίνει, πρᾳοτέρα
11. δέ ἐστι πολὺ καὶ ἀδηκτοτέρα. παραπλήσιον δὲ αὐτῇ
12. φάρμακόν ἐστι καὶ ὁ κεκαυμένος ἰός· ὁ δὲ ἄκαυστος ἰσχυρότατον
13. φάρμακον, ὥσπερ καὶ ἡ χαλκῖτις. ἀλλ’ ἐκείνῃ μὲν
14. καὶ στύψεώς τι μέτεστι καὶ πολὺ μᾶλλον αὐτῆς τῷ χαλκάνθῳ,
15. ξηραντικωτάτῳ τῶν μεταλλικῶν ὄντι. τῷ δὲ ἰῷ τοιαύτης
16. δυνάμεως οὐδ’ ὅλως μέτεστιν. ὁμογενὲς δ’ ὡς ἐμάθετε
17. τῇ χαλκίτιδι τό τε μίσυ καὶ τὸ σῶρυ. ἐκ μιᾶς γὰρ,
18. ὡς ἂν εἴποι τις, ἐκφυόμενα ῥίζης ἐστὶ, λεπτομερέστερον μὲν
1. ὑπάρχον τὸ μίσυ, καὶ ἧττον δακνῶδές τε καὶ καυστικὸν, παχυμερέστερον
2. δὲ τὸ σῶρυ καὶ ἧττον ξηραῖνον ἀμφοτέρων,
3. ὥσπερ καὶ τὸ στίμμι τοῦ σώρεως στυπτικωτέραν καὶ ξηραντικωτέραν
4. ἔχει δύναμιν. ἐπιτηδειότατον δὲ φάρμακον ἕλκεσι
5. δυσεπουλώτοις δι’ ὑγρότητα καὶ τὸ διφρυγὲς ὀνομαζόμενον,
6. ἰσχυρῶς γὰρ ξηραίνει, καίτοι μετρίως δάκνον, ἔχει
7. δὲ καὶ αὐτὸ πρὸς τῇ δριμείᾳ ποιότητί τε καὶ δυνάμει τὴν
8. στύφουσαν, ἃς ἀμφοτέρας ἰσχυροτέρας ἥ τ’ ὠμὴ χαλκῖτις καὶ
9. τὸ χάλκανθον, εἴτ’ ἀῤῥενικῶς ὀνομάζειν αὐτὸ βούλοιτό τις
10. εἴτε θηλυκῶς εἴτ’ οὐδετέρως. ἀεὶ γὰρ μέμνησθε τοῦ μὴ φιλονεικεῖν
11. ὑπὲρ ὀνομάτων, ἔνθα πρόκειται θεωρίαν ἐκμαθεῖν
12. ἀναγκαίαν εἰς τὰ τῆς τέχνης ἔργα. καὶ αἰ στυπτηρίαι δὲ
13. πᾶσαι ξηραίνουσιν ἱκανῶς ἕλκη στύφουσαι σφοδρῶς. ὅθεν
14. οὐκ ἄν τις αὐταῖς χρήσεται μόναις ἐφ’ ἕλκους, ὥσπερ οὐδὲ
15. ὠμῇ χαλκίτιδι καὶ ἰῷ. κεκαυμένα δὲ ταῦτα καὶ τὸ μίσυ χρήσιμα,
16. καθάπερ γε καὶ πλυθέντα. γίγνεται μὲν ἄδηκτα, ξηραίνει
17. δ’ ἧττον. ἀσφαλέστερον οὖν αὐτοῖς χρῆσθαι πεπλυμένοις,
18. ἐπειδὴ τὰ πλεῖστα τῶν σωμάτων ἃ θεραπεύειν ἀναγκαζόμεθα, 
1. μίαν γέ τινα διάθεσιν ἔχει μὴ φέρουσαν ἰσχυρὰν
2. δῆξιν. ἀκηκόατε δ’ αὐτὰ πολλάκις, ἀλλὰ καὶ νῦν ἀναμνήσω
3. πάλιν, ἀξιώσω τε μεμνῆσθαι πρὸς ἅπαντα τὸν ἑξῆς λόγον.
