Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 4.2, ed. Kühn, 1827, vol. 13, p. 665-671. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:4.2

8. Ἀναγκαῖόν ἐστι τὰ τοιαῦτα τῶν ἑλκῶν ὑγρότητος
11. εἶναι μεστὰ μοχθηρᾶς, οὐκ ὀλίγα δ’ αὐτῶν καὶ ῥύπον ἔχει
12. δαψιλῆ. ἐπειδὰν οὖν ἐπιπάττειν αὐτοῖς μέλλωμέν τι τῶν ξηρῶν
13. φαρμάκων, προεκμάττειν δι’ ὀθονίου χρὴ μαλακοῦ τε
14. καὶ καθαροῦ καὶ ξηροῦ, πληρώσαντα δὲ τῷ φαρμάκῳ τὸ
15. κοῖλον τοῦ ἕλκους ἐπιβάλλειν ἔξωθεν ἐμπλάστρου λεπτυνούσης
16. τὰ χείλη πλάτυσμα, κατά τε τούτου πάλιν ἔξωθεν
17. ὀθόνιον ἴσον ἁπάντῃ καὶ κατ’ αὐτοῦ σπόγγον ἐξ ὕδατος ἢ
18. οἴνου. περὶ παντὸς δὲ ποιεῖσθαι χρὴ, ψυχρὸν διαμένειν τὸν
1. σπόγγον, ὃ γίγνοιτ’ ἂν εὐκόλως εἰ συνεχῶς αὐτοῦ καταντλοίη
2. τις ὕδωρ ψυχρὸν, ἄνευ τοῦ λύειν τὸν ἐπίδεσμον. αὐτὸν
3. δὲ τὸν ἐπίδεσμον ἐπιβάλλειν τε καὶ περιβάλλειν, ὡς ἐν
4. τοῖς περὶ καταγμάτων Ἱπποκράτης ἐδίδαξε, μεγίστην βλάβην
5. ἡγούμενος ἐξ ἐπιδέσεως ἔσεσθαι τῆς εἰς εὐμορφίαν, οὐκ ὠφέλειαν
6. διαφερούσης. εἰ μὲν οὖν εἷς ὁ ἐπίδεσμος εἴη, κάτωθεν
7. ἄνω νέμεσθαι χρὴ, κᾂν ἀντικνήμιον ᾖ, κᾂν γόνυ, κᾂν σφυρὸν,
8. κᾂν ἀγκὼν ἢ χεὶρ ἄκρα, κᾂν ὁτιοῦν ἄλλό ἠέρος. εἰ δὲ
9. δυοῖν ἐθέλοις χρῆσθαι, καθάπερ ἐπὶ τῶν καταγμάτων, ὁ μὲν
10. πρότερος ἀπὸ τοῦ πεπονθότος μορίου πρὸς τὴν ἄνω χώραν
11. νεμέσθω μόνην, ὁ δὲ δεύτερος κάτωθεν πρότερον, ἐφεξῆς
12. δὲ ἄνω τελευτῶν ἐπ’ αὐτὸ τῷ προτέρῳ παραγιγνέσθω.
