Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 4.10, ed. Kühn, 1827, vol. 13, p. 731-733. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:4.10

14. Ἐπὶ δὲ τῶν
15. σηπεδονικῶν καὶ τῶν νομῶν ὀρόβινον ἄλευρον, στυπτηρίαν
16. ὑγρὰν, ἄρτου σεμιδαλίτου τὸ ἐντὸς, χοιρείου παλαιοῦ ἢ ἄλλου
17. ταριχηροῦ παλαιοῦ, σαρκὸς ἀπλύτου, τερμινθίνην ὑγρὰν, 
1. μέλι καλὸν, ἴσα σταθμῷ συνελάσας ἐπιτίθει. ἢ ἀριστολοχίας
2. καὶ κικίνων φύλλων χυλοῦ ἴσα, ἰοῦ τὸ ἥμισυ, δι’ ὕδατος,
3. μέλιτος δὲ τὸ πάχος κατάχριε μικρὸν τοῦ ὑγροῦ προσλαμβάνων.
4. ἐὰν δὲ μὴ ἀφίστηται ἡ ἐσχάρα, ἐλατηρίου, ἰοῦ τὸ
5. ἴσον πρόσμισγε. καλῶς ποιεῖ ἐπὶ τῶν σηπεδόνων, σῶρυ λεῖον
6. ἐπὶ πάχος ἐπιπασσόμενον καὶ ἐπάνω τίλμα ξηρόν. ἢ ἀριστολοχίαν
7. στρογγύλην καὶ κηκίδα ἴσα μετ’ ἐλαίου περίχριε.
8. ἢ σικύου ἀγρίου ῥίζαν ἢ κράμβης ἢ τεύτλου ἢ λαπάθου φύλλοις
9. ἐνδήσας θερμοσποδίᾳ ἔγκρυψον. ὅταν δὲ μαλακυνθῇ,
10. συντρίψας ἐπίθες, εὐτόνως ἀνακαθαίρει. ἢ θαλλίᾳ ἐν οἴνῳ
11. ἑφθῇ μετὰ μέλιτος κατάπασσε, ἢ χαλκῖτιν κατάπασσε, ἄνωθεν
12. δὲ τίλματα ξηρὰ ἐπιτίθει. ἐλατηρίου ἢ λινοσπέρμου λεῖα
13. μετὰ χαλκάνθου ἐπιτίθει, ἢ θύμῳ καὶ σταφίδι ἀγρίᾳ ἢ
14. ἡμέρῳ κατάπασσε μετὰ σύκων ἑφθῶν, ἢ συκίνοις φύλλοις
15. λείοις μετὰ μέλιτος, ἢ νίτρον μετὰ κυμίνου καὶ ἄλευρον μετὰ
16. μέλιτος, ἢ σικύου ἀγρίου ῥίζαν μετὰ μέλιτος, ἢ σκίλλης ἑφθῆς
17. μετὰ μέλιτος, ἢ ἐλλεβόρου μετὰ μέλιτος. ποιεῖ καὶ πρὸς φαγεδαίνας
1. ταῦτα καὶ μελανίας καὶ νομὰς, ἢ σώρεως δραχ. ιβ΄.
2. χαλκίτεως δραχ. ι΄. μίσυος δραχ. δ΄. σὺν ὄξει δριμυτάτῳ ἡμικοτυλίῳ
3. λέαινε, μέχρις ἂν ξηρανθῇ, καὶ ἀνελοῦ. χρῶ δὲ μήλην
4. βάπτων καὶ ἐπικυλίων τῷ ἕλκει καὶ ἐπάνω ὀθόνιον ἁπλοῦν
5. ἐξ οἰνελαίου ἐπιτίθει. ἐὰν δὲ φλεγμαίνῃ, ὑοσκυάμῳ μετὰ ἀλφίτων
6. ἢ κράμβῃ μετὰ μέλιτος κατάπασσε. ἐπὶ δὲ τῶν σκώληκας
7. ἐχόντων ψιμύθιον καὶ πόλιν ἴσα σὺν πίσσῃ ὑγρὰ
8. κατάχριε.

Cliquer un n° de page pour en afficher l’image