13. Ἡ διὰ λαδάνου καλλίστη ἐπουλωτικὴ,
15. ἁρμόζουσα δὲ ἐπὶ τῶν ὀχθωδῶν ἑλκῶν καὶ κοίλων. δεῖ δὲ
16. ἀνεπίλυτον τηρεῖν ἐφ’ ἡμέρας τέσσαρας. ♃ πίσσης ξηρᾶς
17. δραχ. ρ΄. ἰοῦ ξυστοῦ δραχ. κδ΄. χαλκοῦ κεκαυμένου δραχ. ιε΄. λεπίδος
1. ἐρυθρᾶς δραχ. κδ΄. λαδάνου γο θ΄. λιθαργύρου λι. γ΄. ἐλαίου
2. ξε. α΄S". οἴνου καλοῦ ξε. α΄ S". ταύτην τὴν ἔμπλαστρον
3. ἐσκεύασα κᾀγὼ, τὴν ὕλην ἀποδεξάμενος, οὐδὲν ἔχουσαν μαλθακῶδες.
4. οὕτως γὰρ Ἱπποκράτης ὀνομάζει τὸ γένος ὅλον
5. τῶν ὑγρότητα σύμφυτον ἐχόντων φαρμάκων, ὁποῖα τὸ στέαρ
6. ἐστὶν, ἅπαντά τε τὰ ἐλαιώδη φάρμακα καὶ δηλονότι τὸ
7. ἔλαιον αὐτὸ καὶ ὕδωρ. ἔχει δέ τι καὶ ἡ ῥητίνη καὶ ὁ κηρὸς
8. μαλθακῶδες. ἐν μέσῳ δ’ αὐτῶν, λέγω δὲ τῶν ξηρῶν τῇ
9. κράσει καὶ τῶν μαλθακῶν, ἐστὶν ἡ πίττα. καὶ διὰ τοῦτο
10. μίγνυται τοῖς γένεσιν ἀμφοτέροις ἀβλαβῶς, ὥσπερ καὶ ἡ λιθάργυρος,
11. ὅσα τε ἄλλα φάρμακα περὶ τὴν μέσην ἐστὶ κρᾶσιν,
12. εἰ καὶ βραχὺ παραλλάττοι ποτὲ πρὸς ὁποτερανοῦν τῶν
13. ἀμετριῶν. τῶν τοιούτων ἐστὶ καὶ ἡ πίττα, κατά γε τὴν
14. τοῦ ξηραίνειν καὶ ὑγραίνειν ἀντίθεσιν, ἀποκεχωρηκυῖα σαφῶς
15. ἤδη τῶν μέσων, κατὰ τὴν ἑτέραν ἀντίθεσιν τῶν θερμαινόντων
16. καὶ ψυχόντων φαρμάκων οὐκ ἔτι· θερμαίνει γὰρ
17. μετρίως καὶ διὰ τοῦτο καὶ τοῖς ἐκπυΐσκουσι φαρμάκοις μίγνυται,
18. ὥστε κατὰ τὸ προκείμενον φάρμακον ἡ μὲν ξηρὰ
1. πίττα τῶν μέσων ἐστὶ καὶ λιθάργυρος ἔτι μᾶλλον, τά τ’ ἄλλα
2. τῶν ξηραντικῶν. δυναμένης δὲ κᾀνταῦθα παρακοῆς γενέσθαι
3. διαλέξομαι περὶ αὐτῆς ἀναμνήσας γε πρῶτον εἰς πολλὰ χρησίμου
4. θεωρήματος, ὃ καὶ κατ’ ἄλλας μὲν εἴρηταί μοι πραγματείας,
5. ἱκανῶς δ’ ἐξείργασται κατά γε τὴν περὶ τῶν
6. ἁπλῶν φαρμάκων καὶ τὴν τῆς θεραπευτικῆς μεθόδου. θερμὸν
7. γὰρ καὶ ψυχρὸν, ὑγρόν τε καὶ ξηρὸν ὀνομάζομεν φάρμακον,
8. ὅ τι περ ἀνθρώπου σῶμα θερμαίνειν ἢ ψύχειν
9. ἢ ξηραίνειν ἢ ὑγραίνειν δύνηται, πρὸς τὴν ἀρίστην κρᾶσιν
10. ἐν ἀνθρώπῳ τὴν ἀναφορὰν ποιούμενοι. μέση δέ τις αὕτη
11. τῶν μεμπτῶν, ἃς καὶ δι’ αὐτὸ τοῦτο θερμὰς ἢ ψυχρὰς ἢ
12. ὑγρὰς ἢ ξηρὰς ὀνομάζομεν, ἀπὸ τῆς ἐπικρατούσης ἐν αὐταῖς
