Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 4.5, ed. Kühn, 1827, vol. 13, p. 681-708. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:4.5

12. Παραθήσομαι
14. τοίνυν ἕνεκα παραδείγματος ὅσα τῇ πείρᾳ κέκριται τῶν συνθέτων
15. φαρμάκων πρὸς τὰ κακοήθη τῶν ἑλκῶν ἁρμόττοντα,
16. τὴν ἀρχὴν ἀπὸ τῶν Ἀνδρομάχου γεγραμμένων ποιησάμενος.
17. μέμψαιτο δ’ ἄν τις αὐτῷ χωρὶς διορισμοῦ τὰ φάρμακα
18. γράψαντι. τούτου ηὰρ παραλελειμμένου συμβαίνει κακῶς αὐτοῖς 
1. χρῆσθαι τοὺς πολλοὺς τῶν ἰατρῶν, καὶ διὰ τοῦτο ποτὲ
2. μὲν ἐπιτυγχάνειν τοῦ σκοποῦ θαυμασίως, ἔστι δὲ ὅτε καὶ
3. διαμαρτάνειν ἀποπίπτοντας πάμπολυ. δέον οὖν εἰπεῖν ἰσχυρότατον
4. τόδε τι, πάνθ’ ἑξῆς ἔγραψεν ὁ Ἀνδρόμαχος καὶ
5. τούτου πάλιν ἕτερον μετριώτατον. ἀσθενέστατον δὲ τοῦτο
6. οὐδένα διορισμὸν προσθείς. ἄρχεται γοῦν αὐτῶν τούτων
7. προσγράψας μὲν ἐπουλωτικαί. μετὰ δὲ τὸ πρόσγραμμα τοῦτο
8. γράφων ἐφεξῆς. ♃ καδμείας ὀπτῆς λίτραν α΄. χαλκίτεως κεκαυμένης
9. λι. α΄. κηροῦ λίτρας δ΄. ῥητίνης ξηρᾶς λίτρας γ΄.
10. μυρσίνου λίτρας γ΄. οἴνου εἰς τὰ ξηρά. τούτων δὲ ἐφεξῆς
11. γράφει κατὰ λέξιν οὕτως· ἡ διὰ λαδάνου. καὶ προσθεὶς τὴν
12. συμμετρίαν ἐφεξῆς πάλιν ἔγραψεν· ἄλλως, ὡς. Ἀλκιμίων.
13. εἶτα κᾀνταῦθα τὰς συμμετρίας τῶν ἁπλῶν φαρμάκων γράψας
14. ἐπιφέρων φησίν· ἡ διὰ κριθῶν. καὶ μετὰ τὸ ταύτην
15. συνθεῖναι πάλιν οὕτως ἔγραψεν· ἄλλη ἐπουλωτική. ♃ ῥητίνης
16. ξηρᾶς δραχ. ιη΄. διφρυγοῦς δραχ. δ΄. λιθαργύρου δραχ. ιστ΄. κηροῦ
17. δραχ. ι΄. ἐλαίου κο. δ΄. ὡς εἶναι τοῦτο τὸ φάρμακον
18. ἕκτον ἀπὸ τῆς ἀρχῆς αὐτῷ. καὶ μετ’ αὐτὸ πάλιν ἕξ
1. ἄλλα γράφει προγράφων ἑκάστου τὸ ἄλλη, προσυπακοῦσαι
2. δηλονότι κελεύων ἡμᾶς τὸ ἐπουλωτική. τὰ μὲν· οὖν πέντε
3. τῶν συνήθων ἐστὶν ἐπουλωτικῶν οὔτε τῶν δυσεπουλώτων
4. οὔτε τῶν κακοήθων, τὸ δ’ ἕκτον τῶν δυσεπουλώτων, οὐ
5. μὴν ἤδη γε τῶν κακοήθων. ἀλλ’ αἱ γραφαὶ τῶν ὑπολοίπων
6. ἓξ φαρμάκων τοῖς κακοήθεσιν ἁρμόττουσι διαφέρουσαι κατ’
7. ἰσχὺν ἀλλήλων, αἷς δυοῖν θάτερον ἐχρῆν, ἤτοι λογικὴν καὶ
8. μεθοδικὴν ποιούμενον τὴν διδασκαλίαν προσγεγραφέναι τὴν
9. κατὰ σφοδρότητα διαφορὰν, ὡς ἡμῶν νοησάντων, ἐπὶ μὲν
10. τῶν κακοηθεστέρων ἑλκῶν τοῖς ἰσχυροτέροις χρῆσθαι φαρμάκοις,
11. ἐπὶ δὲ τῶν μετριωτάτων τοῖς ἀσθενεστέροις· ἢ τοῖς
12. ἐμπειρικοῖς ὁμοίως γράψαι, τοῖς μὲν φαγεδαινικοῖς καὶ ὅλως
13. τοῖς ἀναβιβρωσκομένοις καὶ νεμομένοις ἐπιτήδεια τάδε τινὰ
14. τῶν φαρμάκων εἶναι, τοῖς δὲ κοίλοις τάδε τινὰ, καὶ τοῖς μὲν
15. ἱκανῶς ῥυπαροῖς ταυτὶ, τοῖς δὲ μετὰ φλεγμονώδους ἢ σκιῤῥώδους
16. διαθέσεως ἢ τῶν χειλῶν τοῦ ἕλκους σκληρῶν ἢ
17. ὀχθωδῶν ἢ μελάνων ἤ τινα ἄλλην χροιὰν ἐχόντων, ἴδια ἑκάστου.
18. τούτων μὲν οὐδὲν ἐποίησεν ἐφεξῆς δ’ ἀλλήλων ἔγραψεν
1. ἓξ ἐπουλωτικὰς δυνάμεις, ὧν ἐγὼ τὴν σύνθεσιν ἐρῶ
2. μετὰ τῶν οἰκείων διορισμῶν. τὸ μὲν οὖν πρῶιον αὐτῷ γεγραμμένον,
3. ἕβδομον δ’ ἀπὸ τῆς ἀρχῆς ἰσχυρὸν ἱκανῶς ἐστιν
4. ὡς ἂν ἴσον ἔχον ὄγκον, ἔλαβεν ἰοῦ καὶ λεπίδος, ἐκλέλυκε
5. δ’ αὐτοῦ καὶ καθῄρηκε τὴν ἰσχὺν, ἡ τοῦ κηροῦ μίξις ὀκταπλασία
6. μὲν ἑκατέρου, τετραπλασία δὲ συναμφοτέρου γενομένη.
7. τοῦ μὲν γὰρ ἰοῦ καὶ τῆς λεπίδος οὐγγίαν ἑκατέρου
8. μῖξαι κελεύει, τοῦ κηροῦ οὐγγίας ὀκτὼ, πάνυ καλῶς τοῦ συνθέντος
9. αὐτὸ φυλαξαμένου μῖξαι τι τῶν μαλθακωδῶν, ἐλαίου
10. λέγω καὶ στέατος, οἰσύπου τε καὶ βουτύρου καὶ ῥητίνης.
11. ἀλλ’ ἐὰν λιπαρὸς ὁ κηρὸς μὴ ᾖ, δύσμικτά γε ἕξει τὰ μεταλλικὰ,
12. κᾂν βιασόμεθα τὴν μίξιν αὐτῶν, ἢ παρὰ πυρὶ ποιεῖν
13. ἢ ἐν ἡλίῳ θερμῷ, μικρὸν ὕστερον σκληρὸν ἔσται τὸ φάρμακον,
14. ὥσθ’ ὅταν ἐπιτεθῇ τῷ ἕλκει, διφθέραν ἑαυτοῦ σκληρὰν
15. ὁ κάμνων οἰήσεται ψαύειν. πάντα γὰρ τὰ τοιαῦτα φάρμακα
16. τὴν χρῆσιν ἔχει τοιαύτην, ἢν καὶ θερμὰς ἔχων τις τὰς
17. χεῖρας ἀναιρεῖται τηλικοῦτον μέγεθος ἐξ αὐτῶν, ἡλίκον μαλαχθέν
18. τε καὶ πλατυνθὲν, ἐπιτεθήσεται καθ’ ὅλου τοῦ ἕλκους,
1. ὡς καὶ τὰ χείλη σκέπειν. ὅταν δ’ ᾖ βαθὺ, προσαναπληροῦται
2. τὸ κοῖλον αὐτοῦ πᾶν, ἐντεθέντος αὐτῷ τοῦ φαρμάκου.