13. πρόδηλον οὖν ὅτι τοὺς ἐπιδέσμους τούτους ἐξ ὀθονίων οὐ
14. ῥάκους εἶναι προσήκει. λύειν δὲ διὰ τρίτης μὴ καθ’ ἑκάστην
15. ἡμέραν καὶ λύσαντα μὴ προσφέρειν ὕδωρ τῷ ἕλκει, ἀλλὰ
16. καθ’ ὃν προείρηται τρόπον ἀρτίως, δι’ ὀθόνης μαλακῆς τε
17. καὶ καθαρᾶς καὶ ξηρᾶς ἀπομάττοντα τοὺς ἰσχῶρας. ἐὰν δὲ
18. καὶ τὰ πέριξ τοῦ ἕλκους ἐμφαίνῃ τι φλεγμονῶδες,
19. ἐπιβάλλειν κατὰ τοῦ πλατύσματος ἔξωθεν ἐπὶ πολὺν τόπον 
1. ἐξῆκον ὑγρὸν φάρμακον ἐκ τῆς ἐμῆς φοινικίνης, οὐχ ἁπλῶς
2. τετηκυίας, ἀλλὰ στύφοντος οἴνου προσειληφυίας ὅσον οἷόν
3. τε πλεῖστον. οὐ μὴν οὐδὲ διὰ τοῦ τυχόντος ἐλαίου τήκειν
4. αὐτὴν προσήκει, ἀλλ’ εἰ μὲν ἐρυθρότης τις ἢ ὅλως θερμότης
5. ἐπικρατεῖ κατὰ τὰ πέριξ τοῦ ἕλκους, διά τινος τῶν στυφόντων
6. καὶ ψυχόντων· ἔστι δὲ τοιαῦτα μύρσινόν τε καὶ μήλινον·
7. εἰ δὲ μὴ παρείη ταῦτα, τὸ καλούμενον ὀμφάκινόν τε
8. καὶ ὠμοτριβὲς ἔλαιον· εἰ δὲ σκληρότης ἐπικρατεῖν φαίνοιτο,
9. δι’ ἐλαίου παλαιοῦ τηκτέον ἢ διὰ κικίνου τὴν αὐτὴν φοινικίνην.
10. ἀσφαλέστερον δὲ, κᾂν μηδὲν ἐν τῷ περιέχοντι
11. τὸ ἕλκος τόπῳ μοχθηρὸν ἐμφαίνηται. αὐτῷ γοῦν τῷ ὑπερκειμένῳ
12. χωρίῳ τὸ ὑγρὸν φάρμακον ἐπιβάλλειν ἀποκρουσόμενον,
13. εἴ τι πρόσθεν ἢ μοχθηρὸν ἢ πλέον τοῦ προσήκοντος
14. ἐπιῤῥεῖ, καὶ μάλισθ’ ὅταν ἐν σκέλει τὸ ἕλκος ὑπάρχον ὑπερκειμένην
15. ἔχοι φλέβα κιρσώδη. μεγάλης δ’ οὔσης αὐτῆς καὶ
16. κατὰ τὴν χρόαν ἐμφαινούσης οὔτε ἐρυθρὸν οὔτε χρηστὸν
17. αἷμα περιέχειν, ἀλλὰ μελάντερον καὶ μελαγχολικώτερον, ἐκκόπτειν
18. χρὴ τὴν φλέβα. συνέβη δέ ποτε φλεβὸς τοιαύτης
1. ἐκκοπείσης, τὸ μὲν ἕλκος εὐθέως ἐπουλωθῆναι, καίτοι γ’
2. ἐνιαυσιαῖον ὂν, ἀντ’ αὐτοῦ δὲ κατὰ τὴν διαίρεσιν ὅθεν ἡ
3. φλὲψ ἐξεκόπη γενέσθαι κακόηθες ἕλκος, ἐπουλωθῆναι μὴ δυνάμενον.
