11. Ἄλλας
13. μέν τινας ἐμπλάστρους ἔγραψε πολυχρήστους, ἃς καὶ πρὸς
14. τὰ δυσκατούλωτα καὶ κακοήθη φησὶν ἁρμόττειν. ἐξαιρέτως
15. δὲ πρὸς ταῦτα μόνα διαφερούσης, ἐμνημόνευσε μιᾶς ὡδί πως
16. γράψας αὐτοῖς ὀνόμασι περὶ αὐτῆς. ἡ Ὑγιεινοῦ αὐτοῦ πρὸς
17. πολλὰ εὔχρους, ποιοῦσα ἐπὶ τῶν δυσεπουλώτων καὶ ἐπὶ
18. παρωνυχιῶν, ταύτης καλλίων ἔμπλαστρος οὐκ ἔστι. ♃ λιθαργύρου
1. χρυσίτιδος μνᾶν α΄. κηροῦ μνᾶν α΄. χαμαιλέοντος
2. μέλανος ῥίζης δραχ. λστ΄. ἰοῦ ξυστοῦ δραχ. ιη΄. χρυσοκόλλης δραχ. μ΄.
3. ἐλαίου κο. γ΄. λιθάργυρον, ἔλαιον ἕψε μαλακῷ πυρὶ, ἕως
4. ἄρξηται ἀναζεῖν, εἶτα ἔμπασσε τὸν ἰὸν, ἄρας ἀπὸ τοῦ πυρὸς
5. καὶ κίνει πάλιν ἕψων, ἕως τὸ χρῶμα τὸ ἴδιον ἀπολάβῃ,
6. εἶτα κηρὸν, ὅταν δὲ καλῶς ἔχῃ, χρυσοκόλλαν καὶ χαμαιλέοντα,
7. κατεράσας δὲ εἰς θυείαν ὄξος ἐπίῤῥαινε. πρὸς μὲν
8. τὰ προγεγραμμένα ποιεῖ καὶ τῆς χρυσοκόλλης παραπλεκομένης.
9. χωρὶς μέντοι ταύτης παρηγορικωτάτη ἐστὶ καὶ ἄκρως
10. ποιοῦσα πρὸς τὰ τῶν νεύρων νύγματα καὶ ὅπου τι ἀναπλεῦσαι
11. δεῖ ἀπὸ μυῶν ἢ νεύρων. καλῶς ἐποίησεν ὁ Ἥρας,
12. ἐπὶ τῷ τέλει τοῦ περὶ τῆς ἐμπλάστρου λόγου, προσγράψας
13. ὅτι μετὰ τῆς χρυσοκόλλης οὐκ ἔστι παρηγορικὴ, στυπτικὸν
14. γὰρ ἔχει τι φάρμακον τοῦτο, χαλαστικῶν δὲ δεῖται τὰ παρηγορούμενα
15. δι’ ὀδύνην δηλονότι. παρηγορεῖσθαι γὰρ ἐν τούτῳ
16. μόνον τὸ σύμπτωμα χρῄζει καὶ πολλάκις γε τὰ παρηγοροῦντα
17. τὴν ὀδυνώδη διάθεσιν αὐτὴν βλάπτει. ἀλλὰ πρὸς τὸ
1. κατεπεῖγον ἱστάμενοι τὴν ὀδύνην πρῶτον πραΰνομεν, εἶθ’
2. οὕτως ἐπὶ τὰ τὴν διάθεσιν ἰᾶσθαι δυνάμενα παραγινόμεθα.
3. χρυσοκόλλα μὲν οὖν, ὡς καὶ πρόσθεν εἴρηται, τῶν θαυμαστῶς
4. ἐστι τοιούτων φαρμάκων πρὸς τὰ δυσίατα τῶν ἑλκῶν,
5. ὥσπερ καὶ ἄλλα πολλὰ τῶν σφοδρῶς ξηραινόντων, ἅμα
6. τῷ στυπτικόν τι ἔχειν, παρηγορικὸν δ’ οὐδέν ἐστι τῶν τοιούτων
7. φαρμάκων. ἐπεὶ δὲ καὶ μνᾶς ἐμνημόνευσε καὶ κοτύλης,
8. λιθαργύρου μὲν μνᾶν α΄. κελεύσας ἐμβαλεῖν, ἐλαίου
9. δὲ κοτύλην, εἴρηται γάρ μοι καὶ διὰ τῶν ἔμπροσθεν ὑπομνημάτων
10. ἐνίους μὲν εἴκοσιν οὐγγιῶν, ἐνίους δὲ ἑκκαίδεκα
11. νομίζειν τὴν μνᾶν, ὥσπερ γε καὶ κοτύλην ἐνίους μὲν γο θ΄.