3. καὶ μετὰ τοῦτο πάλιν ἐπιτίθεται πλάτυσμα ἕτερον,
4. συμπεριλαμβάνον καὶ τὰ χείλη. κᾄπειτα τούτῳ βεβρεγμένον
5. πάλιν ὀθόνιον ὕδατι ψυχρῷ τηλικοῦτον ἐπιβάλλεται κατὰ
6. παντὸς, ὡς σκεπάσαι τὸ φάρμακον, εἶτ’ ἔξωθεν σπόγγος μαλακὸς,
7. ἐπιδέσμῳ κατειλημμένος ἐξ ὀθόνης, ἤτοι ἅπαξ ἢ δὶς
8. ἐν κύκλῳ περὶ τὸ πεπονθὸς μόριον ἑλιττομένῳ, τηλικούτῳ
9. τὸ πλάτος, ὡς ἅπαν κατειλῆφθαι τὸ ἕλκος ἅμα τοῖς χείλεσι,
10. καί τι καὶ τῶν ὑπερκειμένων τε καὶ ὑποκειμένων αὐτοῖς, ἡ
11. δὲ ἐπίδεσις ἀπὸ δυοῖν ἀρχῶν γιγνέσθω, καλοῦσι δ’ οὕτως,
12. ὅταν τὸ μέσον ὅλον τοῦ τελαμῶνος ἐπιβάλληται τῷ πεπονθότι
13. τόπῳ, τῶν κεφαλῶν δ’ ἑκάτερον ἀπάγηται πρὸς
14. τὸ ἀντικείμενον. εἶτα ἐὰν μὲν ἰσχυρὸν ᾖ τὸ ὀθόνιον, ὡς διὰ
15. μιᾶς ἐπιβολῆς ἀσφαλῶς κατέχειν τὸν σπόγγον, αὐτόθι που
16. συῤῥαφήσεται διὰ τῶν περάτων, ἀφαιρουμένου ψαλίδι τοῦ
17. περιττεύοντος· ἐὰν δὲ ἀσθενὲς, αὖθις ἀχθήσεται τῶν κεφαλῶν
18. ἑκάτερον ὁμοτόνως ἑλκόμενον ἐπὶ τὸ πεπονθὸς, ὅπερ
19. ἐν τοῖς μάλιστα φυλακτέον ἐστὶ κατά τε τὴν πρώτην ἐπιβολὴν,
1. οὐχ ἥκιστα δὲ καὶ κατὰ τὴν δευτέραν. οὐ μὴν οὐδὲ
2. ἐκείνου σε χρὴ λήθην ἔχειν, οὗ πρῶτος ὧν ἴσμεν Ἱπποκράτης
3. εὗρεν, ἁμαρτανομένου πάλαι μὲν ὑπὸ πάντων τῶν πρὸ
4. αὐτοῦ, νυνὶ δ’ ὑπὲρ τῶν μὴ μαθόντων νομίμως τὴν τέχνην.
5. οἴονται γὰρ ἄμεινον εἶναι, τὸ μὲν ἡλκωμένον μέρος
6. ἄθλιβον φυλάττειν, ἑκατέρωθεν δ’ αὐτοῦ περιβάλλειν τὸ
7. ἐπίδεσμον, ὅπερ εἰς ὅσον ἐστὶ βλαβερὸν ὑφ’ Ἱπποκράτους
8. ἐδείχθη. ὅταν οὖν σοι ταῦτα κατὰ τὴν πρώτην ἡμέραν
9. πραχθῇ, τῇ δευτέρᾳ διάβρεχε τὸν σπόγγον, ἐπιχέων ὕδατι
10. ψυχρῷ. θερμοῦ δὲ καὶ ξηροῦ τοῦ περιέχοντος ὄντος καὶ δὶς
11. καὶ τρὶς τῆς ἡμέρας ποιητέον τοῦτο καὶ λυτέον τὸ ἐπίδεσμον
12. διὰ τρίτης· εἰ δὲ χειμὼν εἴη, καὶ διὰ τετάρτης. ἐπισκεπτέον
13. δὲ τὴν γεγονυῖαν ἐκ τοῦ φαρμάκου περὶ τὸν πεπονθότα
14. τόπον ἀλλοίωσιν, ἔν τε τῇ κοιλότητι τοῦ ἕλκους καὶ
15. κατὰ τὰ χείλη καὶ μέντοι περὶξ αὐτῶν. ἡ δ’ ἐπίσκεψις, ἐξ
16. ὧν ἔμαθες ἐν τοῖς περὶ κράσεων ὑπομνήμασι γιγνέσθω σοι,
17. λέλεκται δὲ περὶ τούτων τῶν ἑλκῶν καὶ κατὰ τὴν θεραπευτικὴν
18. μέθοδον. ἤτοι γὰρ ξηρότερον ἢ ὑγρότερον ἢ θερμότερον 
1. ἢ ψυχρότερον ἐφάνη τοῦ πρόσθεν, ὅλον τε τὸ πεπονθὸς
2. μόριον ἕκαστόν τε τῶν μερῶν αὐτοῦ. καὶ πρὸς τούτοις
3. ἐπισκέπτεσθαι προσήκει πότερα καθῄρηταί τι τῶν χειλῶν
4. ἤ μεμάλακταί πως ἢ λελέπτυνται καὶ περὶ τῆς κατὰ
5. τὴν χροιὰν ὑπαλλαγῆς καὶ περὶ τοῦ κατὰ τὸν ῥύπον πλήθους.
6. ἐκ τούτων γὰρ εἴσῃ πότερον ἰσχυρότερον ἢ μαλακώτερον
7. ἐπιθεῖναι προσήκει φάρμακον ἢ ταὐτὸ τῷ πρώτῳ.
8. δυνήσῃ δὲ καὶ τὸ πρῶτον αὐτὸ ῥᾳδίως ἐξαλλάττειν, εἰ μὲν
9. μαλακώτερον ποιῆσαι βούλοιο, μιγνὺς ἐν τῷ μαλάττειν ὀλίγον
10. τινὸς τῶν στυφόντων ἐλαίου ἤτοι μυρσίνου ἢ ῥοδίνου
11. ἢ μηλίνου ἢ σχινίνου ἢ μαστιχίνου ἢ κυπρίνου. εἰ δ’ ἰσχυρότερον
12. ἤτοι τῆς λεπίδος ἢ τοῦ ἰοῦ, παρεσκευάσθω γάρ σοι
13. τούτων ἑκατέρου βραχὺ λεῖον ἀκριβῶς, ἵν’ ἐν τῷ μαλάττειν
14. προσβάλλῃς. ἐγὼ δὲ, ὡς ἴστε, καὶ προσεπιπάττω τι τῶν
15. πραέων φαρμάκων τῷ ἕλκει καὶ κατ’ αὐτοῦ τὸ πρῶτον ἐπιτίθημι
16. φάρμακον ἐμπλαστρῶδες. εὔδηλον δ’ ὅτι πραέα λέγω
17. φάρμακα διφρυγὲς, σαρκοκόλλαν, χαλκῖτιν κεκαυμένην, ὁμοίως
18. δὲ καὶ τὸν χαλκὸν καὶ τὸν ἰὸν κεκαυμένον καὶ τὸ χάλκανθον.
19. ἄκαυστα μὲν γὰρ ταῦτα πάντα δριμέα, καυθέντα δὲ
1. μέτρια, πλυθέντα δὲ μετὰ τὴν καῦσιν ἄδηκτα γίγνεται. ἄμεινον
2. δὲ καὶ τὴν ἔμπλαστρον αὐτὴν μεταῤῥυθμίζειν, ὡς εἴρηται,
3. τῇ μίξει καί τι τῶν ἄλλων ἐπιτιθέναι φαρμάκων, ὧν
4. ἐφεξῆς Ἀνδρόμαχος ἐμνημόνευσε, μὴ μόνον ὁρῶντας δυνάμεις
5. τῶν μιγνυμένων, ἀλλὰ καὶ τὰς ποσότητας, ὥσπερ ἐπ’ αὐτοῦ
6. τοῦ νῦν εἰρημένου. τετραπλάσιος γὰρ ὁ κηρὸς μίγνυται συναμφοτέρῳ
7. τῷ τε ἰῷ καὶ τῇ τοῦ χαλκοῦ λεπίδι. μιχθεὶς οὖν
8. τριπλάσιος ἰσχυρότερον αὐτὸν ποιήσει, καθάπερ γε κᾂν πενταπλάσιος,
9. ἀσθενέστερον. οὕτως οὖν πράττειν χρὴ κᾀπὶ τῶν
10. ἄλλων, οἷον ἐπὶ τοῦ μετὰ τὸ προειρημένον φάρμακον γεγραμμένου
11. κατὰ τὴν ἑξῆς τάξιν ὀγδόου, συμμετρίαν ἔχοντος
12. τήνδε. ♃ χρυσοκόλλης δραχ. β΄. λεπίδος δραχ. β΄. κηροῦ δραχ. στ΄. διφρυγοῦς
13. δραχ. β΄. λιθαργύρου δραχ. η΄. ῥοδίνου ἢ μυρσίνου ὀλίγον.