4. ὅσα τοίνυν πληθωρικὰ καὶ ὅσα κακόχυμα καὶ πρὸς τούτοις
5. ἔτι μαλακόσαρκα καὶ ἱκανῶς αἰσθητικὰ σώματ’ ἐστὶ, ῥᾳδίως
6. εἰς φλεγμονὴν ἄγεται δηχθέντα. περιέχεται δὲ ἐν τοῖς μαλακοσάρκοις,
7. δηλονότι τὰ τῶν λευκῶν γυναικῶν σώματα καὶ
8. τὰ τῶν παιδίων εὐνούχων τε καὶ ἀνδρῶν λευκῶν τὴν χροιὰν,
9. ὅσοι τε γῆν ἐποικοῦσι ψυχρὰν, ὑγρὰ καὶ τούτων ἐστὶ καὶ
10. φλεγματικὰ τὰ σώματα καὶ διὰ τοῦτο μαλακά τε καὶ λευκά.
11. καθάπερ γε καὶ τὰ θερμὴν οἰκοῦντα γῆν, οἷα τὰ κατ’ Αἴγυπτον
12. καὶ Ἀραβίαν ἐστὶ, σκληρὰν ἔχει καὶ ξηρὰν τὴν τῶν
13. σωμάτων ἕξιν. ὡς οὖν ἀεὶ ταῦθ’ ὑμῶν μνημονευόντων, προσθήσω
14. τινὰ καὶ ἄλλην ὕλην φαρμάκων ἁπλῶν θεραπεύειν
15. ἕλκη δυναμένην κακοήθη. σαρκοκόλλα τοίνυν καὶ ἰχθυοκόλλα
16. καὶ μᾶλλον αὐτῶν ἡ χρυσοκόλλα τοιαύτης εἰσὶ δυνάμεως.
17. ἄριστον δὲ φάρμακον εἰς τὰ τοιαῦτα καὶ ὁ κεκαυμένος μόλυβδός
1. ἐστι καὶ μετ’ αὐτὸν σῶρυ καὶ στίμμι, κεκαυμένα καὶ
2. ταῦτα. καὶ ἡ σκωρία δὲ τοῦ μολύβδου ξηραίνει καλῶς, ὥσπερ
3. γε καὶ ἡ τοῦ σιδήρου λεπὶς καὶ μᾶλλον ἡ τοῦ στομώματος.
4. ἡ δὲ τοῦ χαλκοῦ πρὸς τῷ ξηραίνειν καὶ ῥύπτει, διὸ καὶ καθαρὰ
5. ποιεῖ τὰ ἕλκη, τῶν ἄλλων λεπίδων οὐκ ἐχουσῶν τοῦτο.