12. τινὰς δὲ ιβ΄. διορίσαι χρὴ καὶ περὶ τούτων. ὁ διορισμὸς δὲ
13. ἐκ τῆς ἐπαγγελίας τοῦ φαρμάκου καὶ τῆς ποσότητος τῶν
14. μεταλλικῶν γίγνεται. διὰ μὲν γὰρ τὴν ἐπαγγελίαν ἑψήσεως
15. ἱκανῶς δεῖται, διὰ τοῦτο δὲ καὶ πλέονος ἐλαίου, διὰ δὲ τὴν
16. τῶν μεταλλικῶν μίξιν οὐκ ὀλίγων ὄντων ὑγρότητος ἐλαιώδους
17. δεῖ τῷ φαρμάκῳ. μὴ λαμβάνοντος οὖν αὐτοῦ
18. μήτε στέαρ μήτε μυελὸν μήτε ῥητίνην ὑγρὰν εὔδηλον αὐξῆσαι
1. τὸ ἔλαιον. ἐὰν μὲν οὖν ὡς πρὸς εἴκοσι οὐγγίας τὴν
2. μνᾶν λογιζώμεθα, βαλοῦμεν ἐλαίου πάντως τρεῖς κοτύλας,
3. ἑκάστην οὐγγιῶν ιβ΄. ἐὰν δὲ ἑκκαίδεκα, δυνατὸν μέν ἐστι καὶ
4. τὴν τοῦ ἐλαίου κοτύλην, ὡς πρὸς ἐννέα οὐγγίας ἐμβαλεῖν.
5. δυνατὸν δὲ καὶ ὡς πρὸς ιβ΄. καὶ διὰ τὴν ἕψησιν ἐπὶ πλέον
6. ὠφελοῦσαν γενέσθαι. τοῖς γὰρ τοιούτοις φαρμάκοις ὠφελιμώτατον
7. τοῦτο καὶ διὰ τὰ μεταλλικὰ πλῆθος οὐκ ὀλίγον ὄντα.
8. ἐὰν γὰρ τὰς τοῦ χαμαιλέοντος δραχ. λστ΄. συναριθμήσαις ταῖς
9. ιη΄. μὲν τοῦ ἰοῦ, χρυσοκόλλης δὲ μ΄. γένοιντ’ ἂν ἐνενήκοντα
10. τέσσαρες δραχ. δεόμεναι καὶ αὗται μίξεως ἐλαίου συχνοῦ,
11. καὶ μάλισθ’ ὅτι καὶ κηροῦ δραχ. ρ΄. ἀξιοῖ βάλλεσθαι. πάντως
12. γὰρ δήπου καὶ οὕτως πολλοῦ ἐλαίου δεήσεται. ταύτην μὲν
13. οὖν τὴν ἔμπλαστρον ὁ Ἥρας ἔγραψε, μαρτυρήσας αὐτῇ τὸ
14. ἐπὶ τῶν δυσεπουλώτων ἁρμόττειν, ἄλλας δὲ πολυχρήστους
15. κατὰ τὴν αὐτὴν βίβλον γράψας, ἐπὶ πολλοῖς ἔργοις αὐτῶν
16. καὶ τὸ τοῖς δυσεπουλώτοις ἢ καὶ κακοήθεσιν ἢ χειρωνείοις
17. ἀρήγειν προσέγραψε. πάντες γὰρ τήν τε Ἀριβαρζάνειον ὑπ’
18. αὐτοῦ καλουμένην ἐπῄνεσαν, ὡς τὰ κακοήθη καὶ νεμόμενα
1. καὶ δυσαλθῆ θεραπεύουσαν καὶ τὴν ἴσιν, ὡς γαγγραίνας
2. περιγράφουσαν. καὶ τρίτην ἐπὶ ταύταις, ἧς ἤρξατο κατὰ τήνδε
3. τὴν λέξιν. εὔχρους, ἔναιμος, ἐπουλωτικὴ, λέγων αὐτὴν καὶ
4. τοῖς χειρωνείοις βοηθεῖν. καὶ τετάρτην, ἣν αὐτὸς ὀνομάζει
5. πανάκειαν, καὶ πέμπτην τὴν Ἱκεσίου. περὶ μὲν οὖν τῶν πολυχρήστων
6. ἐμπλάστρων ὁ μετὰ τοῦτο τὸ βιβλίον ἔσται μοι
7. λόγος, ἐν ᾧ καὶ ταύτας γράψω τὰς ἐπῃνημένας ὑπὸ Ἥρα.