14. ἐν τούτῳ τῷ φαρμάκῳ χρυσοκόλλα μὲν καὶ διφρυγὲς
15. αὐτὰ καθ’ αὑτὰ μόνα καταπαττόμενα τοῖς κακοήθεσιν ἕλκεσιν
16. ἱκανὰ θεραπεύειν ἐστίν. ἡ λεπὶς δὲ ἰσχυρότερον καὶ
17. τραχυντικώτερον καὶ δηκτικώτερον φάρμακόν ἐστι, καὶ διὰ
18. τοῦτο λιθάργυρον ἔμιξεν ὁ συνθεὶς τὸ φάρμακον, ὑπειδόμενος
1. τὸ βίαιον τῆς λεπίδος, ἐκλῦσαί τε βουληθεὶς αὐτὸ τῇ
2. μίξει τοῦ μαλακωτέρου φαρμάκου. καὶ εἴ τις ἄνευ κηροῦ τὰ
3. τέτταρα μίξειε κατὰ τὴν εἰρημένην συμμετρίαν, ἕξει φάρμακον
4. ξηρὸν ἐπίπαστον οὐκ ἀγεννὲς εἰς τὴν τῶν κακοήθων
5. ἑλκῶν ἴασιν. ἀλλ’ ἔμπλαστρόν γε βουλομένῳ σοι ποιῆσαι τόν
6. τε κηρὸν ἀναγκαῖόν ἐστι μιγνύναι. καὶ διὰ τὸ τῶν μεταλλικῶν
7. πλῆθος ἐξ ἀνάγκης καὶ τῶν ὑγρῶν ἐμνημόνευσεν ὁ Ἀνδρόμαχος
8. ἐν τῇ προκειμένῃ δυνάμει ῥοδίνου τε καὶ μυρσίνου. πάνυ
9. γὰρ ὁ κηρὸς ὀλίγος ἐστὶν, ὡς πρὸς τὸ τῶν μεταλλικῶν πλῆθος.
10. ὅπου τοίνυν τῆς χρυσοκόλλης μὲν καὶ τῆς λεπίδος καὶ
11. τοῦ διφρυγοῦς, ἐκ δυοῖν δραχμῶν τῶν εἰρημένων, τῆς λιθαργύρου
12. δὲ ὀκτὼ μίγνυσθαι κελεύει, τεσσαρεσκαίδεκα δηλονότι
13. τὰς πάσας ἐργαζόμενος ἢ κηρὸν λιπαρὸν ἐδεῖτο μῖξαι πάμπολυ
14. ἢ προσμῖξαί τι τῷ φαρμάκῳ τῶν ἐλαιωδῶν. ἐπὶ δὲ
15. τοῦ προειρημένου φαρμάκου τετραπλάσιος ἦν ὁ κηρὸς τῶν
16. μεταλλικῶν. ἔξεστιν οὖν ἡμῖν ἀφελοῦσι τὴν λιθάργυρον ἐκ
17. τῶν ἄλλων συντιθέναι τὸ φάρμακον, ὥσπερ ἐγώ ποτε ἐποίησα.
18. εἰ γὰρ τοῦτο πράξειέ τις, οὐ δεήσεται τοῦ μυρσίνου,
19. λιπαροῦ γε, ὡς ἔφην, ὄντος τοῦ κηροῦ. σκληρὸς δ’ εἴπερ
1. εἴη, δεήσει προσθεῖναί τι καὶ τῶν ὑγρῶν. διὰ τοῦτο οὖν
2. μοι δοκοῦσιν ἔνιοι καὶ τὰ τοιαῦτα φάρμακα προσγεγραφέναι
3. τῷ κηρῷ, τινὲς μὲν τοῦ νέου, τινὲς δὲ τοῦ προσφάτου,
4. οὐ μὰ Δία τῆς ἡλικίας αὐτοῦ χρῄζοντες, ὥσπερ ἐπ’ ἄλλων
5. φαρμάκων, ἀλλὰ τῆς ὑγρότητος. ἔστι μὲν γὰρ ὄντως κρείττων
6. ὁ νέος, ἀλλ’ οὐχ ὥστε φεύγειν ἤδη τὸν δυοῖν ἢ τριῶν
7. ἐτῶν. ἐπὶ δὲ τὴν ἐφεξῆς τῇδε γεγραμμένην ἔμπλαστρον ἰέναι
8. καιρὸς οὕτως ἔχουσαν. ♃ διφρυγοῦς δραχ. πδ΄. λιθαργύρου
9. δραχ. σμ΄. κηροῦ δραχ. τιη΄. ἐλαίου κο. στ΄. εἴη δ’ ἂν τοῦτο τὸ
10. φάρμακον ἐπουλωτικὸν, ἑλκῶν οὐδέπω μὲν κακοήθων, ἤδη
11. δὲ δυσεπουλώτων. ξηραίνει μὲν γὰρ, ἀλλ’ οὐκ ἰσχυρῶς, ὥσπερ
12. τὸ μετ’ αὐτὸ γεγραμμένον, οὐ μὴν οὐδ’ ἐν τηλικαύτῃ συμμετρίᾳ
13. σκευάζειν αὐτὸ προσήκει. ταὐτὸν γὰρ αὐτῷ τοῦτό
14. ἐστι. ♃ διφρυγοῦς δραχ. ιδ΄. λιθαργύρου δραχ. μ΄. κηροῦ δραχ. νγ΄.
15. μυρσίνου ἐλαίου γο ι΄. ἑξαπλάσια γὰρ τούτων ἐστὶ τὰ ὑπὸ
16. τοῦ Ἀνδρομάχου γεγραμμένα. τοῦτο μὲν οὖν ἐπουλωτικὸν
17. ὄντως ἐστὶν ὅμοιον τῷ διὰ καδμείας καὶ τῇ γλυκείᾳ καλουμένῃ,
18. περὶ ὧν κατὰ τὸν ἑξῆς λόγον εἰρήσεται. τὸ δὲ μετ’
1. αὐτὸ γεγραμμένον ἰσχυρότερον μὲν, οὐ μὴν ἐγγύς γε τῷ
2. πρώτῳ τῶν ἓξ τούτων, ἑβδόμῳ δ’ ἀπὸ τῆς πρώτης ἀρχῆς,
3. εἰς ὃν τήν τε λεπίδα καὶ τὸν ἰὸν ἔμιξε τετραπλασίῳ κηρῷ.
4. διφρυγοῦς γὰρ ἐπὶ τούτοις δραχ. ιστ΄. μιγνὺς, λιθαργύρου μὲν
5. ἐπιβάλλει δραχ. μή. κηροῦ δὲ ξστ΄. εἶτα διὰ τὸ τούτων πλῆθος
6. ἠναγκάσθη μιγνύειν αὐτοῖς μυρσίνου κο. α΄ S". ἀριθμείσθω
7. τοιγαροῦν ἡμῖν ἐν τοῖς ἐπουλωτικοῖς καὶ τοῦτο. καὶ
8. τὸ μετ’ αὐτὸ δὲ ταὐτοῦ μέν ἐστι γένους, πρᾷον δὲ ἱκανῶς
9. καὶ ἄδηκτον ἐκ μολύβδου κεκαυμένου καὶ πεπλυμένου καὶ
10. σποδίου καὶ καδμείας καὶ διφρυγοῦς καὶ τερμινθίνης συγκείμενον.