4. ἄμεινον οὖν ἐπὶ τῶν τοιούτων τὴν ἰσχὺν τοῦ θεραπευομένου
5. θεασάμενον ἀπὸ φλεβοτομίας μὲν ἄρξασθαι,
6. καθῆραι δὲ ἐφεξῆς φαρμάκῳ μελαγχολικὸν ἐκκενοῦντι χυμὸν
7. καὶ σὺν τούτῳ καὶ φλεγματικὸν, ἐπειδὴ καὶ οὗτος συνεπιῤῥεῖ
8. ποτε τῷ μελαγχολικῷ κατὰ τὰς τῶν κιρσῶν γενέσεις. εἶθ’
9. ἑξῆς αὐτὴν κατὰ τὸ μῆκος σχάσαι τὴν ὑπερκειμένην τοῦ ἕλκους
10. φλέβα καὶ κενώσαντα δαψιλὲς, αὐτὴν ταύτην πρότερον
11. ἰᾶσθαι τὴν γενομένην διαίρεσιν τῆς φλεβὸς, ὅταν δ’ ἀκριβῶς
12. ἤδη φαίνηται συνουλουμένη, τηνικαῦτα τῇ θεραπείᾳ τοῦ
13. κακοήθους ἕλκους ἐπιχειρεῖν, ὡς προείρηται. καὶ σπλὴν δὲ
14. ἐνίοτε μοχθηρῶς διακείμενος αἴτιος γίγνεται τοιαύτης κεκοχυμίας,
15. ὥσπερ γε καὶ ἧπαρ· ὧν χρὴ προνοησάμενον οὕτως
16. ἐπιχειρεῖν τῇ τοῦ ἕλκους ἰάσει. κατὰ δὲ τὸν αὐτὸν λόγον,
17. κᾂν κακόχυμον ἢ πληθωρικὸν ὅλον ᾖ τὸ σῶμα, προκαθῆραί
18. τε καὶ προκενῶσαι πρότερον αὐτὸ, πρὶν ἐπιτιθέναι τῷ ἕλκει
1. φάρμακον. ἐν αὐτῷ δὲ τῷ θεραπεύειν τὸ ἕλκος διὰ τῶν ξηρῶν
2. φαρμάκων ἐφ’ ἑκάστῃ ἐπιλύσει προσέχειν χρὴ τὴν γεγενημένην
3. ὑπ’ αὐτοῦ περὶ τὸ μόριον ἐνέργειαν, ἐπισταμένους
4. τε καὶ μεμνημένους ὅτι τὰ μὲν ἄνευ τοῦ ῥύπτειν ξηραίνοντα,
5. τοιαῦτα δ’ ἐστὶν ἐν οἷς ἡ στύφουσα ποιότης ἐπικρατεῖ,
6. καθαρὸν οὐκ ἐργάζεται τὸ ἕλκος. ὅσα δὲ πρὸς τῷ
7. ξηραίνειν ἔτι καὶ τὸ ῥύπτειν ἔχει, ταῦτα οὐ μόνον ξηρὸν,
8. ἀλλὰ καὶ καθαρὸν ἀποδείκνυσι τὸ ἡλκωμένον ὅλον μόριον.
9. εἰδέναι δὲ χρὴ καὶ ὡς δάκνεται τὰ καθαρὰ τῶν ἑλκῶν, ὑφ’
10. ὧν ἔμπροσθεν οὐδὲν ἐδάκνετο φαρμάκων, ἡνίκα ἦν ῥυπαρά.
11. μεταβαίνειν οὖν ἀπὸ τῶν ἰσχυρότερον ῥυπτόντων ἐπὶ τὸ
12. πρᾳότερον καὶ ἀδηκτότερον, καθ’ ὃν ἂν καιρὸν ἀκριβῶς
13. καθαρὸν εὑρέθη τὸ ἕλκος, ὥσπερ γε πάλιν ἐπὶ τῶν ῥυπαρῶν,
14. ἐπανέρχεσθαι ἐπὶ τὰ ῥυπτικώτερα, πλὴν εἰ μὴ διὰ τὸ δηχθῆναι
15. ῥυπαρὸν ἐφάνη. τουτὶ γὰρ ἐνίοτε καὶ τοὺς ἀγαθοὺς
16. δοκοῦντας εἶναι ἰατροὺς ἐξηπάτησεν, ὡς μεταβῆναι πρὸς
17. ἄλλο ῥυπτικώτερόν τε καὶ δριμύτερον, ὑφ’ οὗ πάλιν ἀναβρωθὲν
1. τὸ ἕλκος ὁμοίως ῥυπαρὸν ἢ καὶ μᾶλλον ἔτι κατὰ
2. τὴν ἑξῆς λύσιν ἐφάνη, τῆς συντακείσης ὑπὸ τοῦ φαρμάκου
3. σαρκὸς ῥυπαινούσης αὐτό. λύεται μὲν γὰρ εἰς ἰχῶρας μοχθηροὺς
4. ἡ συντηκομένη σὰρξ, αὐτῶν δὲ τούτων ὅσον μὲν λεπτομερέστερόν
5. ἐστι κατὰ τὴν σύστασιν, ὑπὸ τοῦ φαρμάκου
6. διαφορεῖται, τὸ λοιπὸν δ’ αὐτόθι περιπηγνύμενον τοῖς
7. ἕλκεσι ῥύπος αὐτοῖς γίγνεται. προσέχειν οὖν χρὴ πότερον
8. ἀναβιβρωσκομένης τε καὶ συντηκομένης τῆς ὑποκειμένης σαρκὸς
9. ἐῤῥυπάνθη τὸ ἕλκος ἢ διὰ τὸ δεῖσθαι μὲν ἀφαιροῦντος
10. τὸν ῥύπον φαρμάκου, τὸ δὲ ἐπιτεθὲν οὐκ εἶναι τοιοῦτον.