13. εἴτε ποιότητος εἴτε δυνάμεως εἴτ’ οὐσίας εἴτε κράσεως ἐθέλοις
14. φάναι παρονομάζοντες. κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδ’
15. εἰ παρώνυμον ἀπὸ τοῦ πλεονάζοντος ἐν τῇ μίξει στοιχείου
16. τὴν ὅλην κρᾶσιν ἐθέλοις λέγειν, ἐμποδίσεις τῇ τῶν πραγμάτων
17. ἐπιστήμῃ. δέδεικται γὰρ ἐν τῇ θεραπευτικῇ πραγματείᾳ
18. τῶν βοηθημάτων ἡ εὕρεσις γιγνομένη δι’ ἐνδείξεως,
1. ἀπὸ μὲν αὐτῶν τῶν παθῶν τῆς ἐναντίας αὐτοῖς κράσεως,
2. ἀπὸ δὲ τῆς ἑκάστου φύσεως ὅλης τοῦ ζώου καὶ καθ’ ἕκαστον
3. αὖ πάλιν μόριον οἰκείας τε καὶ ὁμοίας, ὥστε κᾂν
4. ἁπλοῦν ἕλκος ἔχῃ τις κοῖλον, ἀπὸ μὲν τῶν αὐτῶν κατὰ
5. γένος, οὐ μικρὰν δὲ ἐχόντων ἐν τοῖς κατὰ μέρος εἴδεσι διαφορὰν
6. ἡ θεραπεία γενήσεται. καὶ διὰ τοῦτ’ ἐδείχθη τῶν
7. ἀπαραλλάκτως ὁμοίων ἑλκῶν ἔνια μὲν ἀπὸ τῶν ἱκανῶς ξηραινόντων
8. φαρμάκων θεραπευόμενα, πάνακος ῥίζης, ἀριστολοχίας,
9. ἀκόρου τε καὶ ἴρεως, ἔνια δὲ ὑπὸ μόνου λιβανωτοῦ,
10. καίτοι μὴ σαρκοῦντος, ἀλλὰ διαπυΐσκοντος ἐκείνας τὰς φύσεις,
11. ἃς ἀριστολοχία σαρκοῖ. καθάπερ δ’ ἐν τοῖς θεραπευομένοις
12. σώμασιν ἡ κατὰ μέρος διαφορὰ παμπόλλη τίς ἐστι,
13. κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν ἑλκῶν. ἁπλοῦν μὲν γὰρ ἕλκος
14. κοῖλόν τε καὶ καθαρὸν ὑπὸ τῶν μετρίως ξηραινόντων
15. θεραπεύεται, ῥυπαρὸν δὲ καὶ κακόηθες καὶ τοῖς χείλεσι μὲν
16. ὀχθῶδες, πλαδαρὸν δὲ τῇ κατὰ τὸ δέρμα σαρκὶ τῶν
17. σφοδρότατα ξηραινόντων δεῖται. ἐπὶ τούτων οὖν τῶν ἑλκῶν,
18. ἐπειδὴ καὶ περὶ τούτων ὁ λόγος ἐστὶν, ὁ μὲν λιβανωτὸς
1. οὕτως ἐστὶν ἀσθενὲς φάρμακον, ὡς μηδὲ διαπυΐσκειν
2. δύνασθαι. λιθάργυρος δὲ τούτου μὲν ἰσχυρότερον, ἀλλ’ ἔτι
3. καὶ αὐτὸ κατωτέρω τῶν μέσων. ἡ ξηρὰ δὲ πίττα τῶν μέσων,
4. ὥσπερ γε ταύτην ὑπεράνω κατὰ τὸ ξηραίνειν ὁ κεκαυμένος
5. χαλκὸς ἥ τε χρυσοκόλλα καὶ τὸ διφρυγές. ἐναργῶς δὲ
6. ξηραίνει χαλκῖτις κεκαυμένη καὶ ἰὸς καὶ μίσυ καὶ χάλκανθος
7. ἥ τε λεπὶς τοῦ χαλκοῦ, καὶ κατὰ θάτερον τρόπον ὅσα
8. στρυφνὰ, κηκὶς, ὀμφακῖτις, σίδια, στυπτηρία. διαβρωτικὰ δὲ
9. πρὶν καυθῆναι χαλκῖτίς τε καὶ ἰὸς καὶ μίσυ καὶ τίτανος.