11. Ζήνωνα δέ φησι καὶ χαλβάνην αὐτῷ μιγνύειν, ὅπερ
12. ἐμοὶ περιττὸν εἰς τὰ προκείμενα φαίνεται. γράφει δ’ οὖν
13. αὐτοῦ τὴν συμμετρίαν τοιάνδε. ♃ τοῦ μὲν πεπλυμένου
14. μολύβδου δραχ.β΄. τοῦ δὲ σποδίου δραχ. δ΄. καὶ τῆς καδμείας
15. ὡσαύτως δραχ. δ΄. τοῦ διφρυγοῦς δὲ α΄. ἢ δ΄. ἀναλαμβάνει δὲ
16. αὐτὰ δραχ. στ΄. τῆς τερμινθίνης. τὸν δὲ Ζήνωνά φησι τῆς χαλβάνης
17. μιγνύναι δραχ. S". ἄλλως δ΄. εἰ μὲν ὡς πρὸς τὸ μαλάξαι
18. τὰ τυλώδη καὶ σκληρὰ χείλη καὶ διὰ τοῦτο καλούμενα 
1. πρός τινων ὀχθώδη καλῶς μιγνύντα, εἰ δ’ ὡς πρὸς τὴν
2. κακοήθειαν τοῦ ἕλκους, οὐκ ὀρθῶς. κᾂν μὴ προσλάβῃ δὲ τῆς
3. χαλβάνης ἔτι καὶ οὕτως ἀπολείπεται τῆς τῶν κακοήθων ἑλκῶν
4. ἰσχύος. εἰκότερον οὖν ὡς ἐπουλωτικὰ τὰ δώδεκα ταῦτα
5. ἐφεξῆς ἀλλήλων ἔγραψε φάρμακα. πλὴν γὰρ δυοῖν ἐν αὐτοῖς,
6. τοῦ τε κατὰ τὴν τάξιν ἀπὸ τῆς ἀρχῆς ἑβδόμου καὶ τοῦ μετ’
7. αὐτὸ, τἄλλα πάντα δυσεπουλώτων μὲν ἐστιν ἑλκῶν ἰατικὰ,
8. κακοήθων δ’ οὐκ ἔτι. καὶ γὰρ τὸ δωδέκατον ἐπ’ αὐτοῖς
9. ὁμοίως ἐπουλωτικὸν μέν ἐστιν, ἀσθενέστερον δὲ ἢ ὣς γε κακοήθη
10. θεραπεύειν. ἡ δὲ σύνθεσις καὶ τούτου τοιάδε τίς ἐστι.
11. ♃ μολυβδαίνης δραχ. ρ΄. διφρυγοῦς δραχ. ιστ΄. σώρεως δραχ. ι΄. μίσυος
12. κυπρίου ὀπτοῦ δραχ. η΄. ῥητίνης τερμινθίνης δραχ. η΄. κηροῦ
13. δραχ. μ΄. μυρσίνου δραχ. μ΄. . διὰ βραχυτέρας δὲ συμμετρίας
14. ἀνάλογον ἐχούσης τῇδε συντιθέναι χρὴ πάντα τὰ τοιαῦτα
15. φάρμακα γινώσκοντας ὑμᾶς, σκληρὰ καὶ λιθώδη γίγνεσθαι
16. ταχέως αὐτά. τοσοῦτον οὖν ἄμεινον ἑκάστου σκευάζειν, ὅσου
17. περ ἂν ᾖ χρεία. καὶ μάλιστα ἐὰν χειμὼν διαδέχηται τὴν χρῆσιν
1. αὐτῶν. εἰ δὲ τέταρτον μέρος ἑκάστου τῶν εἰρημένων
2. λαμβάνοις, τῆς μὲν μολυβδαίνης πέντε καὶ εἴκοσι ἔσονται
3. δραχμαὶ, τέσσαρες δὲ τοῦ διφρυγοῦς, δύο δὲ καὶ ἡμίσεια τοῦ
4. σώρεως, τοῦ δὲ ὀπτοῦ μίσυος δύο καὶ τῆς τερμινθίνης δραχ. θ΄.
5. ἄλλως β΄. κηροῦ δὲ καὶ μυρσίνου τὸ ἴσον ἑκατέρου δραχ. ι΄.
6. συναμφότεροι δὲ δηλονότι τῶν εἴκοσιν. ἐπὶ πάντων δὲ τῶν
7. τοιούτων φαρμάκων τήξας τὰ τηκτὰ καὶ ψύξας, ἔπειτα ξύσας
8. μίγνυε τοῖς ξηροῖς ἀκριβῶς λελειωμένοις. ἐὰν γὰρ ἐπικαταχέῃς
9. αὐτοῖς τὰ τηκτὰ, συμβαίνει πολλάκις ἐγκηρίδας γίγνεσθαι,
10. καὶ μάλισθ’ ὅταν ᾖ κρύος. εἰ δ’ ἐν ἡλίῳ θερμῷ
11. τὴν μίξιν ποιοῖς, καὶ καταχεῖν ἐγχωρεῖ κινοῦντα σφοδρῶς, τὰ
12. μὲν πρῶτα τῇ σπάθῃ, τῷ δοίδυκι δ’ ὀλίγον ὕστερον. ἄμεινον
13. δὲ ἐπὶ τῶν τοιούτων πάντων τὴν σπάθην φοίνικος
14. εἶναι κλάδον. ταῦτα μὲν οὖν ὁ Ἀνδρόμαχος ἔγραψεν, ὡς
15. ἔφην, ἀδιορίστως ιβ΄. φάρμακα προγράψας αὐτῶν κοινῇ τοῦτο
16. μόνον, ὥς ἐστιν ἐπουλωτικά. τὴν διαφορὰν δ’ αὐτῶν ἐξηγησάμην
17. ἐγὼ σαφῶς ὡς νομίζω, ποδηγῆσαι δυναμένην ἄνδρα
18. συνετὸν εἰς τὴν κατὰ μέρος ἐπιδέξιον χρῆσιν. ἔξωθεν δὲ
1. τούτων ἄλλων ἐμνημόνευσε πολυχρήστων φαρμάκων, ὥσπερ
2. εἰς ἄλλας πολλὰς διαθέσεις ἐπιτηδείων, οὕτως καὶ εἰς τὴν
3. τῶν δυσεπουλώτων, ὧν κᾀγὼ μνημονεύσω κατὰ τὸν ἑξῆς
4. λόγον, ἔνθα περὶ τῶν πολυχρήστων φαρμάκων διέξειμι. νυνὶ
5. δὲ περὶ τῶν ἰδίως ἁρμοττόντων τοῖς κακοήθεσι καὶ δυσεπουλώτοις
6. ὁ λόγος ἐστί μοι. καὶ μᾶλλόν γε περὶ τῶν κακοήθων,
7. ἃ καὶ χειρώνεια καλοῦσιν ἔνιοι, καθάπερ καὶ αὐτὸς
8. ὁ Ἀνδρόμαχος. ἐφεξῆς γοῦν ὧν ἄρτι πέπαυμαι λέγων
9. δώδεκα φαρμάκων δύο μὲν πρὸς ἄνθρακας, ἓν δὲ πρὸς ἕρπητας,
10. γράψας ἐπὶ τοῖς τρισὶ τέταρτον ἄλλο κατὰ τήνδε
11. τὴν λέξιν ἔγραψεν. ἐπουλωτικὴ πρὸς τὰ χειρώνεια Διοσκορίδου.