8. ἐν τούτῳ δὲ προσγράψω τὰ πρὸς δυσθεράπευτα, χειρώνεια
9. δὲ ὑπό τινων καλούμενα, διὰ μακρᾶς πείρας βεβασανισμένα
10. τοῖς τε διδασκάλοις ἡμῶν καὶ ἡμῖν αὐτοῖς. ἔνια δ’ αὐτῶν
11. καὶ ὑπὸ παλαιοτέρων ἀνδρῶν ἐνδόξων μεμαρτύρηται, καθάπερ
12. γε καὶ ἡ γεγραμμένη κατὰ τὸ βιβλίον τὸ ἐπιγεγραμμένον
13. Μαντίου φαρμακοπώλης ὁ κατ’ ἰατρεῖον. ἔγραψε δὲ περὶ
14. αὐτῶν αὐτοῖς ὀνόμασιν οὕτως. Ἰώδης Μαντίου. ♃ χαλκοῦ
15. κεκαυμένου μνᾶς δ΄. ῥητίνης πιτυΐνης ξηρᾶς δραχ. η΄. κηροῦ
16. δραχ. η΄. ἰοῦ δραχ. ι΄. ἐλαίου κο. α΄. γῆς κιμωλίας δραχ. δ΄. λιβάνου
17. δραχ. δ΄. λεπίδος χαλκοῦ δραχ. δ΄. τὰ ξηρὰ λεάνας ἔασον ἐν τῇ
18. θυείᾳ, τὸν δὲ κηρὸν τήξας μετὰ τοῦ ἐλαίου κατέρασον
1. ἐπάνω τῶν τετριμμένων καὶ ἔασον συμπιεῖν βραχὺν χρόνον
2. καὶ παράχει ὄξους κο. α΄. καὶ λεῖα ποίει ἐπὶ ἡμέρας γ΄.
3. παραχέων ὄξους ὅσον ἂν ἐπιδέχηται, ὥστε γενέσθαι κηρωτῆς
4. ὑγρᾶς πάχος. χρῶ δὲ αὐτῇ πρὸς πᾶν τραῦμα καὶ τὰ
5. παλαιὰ καὶ τὰ δυσεπούλωτα ἕλκη καὶ ὅσα καρκινώδη ἐστὶ
6. μετὰ τιλμάτων. δεῖ δὲ ἐπάνω τοῦ σπληνίου ἔριον οἰσυπηρὸν
7. οἴνῳ καὶ ἐλαίῳ βρέχοντας ἐπιδεσμεύειν ἐλαφρῶς, λύοντα
8. τοῦ μὲν θέρους δι’ ἡμερῶν β΄. τοῦ δὲ χειμῶνος διὰ τριῶν,
9. καὶ κατανίπτειν τὰ ἕλκη ὕδατι χλιαρῷ. τὰ δὲ βαθέα τῶν
10. τραυμάτων ἐλαφρῶς διαμοτοῦν αὐτὰ τὰ στόματα. ἡ γὰρ
11. δύναμίς ἐστιν ἔμμοτος καὶ πυοποιός. ᾧ δ’ ἂν καθαρὰ γένηται
12. τὰ ἕλκη καὶ ἡ ἐσχάρα ἐκπέσῃ, κηρῷ μίσγων ἴσον ἰῷ
13. ἀπουλοῦν. ἐκβάλλει δὲ καὶ τοὺς ἄνθρακας ἀλύπως καὶ πᾶν
14. νεμόμενον κακόηθες ἵστησι καὶ ἐκθεραπεύει. χρῶ δὲ καὶ πρὸς
15. τοὺς ἕρπητας καὶ τοὺς σαπροὺς ὄνυχας. ὁμοίως δὲ καὶ πρὸς
16. πάντα τῷ οἴνῳ καὶ ἐλαίῳ δεῖ χρῆσθαι μετὰ τοῦ ἐρίου καὶ
17. τοὺς ὀδόντας δὲ τοὺς βεβρωμένους πλήρου τῷ φαρμάκῳ.
18. ἔμπλαστρος Γαληνοῦ. καλὴ ἡ ἡμετέρα. ♃ κηροῦ δὲ πίσσης
1. καὶ ἀσφάλτου ἀνὰ λίτραν α΄. μάννης, ἰοῦ, ψιμυθίου κατὰ
2. τὸ S". τῶν προειρημένων, τουτέστιν ἡμίλιτρον ἑκάστου. σιδίων
3. δὲ καὶ κηκίδος καὶ ἀκάνθης Αἰγυπτίας καὶ ἴρεως Ἰλλυρικῆς
4. καὶ ἀριστολοχίας στρογγύλης καὶ χαλκάνθου,
5. τούτων ἑκάστου τὸ τρίτον τῆς λίτρας, τουτέστιν οὐγγίας δ΄.
