9. Πρὸς τὰ χειρώνεια καὶ δυσαλθῆ τῶν ἑλκῶν
11. φάρμακον ἐπιτετευγμένον. ♃ λεπίδος χαλκοῦ οὐγγίαν α΄. ἰοῦ
12. ξυστοῦ οὐγγίαν α΄. κηροῦ ἡμίλιτρον, ῥητίνης λάρικος γο α S".
13. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν καὶ ἀνελόμενος χρῶ μαλάσσων
14. ἐπιμελῶς καὶ πλατυσμάτιον ἐπιῤῥίπτων κατὰ μόνου τοῦ πεπονθότος,
15. ὥστε περιλαμβάνειν μόνον τὸ ἕλκος. δεῖ δὲ τὰ
16. περὶξ ἀφλεγμάντῳ φαρμάκῳ περιλαμβάνειν. ἐν δὲ τῇ θεραπείᾳ
17. λύειν χρὴ διὰ τρίτης τὸ ἕλκος, ἔπειτα προπυριᾷν καὶ
1. τὸ αὐτὸ πλατυσμάτιον ἀπονίπτοντα μαλάσσειν καὶ πάλιν
2. ἐπιτιθέναι, ἔα; ἂν ἄρξηται συνουλώσεως. αὕτη μὲν ἡ τοῦ
3. φαρμάκου γραφὴ, καλῶς προσγράψαντος αὐτοῦ πρὸς τὰ
4. χειρώνεια, καλοῦσι γὰρ οὕτως τὰ μὴ μετρίως κακοήθη τῶν
5. ἑλκῶν, ἀλλὰ τὰ πάνυ σφόδρα τοιαῦτα. γενναῖον δ’ ἐστὶ
6. τοῦτο τὸ φάρμακον, ὡς ἂν ἐκ τρίτου μέρους ἔχον τοῦ κηροῦ
7. τὰ μεταλλικὰ, τὸν μὲν ἰὸν ἰσχυρότερον φάρμακον, τὴν
8. δὲ λεπίδα τοῦ χαλκοῦ, μετριώτερον μὲν πολὺ τοῦ ἰοῦ, γενναῖον
9. δὲ ὅμως καὶ αὐτό. συμμέτρως δ’ εἴπερ εἶχε κράσεως
10. ὡς καὶ τὰ μετρίως κακοήθη θεραπεύειν, οὐ τριπλάσιος,
11. ἀλλὰ τετραπλάσιος ὁ κηρὸς ἐμέμικτο τοῖς ἄλλοις, ἔτι
12. δ’ ἂν μετριώτερον, εἰ πενταπλάσιος, ὡς καὶ τὰ μηδέπω κακοήθη,
13. δυσεπούλωτα δὲ ἄλλως ὄντα θεραπεύειν. ὥσπερ γὰρ
14. κᾂν εἰ τὸν κηρὸν ἑξαπλάσιον ἐργάσαιτό τις τῶν μεταλλικῶν,
15. ὡς εἶναι τοῦ μὲν ἰοῦ καὶ τῆς λεπίδος ἑκατέρου δραχμὴν,
16. κηροῦ δὲ δραχ. ιβ΄. τῆς λάρικος δὲ τὸ ἀνάλογον. ἀνάλογον δὲ
17. ἔσται, εἰ τρεῖς εἶεν αὐτῆς δραχμαί. λιπαροῦ δ’ ὄντος τοῦ κηροῦ,
18. κᾂν ἔλαττον ἐμβληθῇ τῆς ῥητίνης, αὐτάρκη σύστασιν
1. ἕξει τὸ φάρμακον. ἐπὶ γάρ τοι τῶν τοιούτων φαρμάκων
2. ἡ ῥητίνη διὰ τὴν σύστασιν ἐμβάλλεται, καθάπερ γε καὶ τὸ
3. μύρσινον ἢ σχίνινον. ἐγὼ δὲ καὶ Ἀττικῷ ποτε οἰσύπῳ μαλάττων
4. τὸν κηρὸν ἔμιξα. καί μοι κατὰ τὴν χρῆσιν ἐφάνη
5. τὸ φάρμακον ἢ οὐδὲν ἢ βραχὺ παντελῶς ἀπολείπεσθαι τῶν
6. ἄνευ τούτων σκευασθέντων. εὔδηλον δὲ ὡς εὐτονίαν λέγω
7. τοῦ γενησομένου φαρμάκου ταῦτα. τὸ γὰρ τῆς ὠφελείας ἐν
8. τῷ πρός τι, δυναμένου τοῦ μαλακωτέρου φαρμάκου πρὸς
9. τὰ μετριώτερα τῶν κακοήθων ἁρμόττειν, μᾶλλον τοῦ σφοδροτέρου.
10. ἔνθα γοῦν ἧττον μέν ἐστι κακόηθες αὐτὸ τὸ ἕλκος,
11. ὀχθώδη δὲ τὰ χείλη, βελτίων ἐπὶ τούτων ἐστὶν ὁ οἰσύπος.