12. πσικιλώτερον μὲν, οὐ μὴν ἰσχυρότερον φάρμακον τοῦ
13. προγεγραμμένου συνθεὶς, καθ’ ὃ τετραπλάσιον ἐμίγνυε τὸν
14. κηρὸν συναμφοτέρου, τῆς τε λεπίδος καὶ τοῦ ἰοῦ. κατὰ δὲ
15. τὸ νῦν προκείμενον ἐλάττονα βαλὼν τὸν κηρὸν τῆς τῶν
16. μεταλλικῶν ἀναλογίας τήκειν αὐτὸν κελεύει μυρσίνῳ ἢ ῥοδίνω
17. ὀλίγῳ, μὴ προσγράψας αὐτῶν τὴν ποσότητα. παραγράψω
18. δὲ ἤδη τὸ σύμπαν αὐτοῦ κατὰ τὴν τοῦ Ἀνδρομάχου
1. λέξιν. ἐπουλωτικὴ πρὸς τὰ χειρώνεια Διοσκορίδου. ♃
2. χρυσοκόλλης δραχ. β΄. ἰοῦ ξυστοῦ δραχ. β΄. λεπίδος δραχ. β΄. κηροῦ
3. δραχ. στ΄. διφρυγοῦς δραχ. β΄. λιθαργύρου δραχ. η΄. ῥοδίνου ἢ μυρσίνου
4. ὀλίγον, ὥστε τακῆναι. τοῦτο τὸ φάρμακον ἀκριβῶς
5. ταὐτόν ἐστι τῷ προγεγραμμένῳ, κατὰ τὰ δώδεκα ἐπουλωτικὰ
6. μετὰ τὸ διὰ τῆς λεπίδος καὶ τοῦ ἰοῦ τῇ τάξει, καθάπερ
7. ἔφην, ὄγδοον ἐν αὐτοῖς, ἑνὶ μόνῳ πλεονεκτοῦν ἐκείνου
8. τῷ ἰῷ, καὶ διὰ τοῦτο ἐκεῖνο μὲν ἐν τοῖς ἐπουλωτικοῖς ἔγραψεν,
9. ἐπὶ τούτου δὲ μείζονα τὴν ἐπαγγελίαν ἐποιήσατο πρὸς
10. τὰ χειρώνεια φήσας ἁρμόττειν αὐτό. καὶ μέντοι καὶ κατὰ
11. τοῦτο καλλίστου φαρμάκου μνημονεύει γράφων οὕτως. ἐπουλωτικὴ
12. ἐκ τῶν Πριμίωνος πρὸς τὰ ἀπεγνωσμένα. βούλεται
13. δ’ αὐτῷ τοὔνομα τὸ ἀπεγνωσμένα σημαίνειν ἐκεῖνα τῶν ἑλκῶν,
14. ὅσα πολλοὶ θεραπεῦσαι σπουδάσαντες οὐκ ἔτυχον τοῦ
15. τέλους, ἀλλ’ ἀπέστησαν ὡς ἀνιάτων. χρὴ θαῤῥεῖν τῷ φαρμάκῳ
16. τῷδε τά τ’ ἄλλα καὶ τῇ πείρᾳ κεκριμένῳ. σύνθεσιν
17. δ’ αὐτοῦ γράφει τήνδε. ♃ σώρεως δραχ. κδ΄. στυπτηρίας σχιστῆς
1. δραχ. ιστ΄. σιδίων δραχ. ιστ΄. ἀσβέστου δραχ. ιστ΄. λιβάνου
2. δραχ. λβ΄. κηκίδος δραχ. λβ΄. κηροῦ δραχ. ρκ΄. στέατος μοσχείου
3. δραχ. ρξ΄. ἐλαίου παλαιοῦ κοτύλην α΄. αὕτη μὲν ἡ συμμετρία
4. τῶν μιγνυμένων ἁπλῶν φαρμάκων, εἰ τὴν τοῦ προκειμένου
5. συνθέτου κατασκευήν. ὅπως δὲ χρὴ σκευάζειν αὐτὸ παρέλιπεν,
6. ὥσπερ καὶ ἐπὶ ἄλλων πολλῶν ἀναγκαίαν ἐχόντων τὴν
7. διήγησιν τῆς σκευασίας. ἐπὶ τούτου μὲν γὰρ καὶ πάνυ ῥᾴδιός
8. ἐστιν, ὡς ὀλίγον ὕστερον εἰρήσεται. γινώσκειν δὲ ὑμᾶς
9. βούλομαι πρὸ πάντων ὡς ἐὰν μὴ παρείη ποτὲ μόσχειον
10. στέαρ, ἀντ’ αὐτοῦ μιγνύναι τὸ παλαιὸν ὕειον, ὃ καλοῦσιν
11. ἀξούγγιον. ἄναλον δ’ εἶναι χρὴ τοῦτο καὶ μὴ πάνυ πολλῶν
12. ἐτῶν. ἔστιν οὖν καὶ τὸ παλαιὸν ἔλαιον ἱκανῶς διαφορητικὸν,
13. ἔστι δὲ καὶ τὸ στέαρ ἀδήκτως ἄμφω τοῦτο δρῶντα.
14. τὸ δὲ βόειον ὁμοίως μέν ἐστι διαφορητικὸν, ἄδηκτον δ’ οὐχ
15. ὁμοίως. ἐν τῷ μεταξὺ δ’ ἀμφοῖν ἐστι τὸ μόσχειον, ὅσῳ τοῦ
16. χοιρείου δριμύτερόν ἐστι, τοσούτῳ τοῦ βοείου μαλακώτερον
17. ὑπάρχει. τὸ μὲν οὖν φάρμακον, ὑπὲρ οὗ πρόκειται λέγειν,
18. ἰσχυρότατα μὲν ἔχει σῶρυ καὶ τὴν σχιστὴν στυπτηρίαν καὶ 
1. τὰ σίδια καὶ τὴν κηκίδα, οὐ μὴν διαφορητικήν γε δύναμιν
2. ἔχοντα γενναίαν, ἀλλὰ τὴν καλουμένην στυπτικήν. εὔδηλον,
3. δ’ ὅτι κηκίδα μὲν ἀεὶ βάλλειν προσήκει τὴν ὀμφακῖτιν ὀνομαζομένην,
4. στυπτηρίαν δὲ τὴν Αἰγυπτίαν τε καὶ σχιστήν.
5. εἰ δὲ ἀπορήσαιμεν αὐτῆς, τὴν στρογγύλην παχυμερεστέραν
6. μὲν οὖσαν τῆς σχιστῆς, οὐχ ἧττον δὲ στύφουσαν. ὅτι δὲ σίδια
7. τὰ τῆς ῥοιᾶς λέμματα καλεῖται πάντες γινώσκουσιν.
8. ὀλιγοχρόνιός γε μήν ἐστι τῆς ἀκμῆς αὐτῶν ὁ καιρὸς, ἐάν
9. τις θέλῃ ξηρὰ κόπτειν τε καὶ λειοῦν. ἅμα γὰρ τῷ ξηραίνεσθαι
10. καὶ τὴν δύναμιν ἀσθενεστέραν ἔχει τὰ σίδια μετὰ τῆς
11. διαφορουμένης ὑγρότητος αὐτῶν ἀπολλυμένην. ἀσφαλέστερον
12. οὖν ἐστιν ἔγχυλα λαβόντα προαφεψεῖν ἐν οἴνῳ μέχρις ἂν
13. εὐλείωτα γένηται. χρὴ δὲ τὸν οἶνον αὐστηρὸν μὲν εἶναι πάντως,
14. ἀλλὰ μήτε λίαν νέον· οἱ γὰρ αὐστηροὶ παχυμερεῖς εἰσι,
15. πρὶν χρονισθῆναι· μήτε λίαν παλαιὸν, ὡς ἤδη δριμὺν ὑπάρχειν
16. αὐτόν. ὁ μὲν γὰρ νέος οὐκ εἰσδύεται τῷ βάθει τοῦ
17. σώματος, ὁ δὲ παλαιὸς δριμὺς καὶ δακνώδης ἐστίν. ἀμείνων
18. οὖν ὁ μέσος κατὰ τὴν ἡλικίαν. εἴη δ’ ἄν οὗτος τοὐπίπαν
19. ἐν τῷ μεταξὺ τοῦ τε πενταετοῦς καὶ τοῦ δεκαετοῦς.
1. ἀνασμνῆσαι δὲ καὶ νῦν ἀναγκαῖόν ἐστι τοῦ πολλάκις πολλοῖς
2. εἰρημένου περὶ τῶν αὐστηρῶν καὶ στρυφνῶν καὶ ὅλως
3. στυφόντων οἴνων τε καὶ σιτίων καὶ φαρμάκων, ἔτι δὲ πρότερον
4. ὑπὲρ τῶν κατὰ τὰς εἰρημένας φωνὰς σημαινομένων.