6. ἀριστολοχίας δὲ μακρᾶς καὶ χαλκοῦ κεκαυμένου τὸ ἕκτον
7. ἑκατέρου τῆς λίτρας, τουτέστιν ἀνὰ γο β΄. τὰ μὲν οὖν ξηρὰ
8. λέαινε σὺν ὄξει πλείοσιν ἡμέραις, ὡς καὶ πρόσθεν εἴρηται.
9. καλῶς δὲ αὐτῶν κατειργασμένων τὰ τηκτὰ τήξας σὺν ἐλαίῳ,
10. κοτύλην κατάχεε κατ’ αὐτῶν ἐπιπάσσων τὴν μάνναν,
11. καὶ ψύξας τὰ τηκτὰ καὶ ξύσας οὕτως μίγνυε τοῖς ξηροῖς,
12. λελειωμένοις σὺν ὄξει, μή πως ἐν τῷ καταχεῖν ἐγκηρίδας ποιήσῃς,
13. καὶ μάλισθ’ ὅταν τὸ περιέχον ψυχρὸν ᾖ. ἡμετέρα ἄλλη.
14. ♃ ἀσφάλτου καὶ στυπτηρίας ὑγρᾶς, ἑκατέρου λίτραν α΄. πίσσης
15. δὲ καὶ ῥητίνης πιτυΐνης καὶ κηροῦ διπλάσιον ἑκάστου,
16. τουτέστιν ἀνὰ λίτρας β΄. ἀριστολοχίας δὲ στρογγύλης καὶ
17. κηκίδος καὶ ἀκάνθης Αἰγυπτίας ἀνὰ γο η΄. τούτου δὲ σταθμοῦ
18. τὸ S". καθ’ ἕκαστον τούτων, σιδίων καὶ χαλκοῦ κεκαυμένου
19. καὶ μάννης καὶ ἀριστολοχίας μακρᾶς, τουτέστιν ἀνὰ
1. γο δ΄. ἐλαίου κικίνου, ἢ παλαιοῦ, ἐὰν μὴ ἔχῃς τὸ κίκινον,
2. λίτρας β΄. τῆς λίτρας ἐχούσης γο ιβ΄. ὥστε εἶναι τὰς πάσας
3. γο κδ΄. καὶ σκεύαζε καὶ τοῦτο τὸν αὐτὸν τρόπον τῷ προτέρῳ,
4. λειῶν τὰ μεταλλικὰ σὺν ὄξει καὶ μετὰ ταῦτα προσεμβάλλων
5. τὰ ξηρὰ καὶ πάλιν λειῶν, εἶθ’ ὅταν ἔχῃ ταῦτα πηλώδη
6. σύστασιν τὰ τηκτὰ μιγνὺς ὡς προείρηται. ἄλλη. ♃
7. ἀσφάλτου καὶ ῥητίνης τερμινθίνης καὶ πίσσης Βρυτίας ἀνὰ
8. λίτραν α΄. ἐλαίου δραχ. κδ΄. λιθαργύρου καὶ ψιμυθίου καὶ μάννης
9. καὶ ἰοῦ καὶ λεπίδος καὶ ὀποπάνακος ἴσον ἑκάστου ταῖς
10. εἴκοσι τέσσαρσι δραχμαῖς τοῦ ἐλαίου, λαδάνου γο δύο, ὅπερ
11. ἐστὶ δραχ. ιστ΄. καὶ δύο κοτύλας ὄξους, ὁμοίως καὶ τοῦτο τὸ
12. φάρμακον τοῖς πρὸ αὐτοῦ δύο σκευάζεται. ἄλλη. ♃ χρυσοκόλλης
13. καὶ λεπίδος καὶ στομώματος ἀνὰ δραχ. δ΄. ἰοῦ δὲ καὶ
14. χαλκάνθου, ἑκατέρου τὸ ἥμισυ, τουτέστιν ἀνὰ δραχ. β΄. κηροῦ
15. δραχ. κε΄. τουτέστι γο γ΄. καὶ δραχμὴν μίαν, ῥητίνης τερμινθίνης
16. γο β΄. τουτέστιν δραχ. ιστ΄. τὸν κηρὸν μετὰ τῆς τερμινθίνης
17. τῆξον, εἶτα τοῖς ἄλλοις μιγνὺς, διττῶς σκευάζων τὸ
1. φάρμακον, ποτὲ μὲν ὡς τὰ πρόσθεν ὄξει τρίβων τὰ ξηρὰ,
2. ποτὲ χωρὶς ὄξους ἀκριβῶς λελειωμένα μιγνὺς τοῖς τηκτοῖς.