6. ταῦτ’ οὖν πάντα τὰ φάρμακα ξηρὰ καταπάττων ἕλκεσι κακοήθεσι
7. θαυμαστῶς ὄψει ξηραινόμενα χωρὶς δήξεως, ὥσπερ
8. γε καὶ τὰ τῶν κηρύκων ὄστρακα καυθέντα πορφυρῶν τε καὶ
9. ὀστρέων, ὅσα τ’ ἄλλα τοιαῦτα. καὶ τὸ διαφανὲς δὲ καλούμενον,
10. ὃ σπεκλάριον ὀνομάζουσι Ῥωμαῖοι, τῶν ἀδήκτως ξηραινόντων
11. ἐστὶ καυθὲν ἐπὶ τῶν δυσεπουλώτων ἑλκῶν χρήσιμον
12. ὑπάρχον, οὐ μὴν τῶν κακοήθων. μετριώτερον γὰρ ἢ
13. κατὰ ταῦτα ξηραίνει. τῆς αὐτῆς δ’ αὐτῷ δυνάμεώς ἐστι
14. καὶ ὕαλος κεκαυμένη καὶ τὸ συνιστάμενον πυρῶδες ἐν τοῖς
15. θερμαντηρίοις χαλκείοις. μετὰ δὲ τοῦ ξηραίνειν ἔτι καὶ στυπτικὴν
16. ἔχει δύναμιν ὁ καρπὸς τῆς Αἰγυπτίας ἀκάνθης ἥ τε
17. ὀμφακῖτις κηκὶς καὶ τὸ ῥῆον καὶ τὰ σίδια, οὐκ ὀλίγαι τε
1. ῥίζαι καὶ πόαι. καὶ γὰρ καὶ ἀριστολοχία καὶ ἴρις ἄκορόν
2. τε καὶ ἀρτεμισία καὶ πάνακος ῥίζα καὶ ἀργεμόνη, χαμαιλέοντός
3. τε μέλανος ἡ ῥίζα καὶ κύπερον, δρακόντιόν τε καὶ
4. ξίφιον ἱκανῶς ξηραίνει, καὶ τούτων ἔτι μᾶλλον κενταύριόν
5. τε καὶ πόλιον. ἀσθενεστέρα δὲ βραχὺ τούτων ἐστὶν ἡ Ἐρετριὰς
6. ὀνομαζομένη γῆ, καθάπερ γε ἡ ἀμπελῖτις ἰσχυροτέρα.
7. τοιαύτη μέν τις ὕλη τῶν τὰ κακοήθη θεραπευόντων ἕλκη
8. ἁπλῶν φαρμάκων ἐστίν. ἔξωθεν δ’ αὐτοῖς προστίθεταί τινα
9. καθ’ ἑαυτὰ μὲν οὐ προσαγόμενα διὰ τὸ σφοδρὸν τῆς δυνάμεως,
10. ἑτέροις δὲ μιγνύμενα, καθάπερ ὁ ἄκαυστος ἰὸς καὶ ἡ
11. ἄσβεστος καὶ ἡ ἄπλυτος τίτανος καὶ τὸ μαλακὸν ἀφρόνιτρον,
12. ὅπερ ὄντως ἐστὶν ἀφρόλιτρον. ὅσῳ γὰρ ἂν ἀφρωδέστερον
13. ᾖ, τοσούτῳ κάλλιόν ἐστι κατ’ ἄμφω καὶ τὸ δάκνειν
14. ἧττον καὶ τὸ διαφορεῖν μᾶλλον. ἐμάθετε γὰρ κᾀν τοῖς περὶ
15. τῶν ἁπλῶν φαρμάκων τοιαύτης ἔχεσθαι δυνάμεως τὰ λεπτομερέστερα
16. τοῦ παχυμερεστέρων ἐν τοῖς ὁμοειδέσιν ἅπασιν.
17. οὐδὲν δὲ οὕτως ἐστὶ φυλακτέον ὡς τὰ μαλθακώδη καλούμενα
18. πρὸς Ἱπποκράτους φάρμακα, τοῦ κατὰ τὸ ἔλαιον ὄντα
1. γένους. ἔστι δὲ τοιαῦτα τά γε στέατα πάντα καὶ μάλιστα
2. αὐτῶν τὸ χοίρειον, εἶθ’ ἑξῆς αἱ ῥητίναι καὶ μετὰ ταῦτα ὁ
3. κηρός. ἑτέρῳ δὲ τρόπῳ καὶ τὰ μαλακτικὰ τῶν ἐσκληρυσμένων
4. οὐκ ἐπιτήδεια· χαλβάνη, βδέλλιον, ἀμμωνιακὸν θυμίαμα,
5. στύραξ καὶ οἱ μυελοί. καὶ κατ’ ἄλλον αὖ τρόπον τὰ δριμέα,
6. πέπερι, ζίγγιβερ, νᾶπυ, κάγχρυ καὶ πολὺ πλῆθος ἑτέρων
7. τοιούτων.

Cliquer un n° de page pour en afficher l’image