5. ἐκ μὲν γὰρ τῆς αὐστηρὸν τὸ μετρίως στῦφον σημαίνεται
6. παρὰ τοῖς Ἕλλησιν, ἐκ δὲ τῆς στρυφνὸν τὸ βιαίως καὶ
7. σφοδρῶς. τὸ δ’ ἀμφοῖν γένος κοινὸν ἐκ τοῦ τῆς στύψεως
8. ὀνόματος δηλοῦται, μὴ προσδιασαφουμένου πότερα σφοδρῶς
9. ἢ ἀμυδρῶς. πάντα μὲν οὖν τὰ στύφοντα συνάγει καὶ πυκνοῖ
10. τοὺς πόρους κᾀπιδεῖ καὶ σφίγγει τὴν οὐσίαν τῶν ὁμιλούντων
11. ἑαυτοῖς μορίων. ἧσσον δὲ καὶ μᾶλλον ἐργάζεται
12. τοῦτο πρὸς τὸ ποσὸν τῆς στύψεως. ἐν δὲ τῷ σφίγγεσθαι
13. καὶ πυκνοῦσθαι τὸ ἐπιπολῆς τοῦ στυφομένου σώματος ἀποκλείεταί
14. τε καὶ κωλύεται πρὸς τὸ βάθος ἰέναι τῶν στυφόντων
15. ἡ δύναμις. καὶ διὰ τοῦτο καλῶς ἐπενόησαν ἔνιοι τῶν
16. ἰατρῶν μιγνύναι τοῖς τοιούτοις φαρμάκοις ἕτερα λεπτομερῆ
17. καὶ δριμεῖαν ἔχοντα δύναμιν ἕνεκα τοῦ δι’ αὐτῶν εἰς τὸ
18. βάθος τοῦ σώματος ἄγεσθαι ποδηγουμένας τὰς τῶν στυφόντων
19. δυνάμεις. τοῦτ’ οὖν αὐτὸ νοήσας ὁ συνθεὶς αὐτὸ τὸ
1. προκείμενον φάρμακον ἔμιξεν αὐτῷ τὴν τίτανον ἄσβεστον.
2. ἐν δὲ τῇ τοῦ Ἀνδρομάχου βίβλῳ παραλέλειπται μὲν ἡ τῆς
3. τιτάνου προσηγορία, τὸ δὲ τῆς ἀσβέστου μόνον ὄνομα γέγραπται,
4. πολλὰ καὶ ἄλλα τῶν ἰατρῶν ἕνεκα συντόμου λέξεως
5. οὕτως ἑρμηνευόντων. αὐτίκα χοῦν ἐν αὐτοῖς τοῖς
6. φαρμάκοις, ὅσα πρὸς δυσεπούλωτα καὶ κακοήθη συντεθείκασι,
7. λεπίδος ἁπλῶς γεγραμμένης χωρὶς τοῦ προσκεῖσθαι
8. χαλκοῦ καὶ σχιστῆς χωρὶς στυπτηρίας καὶ τὸ τερμινθίνης
9. χωρὶς τοῦ προσκεῖσθαι τὸ ῥητίνης· προσυπακούομεν αὐτοῖς
10. τὰ παραλελειμμένα κατὰ τὴν λέξιν οὕτως, ὥσπερ καὶ νῦν
11. ἐπὶ τῆς ἀσβέστου τὴν τίτανον. ὀνομάζουσι γὰρ κατ’ ἐξοχὴν
12. τὴν αὐτὴν μόνην ἐσβεσμένην τε καὶ ἄσβεστον, οὐχ ἧττον καὶ
13. τοῖς ἄλλοις ὅσα καίεται, πρεπούσης τῆς προσηγορίας. μίξας
14. οὖν τὴν ἄσβεστον τίτανον ὁ συνθεὶς τὴν ἔμπλαστρον τήνδε
15. τοῖς στρυφνοῖς φαρμάκοις, ἰσχυρὸν εἰργάσατο τὸ ἐξ ἁπάντων
16. σύνθετον ἕνεκα τοῦ μέχρι τοῦ βάθους ἀφικνεῖσθαι τὴν
17. δύναμιν αὐτοῦ. ἐπεὶ δὲ ἐξ ἰσχυροτάτων φαρμάκων ἡ σύνθεσις
18. ἐγεγόνει, παρηγορικὸν δ’ οὐδὲν οὐδὲ πραϋντικὸν, οὐδὲ
1. τῆς πεπτικῆς ὕλης εἶχεν, εἰκότως ἔμιξεν αὐτῷ πυοποιὸν φάρμακον
2. τὸν λιβανωτόν. εἰ μὲν οὖν ξηρῷ τῷ συνθέτῳ χρῆσθαί
3. τις ἔμελλεν, ἐπιπάττων αὐτὸ κατὰ τοῦ ἕλκους, ἦν ἂν
4. οὕτω γε σφοδρὸν ἱκανῶς καὶ δακνῶδες καὶ τραχυντικὸν καὶ
5. διαβρωτικόν. ἐπεὶ δ’ ἔμπλαστρον αὐτὸ προὔκειτο ποιῆσαι,
6. δῆλον μὲν ὅτι ῥητίνης ἢ κηροῦ μικτέον ἦν ἢ καὶ πρὸς τούτοις
7. στέατος ἢ μυελοῦ, καὶ εἰ μηδέπω σύστασιν ἐμπλαστρώδη
8. διὰ τούτων λάβοι προσβαλεῖν ἐλαίου τινός. ὅταν δὲ προσθῶ
9. τό τινος, ἀκούειν χρή σε πρὸς τῷ κυρίως τε καὶ ἁπλῶς
10. ἐλαίῳ λεγομένῳ καὶ τὸ μετὰ προσθήκης ὀνομαζόμενον ῥόδινον
11. ἔλαιον ἢ μύρσινον ἢ κύπρινον ἢ τι τοιούτων. διώρισται
12. γὰρ ἤδη πολλάκις ὅπῃ διαφέρει μύρον εἰπεῖν ῥόδινον
13. ἐλαίου ῥοδίνου καὶ μύρον κύπρινον ἐλαίου κυπρίνου καὶ
14. τῶν ἄλλων ὁμοίως. εἰκότως οὖν ἡ τῶν τοιούτων φαρμάκων
15. μίξις οὐχ ἡ αὐτὴ γέγονεν ἅπασι τοῖς συνθεῖσι τὰς τοιαύτας
16. ἐμπλάστρους. ὅτι γὰρ αἰτίαι πλείους εἰσὶ τῆς τοιαύτης διαφορᾶς
17. οὐκ ἐξ ἐπινοίας, ἀλλ’ ἐμπειρίας εὗρον ἐμαυτῷ συμβεβηκυίας.
18. ἐνίοτε μὲν γὰρ ἐξ ὀλίγων τὸν ἀριθμὸν τῶν ἁπλῶν
1. ἔσπευσα συνθεῖναι τὸ φάρμακον, ἐνίοτε δὲ ἐκ πλειόνων, ἔστι
2. δ’ ὅτε καὶ πλείστων ἢ πάντων τῶν ὁμογενῶν. καὶ μέντοι
3. καὶ τῷ τινὰ μὲν ἔχειν ἄφθονα, τινὰ δ’ οὐδ’ ὅλως ἢ ἐλάχιστα
4. κατὰ τὸν καιρὸν ἐκεῖνον ἐξ ὧν εἶχον, περὶ τὴν σύνθεσιν
5. ἐτραπόμην τοῦ φαρμάκου τῆς χρείας ἐπειγούσης, εἶθ’.
6. εὑρὼν αὐτὸ τῇ πείρᾳ δόκιμον, οὕτως ἐχρησάμην ἀεί. πολλάκις
7. δ’ ἑκὼν ἔνια μὲν ἰσχυρότερα τῶν συνθέτων φαρμάκων,
8. ἔνια δὲ ἀσθενέστερα ποιῆσαι προθέμενος, ὡς πρὸς πλείονας
9. ἔχειν διαθέσεις ἁρμόττοντα φάρμακα, διαφερούσας ἐποιησάμην
10. τὰς συνθέσεις, καὶ μέντοι κᾀκ τοῦ πλειόνων χρῄζειν δυνάμεων
11. τὸ τὴν ἕλκωσιν ἔχον μόριον, ὥσπερ ὅταν ἅμα τε
12. κοῖλον καὶ πλαδαρὸν καὶ ῥυπαρὸν ὀχθῶδές τε τοῖς χείλεσι
13. καὶ ῥευματιζόμενον ἐκ τῶν ὑπερκειμένων. ἐὰν γὰρ ἁρμόζεσθαί
14. τις ἐθέλοι πρὸς ἅπαντα τὰ συμβεβηκότα τοῖς ἡλκωμένοις
15. οὕτω μορίοις, ἀναγκαῖον αὐτῷ διαφορουσῶν δυνάμεων
16. ὕλας μιγνύειν. ἐὰν δ’ ἕν τι πρῶτον, ὃ κατεπείγει, θεραπεύειν
17. ἐθέλῃ τῶν ἄλλων ἀμελῶν, οὐκ ἀναγκαῖον εἰς ποικιλίαν
18. φαρμάκων ἐκτρέπεσθαι. δῆλον οὖν ὅτι καὶ οἱ πρὸ 
1. ἐμοῦ συνθέντες τὰ τοιαῦτα φάρμακα διὰ τὰς προειρημένας
2. αἰτίας διηνέχθησαν, οἷον εὐθέως ἐπὶ τοῦ προκειμένου νῦν
3. φαρμάκου τὸ μόσχειον εἵλετο στέαρ συνθεὶς, ἐπειδὴ μαλακτικόν
4. ἐστι τῶν ἐσκληρυσμένων χειλῶν. ἔμελλεν οὖν αὐτῷ διττὴν
5. παρέξειν χρείαν, τὴν μὲν ἑτέραν ὡς μαλακώδη εἰς ἕνωσιν
6. τῶν ξηρῶν, ἃ πρώτως ἦν ὠφέλιμα, τὴν δ’ ἑτέραν, ὅπως
7. καὶ αὐτό τι τῶν συμβεβηκότων τῷ πεπονθότι μορίῳ θεραπεύοι.
