15. Ἐπειδὴ
16. τὸ κεφάλαιόν ἐστι τῆς τῶν κακοήθων τε καὶ δυσεπουλώτων
17. ἑλκῶν θεραπείας ἐν τῷ ξηραίνειν ἀδήκτως τὸ φάρμακον,
18. ὑγραίνει δὲ πάντων μάλιστα τό θ’ ὕδωρ καὶ τὸ ἔλαιον.
1. ἀπέχεσθαι χρὴ τούτων, ὡς μήτε αὐτὰ καθ’ ἑαυτὰ προσφέρειν
2. μήτε κατὰ τῶν εἰρημένων ξηρῶν φαρμάκων μιγνύναι.
3. κηρὸν οὖν ἐκλέγεσθαι χρὴ μήτε φύσει ξηρὸν μήθ’ ὑπὸ παλαιότητος
4. εἰς τοῦθ’ ἥκοντα, πρόσφατον δὲ καὶ φύσει λιπαρὸν,
5. ὃν ἐν ἡλίῳ μαλάττων τις ἀναλαβεῖν εἰς αὐτὸν δυνήσεται
6. τῶν εἰρημένων ξηρῶν φαρμάκων. μὴ ὄντος δὲ ἡλίου,
7. παρά τε πυρὶ θαλπόμενος μαλάττηται καὶ καθιέμενος εἰς
8. ὕδωρ θερμόν. οὐ γὰρ ἀναμίγνυται δι’ ὅλου τὸ ὕδωρ, ἀλλ’
9. ἀποῤῥεῖ ταχέως αὐτοῦ μαλαττομένου πρὶν ἐπιτεθῆναι τῷ
10. ἕλκει. συμμετρία δὲ τῆς μίξεώς ἐστι τοιάδε. μέτριον μὲν εἴ τις
11. βούλοιτο γενέσθαι τὸ φάρμακον, τὸ τέταρτον μέρος προσβάλῃ
12. τῷ κηρῷ τῶν μεταλλικῶν, ἰσχυρότερον δὲ ἔσται τοῦ
13. τρίτου μιχθέντος. αὐτῶν δὲ τῶν μεταλλικῶν ἧττόν τε καὶ
14. μᾶλλον ἀδήκτων τε καὶ ξηραντικῶν ὄντων, ἐπιταθήσεται μὲν
15. ἐν τοῖς ξηραντικωτέροις ἡ δύναμις, ἐκλυθήσεται δ’ ἐν τοῖς
16. ἧττον ξηραίνουσιν, ὥσπερ γε πάλιν, ἀσφαλεστέρα μὲν ἡ χρῆσις
17. ἔσται διὰ τῶν ἀδηκτοτέρων σφαλερωτέρα δὲ διὰ τῶν
18. δακνωδεστέρων. εἴρηται γὰρ πολλάκις ὡς ἔνιαι μὲν φύσεις
19. σωμάτων αἰσθητικώτερον ἔχουσι τό τε δέρμα καὶ τὰς σάρκας
1. ἐνίαις δὲ δυσαισθητότερα ταῦτ’ ἐστὶν ἄμφω. κατὰ δὲ τὸ
2. μαλλόν τε καὶ ἧττον αἰσθάνεσθαι καὶ τὸ τῆς ὀδύνης πάθος
3. ἀκολουθεῖ μᾶλλόν τε καὶ ἧττον, ὥς γε καὶ τὸ τῆς φλεγμονῆς,
4. οὐ μικρὰ δὲ διαφορὰ καὶ παρὰ τὸ μαλακόσαρκον
5. ὑπάρχει ἢ σκληρότερον, εὔχυμόν τε καὶ κακόχυμον, ἤ πληθωρικὸν
6. ἢ κενὸν ἢ μέσως διακείμενον ἐν τοῖς εἰρημένοις.