12. ἀγαθὸν δ’ εἰς ταῦτα φάρμακόν ἐστι καὶ ὁ τῆς ἐλάφου
13. τε καὶ μόσχου μυελὸς, ὅντινα χρὴ προλειώσαντα μιγνύναι
14. τῷ κηρῷ πρότερον, εἶθ’ οὕτως αὐτοῖς ἡνωμένοις
15. ἀναλαμβάνειν τὰ μεταλλικὰ προλελειωμένα, μέχρι τοῦ χνοώδη
16. γενέσθαι. δακνώδη γάρ ἐστι τὰ τοιαῦτα. καὶ πάντα δ’ ἱκανῶς
17. προλελειώσθω τὰ ξηρὰ καὶ γεώδη τῇ συστάσει φάρμακα,
18. καθάπερ ἥ τε κηκίς ἐστι καὶ οἱ κύτινοι καὶ τὰ σίδια καὶ
19. ὁ τῆς Αἰγυπτίας ἀκάνθης καρπός. καὶ γὰρ δυσλείωτα
1. πάντ’ ἐστὶ τὰ τοιαῦτα, καθάπερ εὐλείωτα τὰ ἐκ χυλῶν ἢ
2. ὀπῶν ἐξηρασμένων γεγονότα, σμύρνα καὶ ἀλόη καὶ ἀκακία
3. καὶ ὅσα τούτοις ὁμογενῆ. καλῶς δ’ ἐπὶ τῇ τελευτῇ τοῦ
4. προειρημένου φαρμάκου τῆς γραφῆς ὁ Ἀσκληπιάδης προσέθηκεν
5. αὐτοῖς ὀνόμασι· καὶ ταῦτα λῦε διὰ τρίτης καὶ ἀποπυρία
6. καὶ τὸ αὐτὸ πλατυσμάτιον ἀπονίψας μάλαξον καὶ
7. πάλιν ἐπιτίθει. εἰ μὴ γὰρ ἐπὶ πλέον ὁμιλήσειε τῷ χρωτὶ τὸ
8. φάρμακον, οὐδὲν ἀνύσει. λέληθε δὲ καὶ τοῦτο αὐτὸ τοὺς
9. πολλοὺς τῶν ἰατρῶν, καὶ νομίζουσιν, εἰ τρὶς τῆς ἡμέρας
10. ἐκμάξαιεν τοὺς ἰχῶρας τοῦ ἕλκους, ἄμεινόν τι πράττειν τῶν
11. δὶς ἀποματτόντων. τοὺς δ’ ἅπαξ λύοντας καὶ αὐτοὶ πολλάκις
12. οἱ κάμνοντες ὡς ἀμελούμενοι μέμφονται. προσήκει δ’
13. ὑμᾶς μεμνῆσθαι κᾀνταῦθα τοῦ πολλάκις ἡμῖν εἰρημένου
14. κατὰ πολλὰ τῶν ἡμετέρων ὑπομνημάτων, ὡς αἱ ποιότητες
15. ἁπάντων τῶν πλησιαζόντων σωμάτων εἰς ἀλλήλας τι δρῶσι,
16. κᾂν τὸ ἕτερον αὐτῶν ἰσχυρότερον ᾖ πολλῷ. κατὰ γάρ τοι
17. τοῦτον τὸν λόγον ὁμοειδεῖς πως ἀλλήλαις ἐν τῷ χρόνῳ γίγνονται,
18. κᾂν διαφέρωσι πάμπολυ. γενομένης δ’ ὁμοειδοῦς τῷ
19. θεραπευομένῳ σώματι τῆς τοῦ φαρμάκου ποιότητος ἡ ὠφέλεια
1. μείζων ἕπεται. διὰ τούτων οὖν ὅ τε πρῶτος ἐπινοήσας
2. χρῆσθαι τὸ πρότερον ἐπιτεθέντι πλατύσματι δικαίως
3. ἂν ἐπαινοῖτο καὶ ἡμᾶς ἕπεσθαι προσῆκεν αὐτῷ πολὺ μᾶλλον,
4. ἐπεὶ καὶ τῇ πείρᾳ μαρτυρουμένην τὴν ἐπίνοιαν ἐγνώκαμεν.
5. εὐλόγως δὲ καὶ πυριᾶσθαι κελεύει διὰ τρίτης αὐτὸ
6. καθ’ ἑκάστην δηλονότι λύσιν, ἐπεὶ γὰρ ἰσχυρόν ἐστι τὸ φάρμακον,
7. εἰκότως παρηγορίας δεῖται. βέλτιον οὖν ἐπὶ τῶν μὴ
8. πάνυ κακοήθων τετραπλάσιον ἢ πενταπλάσιον εἶναι τὸν κηρὸν
9. ἀμφοῖν ὁμοῦ τῶν μεταλλικῶν. ἐφεξῆς δὲ τῷ προγεγραμμένῳ
10. φαρμάκῳ γέγραφεν ἕτερον φάρμακον ὁ Ἀσκληπιάδης
11. τὴν σύστασιν ἔχον τήνδε. ♃ ἰοῦ γο β΄. λεπίδος γο β΄.