8. ἔτι δ’ ἂν μᾶλλον ὠφελίμως μιχθείη μυελὸς ἐλάφειος
9. ἐπὶ τῶν ἐσκληρυσμένων χειλῶν, ἢ εἰ μὴ τοῦτον ἔχοιμεν, μόσχειος.
10. εἰ δὲ μηδὲν τούτων παρείη, τῶν ὑγρῶν τε καὶ
11. μὴ δριμέων ῥητινῶν τις. ἐκ μὲν γὰρ τῆς ὑγρότητος, ἅμα δὲ
12. καὶ γλισχρότητος, ἣν ἔχουσι σύμφυτον αἱ ῥητίναι πᾶσαι,
13. σύνδεσμος γίγνεται τῶν ξηρῶν φαρμάκων, ἐκ δὲ τοῦ μὴ σαφῶς
14. εἶναι δριμείας τὸ μὴ παροξύνειν τὸ ἕλκος. εἰκότως οὖν
15. ἔμιξάν τινες ἐν ταῖς συνθέσεσι ταῖς τοιαύταις τῶν φαρμάκων
16. ἤτοι τὴν τερμινθίνην ἢ τὴν λάρικα προσαγορευομένην
17. ῥητίνην. μεμνῆσθαι δ’ ὑμᾶς ἐν τῇ συνθέσει χρὴ καὶ τοῦδε,
18. τοῖς πολλοῖς τῶν ἰατρῶν ἀμελουμένου, τισὶ δὲ καὶ δι’ ἄγνοιαν
1. ἁμαρτανομένου. πιστεύουσι γὰρ τοῖς ῥωποπώλαις ἔλαιον παλαιὸν
2. ἐπαγγελλομένοις διδόναι μὴ γιγνώσκοντες ὅπως αὐτὸ
3. παραδιδόναι ποιοῦσι στέαρ παλαιὸν ὕειον, ὅταν ἀκριβῶς
4. ἐξινίσωσι, τήκοντες καὶ ἀναμιγνύντες ἐλαίῳ τῷ κοινῷ. φαίνεται
5. γὰρ οὕτω παχὺ μὲν ὁρῶσιν, ὀσμωμένοις δὲ δυσῶδες,
6. ὡς τὸ παλαιόν. ὁμοία μὲν οὖν ἡ δυσωδία, τῷ δ’ ἀκριβῶς
7. ἑκατέρου μεμνημένῳ σαφὴς ἡ διαφορά. ἄλλη μὲν γὰρ ἰδιότης
8. ἐστὶ τῆς ὀσμῆς στέατος, ἄλλη δὲ ἐλαίου παλαιοῦ. καὶ
9. τὸ πάχος δὲ αὐτοῦ τοῦ δεδολωμένου συνεχὲς οὐκ ἔστιν, οὐδ’
10. ὁμοιομερὲς, ὥσπερ τὸ τοῦ μὴ δολωθέντος, ἀλλὰ καὶ πρὸς
11. τῷ πυθμένι τοῦ ἀγγείου παχύτερον γίγνεται. τὸ δ’ ἐπιπολῆς
12. λεπτότερον, ὅθεν καὶ διακινοῦσιν αὐτὸ, διδόντες τοῖς
13. ὠνουμένοις οἱ παραποιήσαντες. ἀλλὰ κᾂν ἀληθῶς ᾖ τὸ ἔλαιον
14. ἄνευ τῆς τοιαύτης πανουργίας αὐτοφυὲς, ὄνομα μὲν ἔχει
15. τοῦτο δὴ τὸ παλαιὸν, ἡ δύναμις δ’ οὐκ ἐγγύς ἐστι τῷ τριετεῖ
16. πρὸς τὸ τριακονταετὲς ἢ τῷ τετραετεῖ πρὸς τὸ πεντηκονταετές.
17. ἐπικτᾶται μὲν γάρ τινα δῆξιν ἐν τῷ χρόνῳ τό τε
18. ἔλαιον καὶ τὸ στέαρ, ὅταν παλαιωθῇ. ἀλλὰ αὕτη μὲν μεγίστη,
1. μεγίστη δὲ ἡ κατὰ δύναμιν ἐξαλλαγή. διαφορικώτατα
2. γάρ ἐστι τό τε ἔλαιον καὶ τὸ στέαρ, ὅταν παλαιωθῇ. καὶ
3. τούτου πειραθεὶς ἐγὼ διὰ τὸ κατά τινα τύχην ἔλαιόν τε
4. καὶ στέαρ ἔχειν παλαιότατον, τοῦ πατρὸς ἐκ πολλοῦ φυλάττοντος
5. αὐτὰ, αὐτὸς πάλιν ἄμφω κατέθηκα δαψιλῆ,
6. κομιδῇ νέος ὢν, ὅπως ἔχοιμι χρονίζουσιν αὐτοῖς χρῆσθαι
7. μετὰ τὸ καταναλῶσαι τὰ τοῦ πατρός. ἀλλὰ καὶ μετὰ ταῦτα
8. πάλιν οὐκ ὀλιγάκις ἀπεθέμην ἀμφότερα παλαιωθησόμενα.
9. καὶ νῦν ἐστί μοι τοσοῦτον πλῆθος αὐτῶν, ὡς ἐξαρκέσαι κᾂν
10. ἑκατὸν ἔτη ζήσω. καὶ τοίνυν τὸ προκείμενον ἐν τῷ λόγῳ
11. φάρμακον ἔλαιόν τε καὶ στέαρ ἐτῶν τεσσαράκοντα λαβὸν
12. ἀεὶ παρ’ ἐμοὶ τὰ κακοηθέστατα τῶν πολυχρονίων ἑλκῶν
13. ὠφέλησε. ἐλπίδος μειζόνως. ἔστι δὲ τὰ τοιαῦτα τῶν ἑλκῶν,
14. ἐφ’ ὧν αὐτὸ τὸ πεπονθὸς μόριον ἐν καχεξίᾳ τοσαύτῃ γέγονεν,
15. ὡς κᾂν εὔπεπτον ᾖ τὸ παραγιγνόμενον ἐπ’ αὐτὸ τροφῆς
16. ἕνεκεν αἷμα, μεταβάλλειν τε καὶ διαφθείρειν, ἐάν τε κακόχυμον
17. ᾖ τὸ ἐπιῤῥέον εἰς τοσοῦτον, ὡς εἰ καὶ μηδὲν ἐπεπόνθει
18. τὸ μόριον, ὑπ’ ἐκείνου γοῦν αὐτοῦ μόνου διαβιβρώσκεσθαι.
1. θαυμαστῶς οὖν ὁ συνθεὶς αὐτὸ τὰ μὲν στυπτικὰ
2. φάρμακα δύναμιν ἀποκρουστικὴν ἔχοντα παρέλαβεν, ὡς μηδὲν
3. ἐπιῤῥέοι τῷ πεπονθότι μορίῳ κατὰ τὸν τῆς ἰάσεως καιρὸν,
4. τὰ δὲ διαφορητικὰ, χάριν τοῦ τοὺς περιεχομένους ἰχῶρας
5. ἐν τῷ πεπονθότι μορίῳ διαφορῆσαί τε καὶ κενῶσαι.