7. οὐκοῦν οἷόν τε πᾶσιν ἀνθρώποις ἓν ἐπιτήδειον σκευάσαι
8. φάρμακον. ἀλλ’ ὁποῖον ἂν σκευασθῇ τῶν ὁμοειδῶν,
9. ἐπίστασθαι τούτῳ χρῆσθαι προσήκει τεχνωθέντα κατὰ
10. τὴν ἐν τῷδε τῷ λόγῳ διδασκομένην μέθοδον, οἷον εὐθέως
11. ἐπὶ τῆς προκειμένης ὕλης, ἐὰν ἴσον μὲν ἑκατέρου μίξῃς ἰοῦ
12. τε καὶ χαλκοῦ κεκαυμένου. μέρους δ’ ἑνὸς ἥμισυ στυπτηρίας
13. σχιστῆς, ὡς γενέσθαι τὸ συμπληρούμενον ἐκ τῶν τριῶν ἤτοι
14. δραχ. β΄. καὶ ἡμισείας ἢ οὐγγίας τοσαύτης, ἀρκέσει κηροῦ μῖξαι
15. μὲν δραχ. ι΄. ταῖς δραχμαῖς γο δ’ ι΄. ταῖς οὐγγίαις εἰς μετρίου
16. τε καὶ μέσου τῇ δυνάμει φαρμάκου σύνθεσιν. ἄμεινον
17. δ’ ἅμα καὶ ἀδηκτότερον ἔσται διφρυγὲς λαμβάνον ἀντὶ τῆς
18. σχιστῆς καὶ μιᾶς τε δραχμῆς ὅλης ἐμβληθείσης, ὥσπερ τοῦ
1. χαλκοῦ τε καὶ ἰοῦ, κάλλιον ἔσται τὸ φάρμακον. εἰ δὲ τὴν
2. ἀπὸ τοῦ ἰοῦ δῆξιν ὑποπτεύοντες ἐθελήσαιμεν ἀκριβῶς ἄδηκτον
3. αὐτὸ γενέσθαι, κεκαυμένον ἐμβάλλειν χρὴ τὸν ἰόν. εἰ
4. δὲ καὶ ῥύπον ἀφαιρεῖν, λεπίδος χαλκοῦ προσβλητέον ἥμισυ
5. δραχμῆς, ὡς γενέσθαι τὴν ὅλην συμμετρίαν τοιάνδε. ♃ χαλκοῦ
6. καὶ ἰοῦ κεκαυμένου καὶ διφρυγοῦς ἴσον ἑκάστου, τουτέστιν
7. ἀνὰ δραχ. α΄. τῆς δὲ τοῦ χαλκοῦ λεπίδος ἡμίδραχμον
8. ἀναλαμβανέσθω δὲ ταῦτα τῷ λιπαρῷ κηρῷ μαλαττομένῳ.
9. καθότι προείρηται. ξηροτέρου δ’ ὄντος ἢ ὡς δέξασθαι τὰ
10. εἰρημένα, μιγνύναι χρὴ μαλάττοντα μύρσινον ἢ μήλινον ἢ
11. σχίνινον ἢ κίκινον ἢ κύπρινον ἢ παλαιὸν ἔλαιον ὠμοτριβὲς
12. ἢ τὸ πρόσφατον Σπανὸν ἢ τὸ παρ’ ἡμῖν διὰ θαλλῶν ἐλαίας
13. ἐσκευασμένον. εἰ δὲ μηδ’ ὅλως ἐθέλοιμεν ἐλαιῶδές τι τῷ
14. φαρμάκῳ προσφέρειν, τῆς λάρικος ῥητίνης μιγνύειν. εἰ δὲ μὴ
15. παρείη ταύτης ἡμῖν, ἀντ’ αὐτῆς τῇ τερμινθίνῃ χρηστέον.
16. ἀεὶ δὲ καὶ τούτου χρὴ μεμνῆσθαι τοὺς ἀναγινώσκοντας
17. ταῦτα, μάλιστα μὲν ἐπὶ τὸ πρῶτον εἰρημένον ὡς ἄριστον
1. ἔρχεσθαι, μετὰ τοῦτο δ’ ἐπὶ τὸ δεύτερόν τε καὶ τρίτον ἐφεξῆς
2. τε τἄλλα τὰ μετὰ τὸ τρίτον, ὡς ἀνάλογον τῆς τῶν
3. φαρμάκων ἀρετῆς τε καὶ δυνάμεως τῇ τάξει τοῦ λόγου χρωμένων
4. ἡμῶν. προακηκοὼς οὖν τις ταῦτα καὶ τῶν ἁπλῶν
5. φαρμάκων τὰς δυνάμεις ἐπιστάμενος ἱκανὸς ἔσται διακρίνειν
6. ὅσα τοῖς πρὸ ἡμῶν ἐγράφη πρὸς τὰ κακοήθη τῶν ἑλκῶν
7. φάρμακα, οἷον εὐθέως Ἀσκληπιάδης ὁ φαρμακίων ἐπικληθεὶς
8. ἐν τῷ τρίτῳ τῶν ἐκτὸς οὕτως ἔγραψε.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 4.3, ed. Kühn, 1827, vol. 13, p. 671-675. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:4.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