11. διακρίνεται δὲ τῷ κοιλότερόν τε ἅμα γεγονέναι τὸ ἕλκος
12. ἐνερευθῆ τε τὰ χείλη καὶ θερμότερα ἔχειν, ὅταν ὑπὸ τῆς τοῦ
13. φαρμάκου δριμύτητος ῥυπαίνηται. τάχα μὲν οὖν περιττὸν εἴη
14. ἐν τῇ προκειμένῃ πραγματείᾳ τὸν τρόπον τῆς χρήσεως τῶν
15. συνθέτων φαρμάκων προσγράφειν· εἴρηται γὰρ ἐν τῇ θεραπευτικῇ
16. μεθόδῳ· τὰ δ’ ἀναγκαῖα καὶ μεγάλην φέροντα βλάβην
17. εἰ παροφθείη, βέλτιόν ἐστι καὶ δὶς καὶ τρὶς λέγειν ἀναμνήσεως
18. ἕνεκα. προσκείσθω τοιγαροῦν ἔτι καὶ τοῦτο κατὰ
19. τὸν λόγον, ἐν τῇ θεραπείᾳ τῶν τοιούτων ἑλκῶν, εἰ μὲν εἴη
1. δυνατὸν ἄνευ τῆς τοῦ παντὸς σώματος βλάβης ἀλουτεῖν τὸν
2. θεραπευόμενον ἀνατριβόμενόν τε σινδόσιν ἐπὶ πλέον, ἐφεξῆς
3. τε δι’ ἐλαίου, κᾄπειτα δι’ ἁλτήρων γυμναζόμενον, εἰ
4. σκέλος εἴη τὸ πεπονθὸς ἢ διὰ δρόμων ἐπὶ τῶν ὑπερκειμένων.
5. εἰ δὲ ἀλουτεῖν ἀδύνατον εἴη τῷ θεραπευομένῳ χωρὶς
6. βλάβης ὅλου τοῦ σώματος, οὐ χρὴ λύειν τὴν ἐπίδεσιν, ἀλλ’
7. ὡς ἐπιδέδεται λουσάμενον, ἐκθλίψαντα τὸ τοῦ σπόγγου
8. θερμὸν ὕδωρ, εὐθέως ἄλλο καταχεῖν ψυχρὸν, ὡς μηδεμίαν
9. ὑπολείπεσθαι θερμότητα κατὰ τὴν ἐπίδεσιν. εἰ δὲ φαίνοιτο
10. προχωρεῖν ἡ θεραπεία, καὶ χωρὶς ἐπιδέσεως σπόγγου θεραπεύεσθαι,
11. τῆς ὑγρᾶς φοινικίνης ἐπιβαλλομένης ἔξωθεν ὡς
12. εἴρηται· καὶ χωρὶς ἐπιθέσεως σπόγγου καταλαμβανομένης
13. ἐπιδέσμοις καταγματικῷ τρόπῳ περιελιττομένης τῷ θεραπευομένῳ
14. μέρει τοῦ σώματος.

Cliquer un n° de page pour en afficher l’image