3. ἔστω δὲ ἡ τερμινθίνη ὑγροτέρα, καθάπερ ὡς ἐπὶ πολὺ ἡ
4. λάριξ ὀνομαζομένη. καθόλου δὲ πᾶσι τοῖς φαρμάκοις τούτοις,
5. ὅσα τοῖς χειρωνείοις ἁρμόττειν ὡμολόγηται τῆς λάρικος
6. ῥητίνης μιγνὺς ἀντὶ τῆς τερμινθίνης, οὐχ ἁμαρτήσεις. ἄλλη.
7. ♃ κηροῦ οὐγγίας γ΄. τουτέστι δραχ. κδ΄. χαλκοῦ κεκαυμένου καὶ
8. λεπίδος καὶ ἰοῦ ἀνὰ δραχ. β΄. ὡς εἶναι τῶν τριῶν ὁμοῦ δραχ. στ΄.
9. ὁ κηρὸς ἔστω λιπαρὸς, ὡς μαλασσόμενος μετ’ ὀλίγου ῥοδίνου
10. ἢ μυρσίνου, ἀναλαμβάνειν τὰ ξηρὰ λελειωμένα καλῶς,
11. ὅπερ ἐπὶ πάντων τῶν πρὸς τὰ χειρώνεια συντιθεμένων φαρμάκων
12. ἀναγκαιότατόν ἐστι. καὶ μέντοι καὶ μετὰ τὸ μῖξαι τὰ
13. ξηρὰ τῷ κηρῷ κάλλιον ἐν ὅλμῳ κόπτειν ἐπὶ πλέον αὐτά.
14. ἄλλη. ♃ κηροῦ γο στ΄. ἰοῦ τὸ ἕκτον, ὅπερ ἐστὶν γο α΄. χαλκοῦ
15. κεκαυμένου καὶ ῥητίνης λάρικος ἑκατέρου δραχ. γ΄. ὡς εἶναι
16. συναμφοτέροις δραχ. στ΄. ὁ κηρὸς λιπαρὸς ἔστω. καὶ βληθεὶς
17. εἰς ὕδωρ θερμὸν, ὡς μαλακώτερος γενέσθαι μαλασσέσθω
18. διὰ τῶν χειρῶν, ἀναλαμβανομένων εἰς αὐτὴν τοῦ τε ἰοῦ καὶ
1. τοῦ χαλκοῦ καὶ μετὰ ταῦτα κοπτομένων ἐν ὅλμῳ, ἐν ᾧ καὶ
2. ἡ τῆς ῥητίνης μίξις γενήσεται κατὰ βραχὺ παρασταζομένη.
3. ἄλλη. ♃ καδμείας γο γ΄. τῷ ἡμίσει σταθμῷ χαλκίτεως μίξας,
4. ὅπερ ἐστὶν γο α΄. καὶ ἡμίσεια, λειώσας καλῶς, ἐπίχει
5. οἶνον αὐστηρὸν καὶ πάλιν λείου καὶ ποιήσας μελιτῶδες τῇ
6. συστάσει, μῖξον τὴν κηρωτὴν ἐκ κηροῦ καὶ ῥητίνης φρυκτῆς
7. γεγενημένην. ἔστω δ’ ἑκατέρου τὸ ἴσον οὐγγία α΄. ὥστε
8. συναμφότεραι οὐγγίαι β΄. εἶναι. προσμίξεις δὲ αὐτοῖς βραχὺ
9. μυρσίνου τηκομένης. ἄλλη. ♃ ἐλαίου παλαιοῦ ἢ κικίνου
10. κοτύλην α΄. κηροῦ καὶ πίσσης καὶ ἀσφάλτου ἀνὰ λίτραν
11. α΄. μάννης, ἰοῦ, ψιμυθίου κατὰ τὸ ἥμισυ τῶν προειρημένων,
12. ὅπερ ἐστὶν ἑκάστου ἀνὰ ἡμίλιτρον, σιδίων, κηκίδος,
13. ἀκάνθης Αἰγυπτίας, ἴρεως, ἀριστολοχίας στρογγύλης,
14. χαλκάνθου τὸ τρίτον τῆς λίτρας ἑκάστου, ὅπερ ἐστὶν οὐγγίαι
15. δ΄. χαλκοῦ κεκαυμένου, ἀριστολοχίας μακρᾶς, ἕκτον τῆς
16. λίτρας, ὅπερ ἐστὶν οὐγγίαι β΄. ἑκατέρου τὰ τηκτὰ συμμίξεις
17. τοῖς ξηροῖς προλελειωμένοις ἐν ὄξει, καθότι προείρηται. ἄλλη