12. διφρυγοῦς γο α΄. κηροῦ λι. α΄. λάρικος γο γ΄. αὕτη πάλιν
13. ἡ συμμετρία τῶν ἁπλῶν φαρμάκων ἡ αὐτὴ τῇ πρόσθεν
14. ἐστὶν, μόνῳ τῷ διφρυγεῖ πλεονεκτοῦσα. τἄλλα γοῦν ἅπαντα
15. διπλάσια τῶν ἔμπροσθέν ἐστιν. ἐν ἐκείνῃ μὲν γὰρ τῇ
16. γραφῇ γο α΄. ἔβαλλεν ἰοῦ καὶ λεπίδος ἑκατέρου, συναμφοτέρου
17. δ’ αὐτῶν τὸν κηρὸν τριπλάσιον, εἴ γε τὰς πάσας
18. γο στ΄. ἠξίου βάλλειν αὐτοῦ, τὴν μέντοι ῥητίνην ἡμιούγγιον
1. ἑκατέρου τῶν μεταλλικῶν. ἐν δὲ τῇ δευτέρᾳ γραφῇ ταύτης
2. μὲν ἀντὶ μιᾶς καὶ ἡμισείας οὐγγίας τρεῖς ἐμβάλλειν κελεύει,
3. τῶν μεταλλικῶν δ’ ἀντὶ γο α΄. ἑκατέρου δύο, καὶ τοῦ κηροῦ
4. λίτραν ἐν τῇ προτέρᾳ γραφῇ βάλλων ἡμίλιτρον. εὔδηλον
5. οὖν ὅτι τὸ διφρυγὲς μόνον ἐν τῇ δευτέρᾳ προσέθηκε,
6. καὶ εἴπερ οὐγγίαν αὐτοῦ βάλλειν κελεύει κατὰ διπλασίων
7. τῶν ἄλλων, ἐάν τις ἁπλᾶ πάντα τὰ κατὰ τὴν προτέραν
8. γραφὴν μιγνὺς τοῦ διφρυγοῦς αὐτοῖς ἡμιούγγιον προσθήσει,
9. ποιήσει τὴν σύνθεσιν τοῦ φαρμάκου τοιάνδε. ♃ λεπίδος γο α΄.
10. ἰοῦ γο α΄. κηροῦ ἡμίλιτρον, ῥητίνης λάρικος γο α΄. καὶ ἡμίσειαν,
11. διφρυγοῦς ἡμιούγγιον, ἡ αὐτὴ κατὰ πᾶν καὶ ἥδε τῇ
12. προτέρᾳ γίγνεται, πλὴν τοῦ διφρυγοῦς. ἔστι δὲ τὸ μὲν διφρυγὲς
13. οὕτω μέτριον φάρμακον, ὡς καὶ μόνον ἐπιπαττόμενον
14. ἰᾶσθαι τὰ δυσεπούλωτα τῶν ἑλκῶν. ὁμοίως δ’ αὐτῷ
15. καὶ ὁ κεκαυμένος χαλκός. ἰσχυρότερος δ’ ἱκανῶς ὁ ἰὸς, ὡς
16. ἐκπεπτωκέναι τοῦ καὶ τὰ πάνυ ῥυπαρὰ καὶ ὑγρὰ θεραπεύειν,
17. εἰ καταπάττοι τις αὐτὸ μόνον· ἀναβιβρώσκει γὰρ καὶ δάκνει
18. σφοδρῶς. ἐπὶ δὲ τῶν χειρωνείων ἑλκῶν τοῖς ἄλλοις μιχθεὶς
1. φαρμάκοις εἰς τοσοῦτον ἐκλύεται μὲν αὐτὸς τοῦ σφοδροῦ
2. τῆς δυνάμεως, αὐξάνει δὲ τὴν ἐκείνων, ὡς γενέσθαι τὸ
3. σύνθετον ἐξ ἁπάντων φάρμακον κάλλιστον. ᾧ λόγῳ δ’ ἐμίχθη
4. τοῖς εἰρημένοις φαρμάκοις ὁ ἰὸς, τούτῳ καὶ ἡ ἄσβεστος
5. τίτανος, ὀλίγη τῇ ἀναλογίᾳ πολλοῖς ἐπεμβληθεῖσα πρός τινων.
6. ἡ δ’ ἐσβεσμένη μέτριόν ἐστι φάρμακον, εἰ δὲ καὶ πλυθείη,
7. παντάπασιν ἄδηκτον. ταύτην μὲν οὖν τὴν ἔμπλαστρον
8. ἕνεκα παραδείγματος ἔγραψε, διότι γυμνάζεσθαι τοὺς νέους
9. ἐπὶ τῶν κατὰ μέρος ἀξιῶ, καὶ μὴ μόνοις ἀρκεῖσθαι τοῖς καθόλου.
10. πάλιν δ’ ἐπ’ ἀρχὴν ἀγαγὼν τὸν λόγον ἐπὶ τὰς ὑπ’
11. Ἀνδρομάχου γεγραμμένας μεταβήσομαι.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 4.4, ed. Kühn, 1827, vol. 13, p. 675-681. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:4.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