6. περὶ δὲ τῆς συμμετρίας αὐτῶν ᾧδε ἔχει. τῆς μὲν σχιστῆς
7. στυπτηρίας καὶ τῶν σιδίων, ὡς σφοδρότατα στυφόντων, ἔλαττον
8. ἐνέβαλεν, ἑκκαίδεκα δραχμαῖς ἑκατέρου μίξας εἰς ταὐτὸ,
9. τοῦ σώρεως δὲ τὸ ἡμιόλιον ἑκατέρου, τουτέστι τέσσαρας ἐπὶ
10. ταῖς εἴκοσι, ἧττον μὲν στύφοντος, οὐχ ἧττον δὲ ξηραίνοντος,
11. ἴσον δὲ συναμφοτέρου, τῆς τε σχιστῆς καὶ τῶν σιδίων, ἐνέβαλλε
12. τῆς κηκίδος ἐπὶ ταῖς τριάκοντα δραχμαῖς δύο
13. προσθεὶς, ὡς ἀσθροισθῆναι τὰς πάσας ἐκ τῶν φαρμάκων
14. ὀκτὼ καὶ ὀγδοήκοντα. τούτοις δ’ ἀντέταξεν ἰσχυρῶς διαφορητικόν
15. τε καὶ ξηραντικὸν φάρμακον τὴν ἄσβεστον, ἀρκεσθεὶς
16. ἑκκαίδεκα δραχμαῖς, ἱκαναὶ γὰρ αὗται τὴν τῶν στυφόντων
17. ποδηγῆσαι δύναμιν. ἑκατὸν γοῦν καὶ τεττάρων ἀθροισθεισῶν
18. δραχμῶν ἐκ τῶν μεταλλικῶν φαρμάκων, ἐνεδέχετο μὲν
1. καὶ πλέον αὐταῖς μῖξαι τοῦ λιβανωτοῦ. καὶ τοσούτῳ γε ἂν
2. ἐγεγόνει τὸ φάρμακον πρᾳότερον, ὅσῳ πλέον ἐμέμικτο. σφοδρὸν
3. δ’ αὐτὸ φυλάξαι βουληθεὶς ἔλαττον ἔμιξε. σοὶ δ’
4. ἔξεστι διττῶς αὐτὸ συνθεῖναι. μετὰ γὰρ τὸ λειῶσαι τὰ
5. πρῶτα πέντε καὶ μῖξαι πάνθ’ ὁμοῦ, διελὼν εἰς δύο μοίρας
6. τὸ γενησόμενον ἄθροισμα τῇ μὲν ἑτέρᾳ μοίρᾳ μῖξον ἑκκαίδεκα
7. δραχμῶν τοῦ λιβανωτοῦ, τῇ δ’ ἑτέρᾳ τὸ διπλάσιον,
8. εἶτα τήξας καὶ ψύξας καὶ ξύσας τὴν γενομένην ἐκ τῶν
9. τηκτῶν φαρμάκων κηρωτὴν, διελὼν καὶ ταύτην δίχα τὸ μὲν
10. ἕτερον μέρος μῖξον τῷ πλέονα τὸν λιβανωτὸν ἔχοντι, τὸ δ’.
11. ἕτερον τῷ λοιπῷ. καὶ περὶ τὴν τοῦ κηροῦ δὲ καὶ στέατος
12. συμμετρίαν ὁ πρῶτος στοχασμὸς ἱκανὸν ἔχει τὸ πλάτος,
13. οὐκ εἰδότων ἡμῶν ἀκριβῶς ὁποῖόν τι τῇ συστάσει τὸ φάρμακον
14. ἔσοιτο. μετὰ δὲ τὸ μιχθῆναι πάντα δῆλον γίγνεται
15. πότερον ἁπαλώτερον ἢ σκληρότερον ἀπετελέσθη τοῦ προσήκοντος,
16. ὥστ’ ἐν τῇ δευτέρᾳ συνθέσει προσελθεῖν ἡμᾶς ἀκριβέστερον
17. τῷ στοχασμῷ καὶ τούτων μὲν αὐτῶν καὶ σὺν αὐτοῖς
18. δὲ τοῦ ἐλαίου. ὥσπερ γὰρ ἄνευ λογικῆς μεθόδου συνθεῖναι
19. φάρμακον ἀδύνατόν ἐστιν, οὕτως ἄνευ πείρας οὐχ 
1. οἷόν τε γνῶναι βεβαίως τε καὶ ἀκριβῶς τὴν δύναμιν αὐτοῦ.
2. τοῦτο μὲν οὖν τὸ φάρμακον αὐτὸς ὁ Ἀνδρόμαχος ἔφη τοὺς
3. ἀπεγνωσμένους ἀρήγειν. ἐφεξῆς δ’ αὐτοῦ πρὸς παρωνυχίας
4. τι γράψας, μετ’ αὐτὸ πάλιν οὕτως ἔγραψεν αὐτοῖς ὀνόμασι.
5. πρὸς τὰ κακοήθη ἐπὶ Βαλλερίας Σεκούνδης. προσυπακοῦσαι
6. δὲ δεῖ δηλονότι τὸ ἐχρησάμην. ἡ δ’ ὕλη τοῦ φαρμάκου δηλοῖ
7. θεραπείας μὲν ἀγωνιστικῶς ἀπολειπομένη, παρηγορεῖν δὲ
8. δυναμένη τὰ παροξυνόμενα διὰ τῆς τῶν ἀγωνιστικῶν φαρμάκων
9. προσαγωγῆς. ἡ οὖν σύνθεσις αὐτοῦ τοιάδε τίς ἐστι.
10. ♃ Τυῤῥηνικοῦ δραχ. η΄. προσυπακοῦσαι δὲ δηλονότι τοῦ κηροῦ,
11. στέατος ταυρείου δραχ. δ΄. τερμινθίνης δραχ. δ΄. μολύβδου κεκαυμένου
12. δραχ. δ΄. ἐμμότῳ χρῶ. ταῦτα μὲν ἔγραψεν αὐτῇ λέξει.
13. κακῶς δὲ ἐποίησε μήτε πρὸς τίνα κακοήθη φησὶν ἁρμόττειν
14. αὐτὸ δηλώσας, μήθ’ ὡς ἀγωνιστικὸν, μήθ’ ὡς παρηγορικόν
15. ἐστι προσθείς. ἕτερα γάρ ἐστι παρηγορικὰ φάρμακα,
16. τὰ μὲν καὶ προσωφελοῦντα βραχύ τι τὰς διαθέσεις,
17. ἔνια δὲ καὶ βλάπτοντα βραχύ. τινὰ δὲ μήτ’ ὠφελοῦντα μήτε
18. βλάπτοντα, πραΰνοντα δὲ μόνον τὰς ὀδύνας, ὑπὲρ ὧν αὖθις
1. εἰρήσεται καὶ πολλά γε τοιαῦτα διὰ πείρας μακρᾶς βεβασανισμένα
2. γραφήσεται. καί τινά γε θαυμαστῶς οὕτως ἐπιτετευγμένα
3. ταῖς συμμετρίαις, ὡς ὠφελεῖν μὲν πάντως, ἐνίοτε
4. δὲ καὶ θεραπεύειν αὐτὰς μόνας τὰς διαθέσεις τῶν ἀγρίων
5. ὡς ἂν εἴποι τις ἑλκῶν. ἀλλ’ ἐκ τῆς ἐκείνων ὕλης ὁ μὲν
6. Τυῤῥηνικὸς κηρός ἐστι καὶ ὁ κεκαυμένος μόλυβδος, οὐ μὴν
7. ἡ τερμινθίνη καὶ τὸ ταύρειον στέαρ, ἀλλ’, ὡς ἔφην, ἴδιος
8. ὁ τῶν τοιούτων ἑλκῶν τε καὶ φαρμάκων λόγος ὑπάρχων
9. ὕστερον ἡμᾶς ἀναμένει. νυνὶ δὲ περὶ τῶν δυσαλθῶν ἢ χειρωνείων
10. ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ πρόκειται διελθεῖν,
11. ἐξ ὧν καὶ αἵδ’ εἰσὶν αἱ ἐγγεγραμμέναι κατὰ τὴν τετάρτην
12. Κρίτωνος βίβλον, οὐσῶν τῶν ἁπασῶν ε΄.

Cliquer un n° de page pour en afficher l’image