18. ♃ καδμείας, χαλκίτεως ἀνὰ δραχ. μ΄. δι’ οἴνου λειοτριβήσας
1. ἐν ἡμέραις πλείοσι μίξεις κηρωτὴν γενομένην δι’ ἐλαίου καὶ
2. κηροῦ. ἔστωσαν δὲ τοῦ μὲν ἐλαίου λίτραι β΄. τοῦ δὲ κηροῦ
3. δραχμαὶ σ΄. κάλλιον δὲ ἐν ἐλάττονι συμμετρίᾳ σκευάζειν
4. τοῦτο, καδμείας μὲν καὶ χαλκίτεως ἀνὰ δραχ. ι΄. ἐμβάλλοντα,
5. κηροῦ δὲ καὶ ἐλαίου ἀνὰ δραχμὰς ν΄. ἄλλη. ♃ καδμείας κεκαυμένης
6. καὶ χαλκίτεως κεκαυμένης καὶ τερμινθίνης καὶ κηροῦ
7. τὸ ἴσον ἑκάστου, τὰ ξηρὰ λειώσεις ἐν οἴνῳ. ἄλλη διὰ
8. κίκεως. ♃ ἰοῦ δραχμὴν μίαν, στυπτηρίας ὑγρᾶς λίτραν μίαν,
9. σιδίων καὶ χαλκοῦ κεκαυμένου καὶ μάννης μὲν τρίτον τῆς
10. λίτρας ἑκάστου, ὅπερ ἐστὶν οὐγγίας δ΄. κηκίδος τὸ διπλάσιον,
11. ὅπερ ἐστὶν οὐγγίας η΄. πίσσης δὲ καὶ πιτυΐνης ἀνὰ
12. λίτρας β΄. καὶ ἀσφάλτου τὸ ἥμισυ, τουτέστι λίτραν, ὅπερ
13. καὶ τῆς ὑγρᾶς στυπτηρίας ἐμβεβλήκῃς, ἀριστολοχίας δὲ στρογγύλης
14. καὶ τῆς κηκίδος γο η΄. τῆς δὲ μακρᾶς ἀριστολοχίας
15. ἥμισυ, τουτέστιν οὐγγίας δ΄. ἐλαίου κικίνου λίτρας β΄. τὰ
16. μεταλλικὰ σὺν ὄξει λειώσεις, ὡς ἐπὶ τῶν προγεγραμμένων.
17. ἄλλη. ♃ κηροῦ οὐγγίας γ΄. χαλκοῦ κεκαυμένου καὶ λεπίδος
18. καὶ ἰοῦ ἀνὰ λι΄. β΄. τὸν κηρὸν προθερμάνας ἐν ὕδατι θερμῷ
1. μαλάξεις ἐν ταῖς χερσὶ μιγνὺς ῥόδινον, εἶτα ἀναλαβὼν τὰ
2. ξηρὰ κόψεις ἐν ὅλμῳ μέχρι πλείονος, ὡς ἀληθῶς ἑνωθῆναι
3. πάντα διὰ τρίτης ἢ τετάρτης ἡμέρας. λῦε καὶ τοῦτο καὶ τὰ
4. ἄλλα πάντα τὰ τοιαῦτα σπόγγον ἐπιτιθεὶς ἔξωθεν ἐξ ὕδατος
5. ἢ ὀξυκράτου. ἄλλη. ♃ κηροῦ οὐγγίας στ΄. ῥητίνης λάρικος
6. τὸ ἥμισυ, τουτέστιν γο γ΄. ἰοῦ τὸ τρίτον ἢ κατὰ τὴν
7. λάρικα, τουτέστιν γο α΄. πίσσης Βρυτίας δραχ. γ΄. χαλκίτεως
8. κεκαυμένης ὁμοίως δραχ. γ΄. σκεύαζε καὶ τοῦτο παραπλησίως
9. τῷ προγεγραμμένῳ. ἄλλη. ♃ χαλκοῦ κεκαυμένου, λεπίδος
10. καὶ ἰοῦ, τὸ ἴσον ἑκάστου μῖξον ἡμιολίῳ κηρῷ, μαλάξας τὸν
11. κηρὸν ὡς προείρηται, προβρέξας ὕδατι θερμῷ καὶ προσβαλὼν
12. ἐν τῷ μαλάσσειν ἢ ῥόδινον ἢ μύρσινον, εἶτα εἰς ὅλμον
13. ἐμβαλών. ἄμεινον δὲ τῶν τριῶν σταθμῶν τὸν κηρὸν ἴσον
14. μιγνύειν, ὡς ὅτι νεώτατόν τε καὶ μαλακώτατον καὶ λιπαρώτατον,
15. ἵνα μὴ δεηθῇς πολλοῦ τοῦ ἐλαιώδους ὑγροῦ. ἄλλη.
16. ♃ ἰοῦ καὶ τερμινθίνης ἴσον ἑκατέρου, κηροῦ δὲ τὸ τριπλάσιον,
17. στυπτηρίας δὲ τῆς σχιστῆς καὶ καδμείας καὶ λεπίδος
18. ἑκάστου τὸ τετραπλάσιον, ὡς εἶναι τοῦ μὲν ἰοῦ μέρος α΄.
1. καὶ τῆς τερμινθίνης μέρος α΄. τοῦ δὲ κηροῦ γ΄. μέρη, λεπίδος
2. καὶ καδμείας καὶ στυπτηρίας σχιστῆς ἑκατέρου μέρη
3. τέσσαρα. τὰ ξηρὰ κόψας καὶ σήσας καὶ λειώσας ἀκριβῶς,
4. εἰς ὅλμον ἐμβαλὼν τὸν κηρὸν καὶ τὴν τερμινθίνην κόπτε
5. προσεπιπάσσων τὰ ξηρά. βρέχων τὸ ὕπερον μυρσίνῳ ἢ ῥοδίνῳ
6. ἐν ἀέρι θερμῷ, ῥᾳδίως γὰρ ἐν τούτῳ κοπήσεται, μάλιστα
7. δὲ εἰ ἐν ἡλίῳ κόπτοιτο θερινῷ. ἡ χρῆσις ὡς καὶ τῶν
8. ἄλλων προαποῤῥυφθέντος τοῦ ἕλκους ἀφρολίτρῳ καὶ καταπλυθέντος
9. μελικράτῳ καὶ σπογγισθέντος καλῶς ὡς ἄνικμον
10. εἶναι καὶ μετὰ ταῦτα πλατύσματος ἐκ τῆς ἐμπλάστρου κατὰ
11. τοῦ ἕλκους τεθέντος, εἶτα ἔξωθεν ἐξ ὕδατος ψυχροῦ διπλοῦ
12. πτύγματος ἐξ ὀθόνης, εἶτα καινοῦ σπόγγου μαλακοῦ, καὶ λύσαις
13. δηλονότι διὰ τρίτης ἢ τετάρτης. ἄκηρος
14. ἡμετέρα. ♃ λιθαργύρου λίτρας γ΄. ἐλαίου κικίνου παλαιοῦ
15. λίτρας δ΄ S". ὄξους δριμυτάτου λίτρας β΄. λεπίδος χαλκοῦ
16. μελαίνης καὶ χαλκίτεως καὶ ἰοῦ, τῶν τριῶν ἑκάστων ἀνὰ
17. γο β΄. τὴν λιθάργυρον μετὰ τοῦ ἐλαίου προέψειν χρὴ, μέχρι
18. γλοιώδους συστάσεως, εἶτ’ ἐπεμβάλλειν τὰ μεταλλικὰ, λελειωμένα
1. πλείοσιν ἡμέραις μετ’ ὄξους, καὶ οὕτως ἑψεῖς μέχρις
2. ἀμολύντου. ἔνεστι δὲ καὶ κατ’ ἀρχὴν εὐθέως τὴν λιθάργυρον
3. μετὰ τοῦ ἐλαίου καὶ τοῦ ὄξους ἀκριβῶς μίξαντα ἕψειν,
4. ἐπεμβάλλειν τε ὅταν ἡμίεφθον γένηται τὴν λεπίδα καὶ τὴν
5. χαλκῖτιν καὶ τὸν ἰόν. ὀνομάζω δὲ νῦν λίτραν ἐλαίου καὶ
6. ὄξους τὴν Ῥωμαϊκὴν, ἥτις ἐστὶν οὐγγιῶν τῶν ἰδίων δεκαδύο.
7. βάλλων δέ ποτε καὶ ἓξ λίτρας ἐλαίου πρὸς τὰς τρεῖς
8. τοῦ λιθαργύρου, καὶ δηλονότι μέχρι πλείονος ἕψεται κατὰ
9. ταύτην τὴν συμμετρίαν. σκευάζοντί σοι καὶ τοῦτο τὸ φάρμακον,
10. ἄμεινόν ἐστι προηψῆσθαι μετὰ τοῦ ἐλαίου μόνου τὴν
11. λιθάργυρον, εἶτα μετὰ τοῦ ὄξους ἐμβεβλῆσθαι τὰ μεταλλικά.
12. τριῶν δὲ ὄντων αὐτῶν ἑκάστου γο β΄. ἔφην βάλλεσθαι πρὸς
13. ὄξους λίτρας β΄. λιθαργύρου δὲ γ΄. ἐλαίου δὲ κικίνου παλαιοῦ
14. τὰς ἓξ λίτρας ἢ, ὡς ἔμπροσθεν ἔφην, τὰς τέσσαρας καὶ ἡμίσειαν.
15. τοῦτο τὸ φάρμακον καὶ σύριγγας κολλᾷ καὶ τετυλωμένας
16. γε ἤδη ξηραῖνον συνάγει καὶ κλείει καὶ, εἰ καλῶς διαιτώμενος
17. εἴη τις, οὐκ ἀναλύονται. πλήθους δὲ ἀθροισθέντος
18. ἀξιολόγου κίνδυνος ἐκ ῥεύματος ἐπελθόντος ἀναφλεγμῇναί
19. τε καὶ τὸ μόριον ἀνοιχθῆναί τε τὴν σύριγγα, καὶ ἐπὶ
1. τῶν πεπαλαιωμένων δὲ ἑλκῶν καὶ δυσεπουλώτων, ἃ καὶ χειρώνεια
2. καλεῖται, οὐ μόνον αὐτὸ τὸ φάρμακον ἄκρατον ἐπιτίθεμεν,
3. ἀλλὰ καὶ τακὲν ἐν ἐλαίῳ παλαιῷ ἢ κικίνῳ ἔμμοτον
4. ἐπιτεθὲν, εἰ καὶ μή πω πρόσθεν ποτὲ πύου, μηδὲ τὸ ἐλάχιστον
5. εἴη γεγονὸς ἐν τῷ ἕλκει, συμπέσσει τε αὐτὸ καὶ πυοποιεῖ,
6. καὶ τό γε πῦον ἐργάζεται παχύ. λύσεις καὶ τοῦτο διὰ
7. τρίτης, ἐὰν μηδὲν κωλύῃ. ἐὰν δὲ ἡ λεπὶς στομώματος ᾖ, βέλτιον.
8. εἰ δὲ μὴ ταύτην ἔχοις μήτε τὴν μέλαιναν, ἡ τοῦ Κυπρίου
9. χαλκοῦ βληθήσεται. ἐσκεύασά ποτε ταύτην τὴν ἔμπλαστρον
10. καὶ λίθου Φρυγίου μίξας οὐγγίαν, ἄλλοτε δὲ καὶ χρυσοκόλλης
11. οὐγγίαν, ὥσπερ γε καὶ ἀμφοτέρων ποτὲ, κολλᾷ
12. καὶ τὰ μεγάλα τραύματα. ἄλλη πρὸς ἁπαλοχρῶτας καὶ δυσελκεῖς
13. ἐπὶ τῶν αὐτῶν ἑλκῶν. ♃ κηροῦ λίτραν α΄. ῥοδίνου
14. λίτραν α΄. ψιμυθίου γο η΄. ἁλὸς ἀμμωνιακοῦ γο δ΄. λεπίδος
15. Κυπρίας γο β΄. λιβανωτοῦ γο α΄. ἀσβέστου γο α΄. σχιστῆς
16. γο α΄. ἰοῦ γο α΄. σιδίων γο α΄. ἡ χρῆσις ταῖς προγεγραμμέναις
17. ὡσαύτως θ΄. τὰ παρόντα ἐστὶ φάρμακα συντεθέντα
18. χωρὶς τοῦ ῥοδίνου, δέκατον γὰρ ἐκεῖνο. τῶν ἐννέα πέντε
1. μέν ἐστιν ἴσα τῷ σταθμῷ ἄσβεστος καὶ σίδια καὶ λιβανωτὸς
2. καὶ σχιστὴ στυπτηρία καὶ ὁ ἰός. ἡ δὲ λεπὶς διπλασίου
3. σταθμοῦ καὶ ταύτης οἱ ἀμμωνιακοὶ ἅλες διπλάσιοι. καὶ τούτων
4. τὸ ψιμύθιον. ἡμιόλιος δὲ τούτου πάλιν ὁ κηρὸς εἰς
5. λίτραν α΄. ἀγόμενος, ἥνπερ καὶ τὸ ῥόδινον.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 4.14, ed. Kühn, 1827, vol. 13, p. 747-762. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:4.14
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