10. ὅσα μὲν οὖν ἰσχυροτάτας ἔχει δυνάμεις, ἐπὶ πάντων δοκεῖ
11. τῶν σωμάτων τὴν αὐτὴν ἐνέργειαν ἐπιδείκνυσθαι· τὰ δὲ
12. ἀσθενῆ σαφῆ τὴν διαφορὰν ἐνδείκνυται, προσέχοντί σοι δὲ
13. τὸν νοῦν οὐδὲ ἧττον φανεῖται. καὶ τοῖς ἰσχυροῖς φαρμάκοις
14. οὐ μικρὰ διαφορὰ τῆς ἐνεργείας, ἣν ποιεῖται κατὰ τὰ μαλακὰ
15. καὶ σκληρὰ σώματα, καὶ γὰρ θᾶττον ἅπτεται τῶν μαλακῶν
16. καὶ σφοδρότερον ἀνιᾷ καὶ φλεγμονὰς ἐπεγείρει μείζονας.
17. ὁπότ’ οὖν ταῦτά μοι χρησίμως οὐκ εἰς τὰ παρόντα
18. μόνον, ἀλλὰ καὶ εἰς ἄλλα πολλὰ τῶν κατὰ τήνδε τὴν πραγματείαν
1. εἴρηται, πάλιν ἐπὶ τὸ προκείμενον ἀφίξομαι φάρμακον,
2. ἐφ’ οὗ τῆς μὲν ξηρᾶς πίττης ἔφην ὑπὸ τοῦ Κρίτωνος
3. γεγράφθαι δραχ. ρ΄. λιθαργύρου δὲ λίτρας γ΄. οὐδετέρου
4. μὲν αὐτῶν ἐκ τῆς οἰκείας δυνάμεως ἰᾶσθαι δυναμένου κακόηθες
5. ἕλκος, ἵνα δ’ ἔμπλαστον γένηται τὸ συντιθέμενον
6. φάρμακον, εὐλόγως μιχθέντων τοῖς ὠφελοῦσιν. ἡ δὲ ποσότης
7. αὐτῶν στοχασμῷ τεχνικῷ ληφθεῖσα κατὰ τὸν εἰρημένον
8. ἀρτίως ἐγένετο σταθμὸν, εὐλαβουμένου τοῦ συντεθέντος
9. ἢ οὕτως ὀλίγον ἑκατέρου μῖξαι τοῖς ἰσχυροῖς φαρμάκοις,
10. ὡς τὰ δακνώδη τε καὶ διαβρωτικὰ λυπηρὰ γενέσθαι
11. τοῖς θεραπευομένοις, ἢ οὕτω πολλὰ κατά τε τὸν ὄγκον καὶ
12. τὸν σταθμὸν, ὡς ἐκλῦσαι τὴν δύναμιν αὐτῶν ἥ τε γὰρ τοῦ
13. χαλκοῦ λεπὶς ἰσχυρῶς ξηραίνει τε καὶ ῥύπτει καὶ μᾶλλον
14. ἔτι ταύτης ὁ ἰός. ἄμφω δὲ ταῦτα δρᾷ καὶ διαβιβρώσκει
15. τὰς σαρκάς. ὁ δὲ κεκαυμένος χαλκὸς οὔτ’ ἐπιτείνεσθαι πρός
16. τινος οὔτ’ ἐκλύεσθαι χρῄζει, σύμμετρος ὑπάρχων κατὰ δύναμιν
17. εἰς τὰ παρόντα. πρόδηλον δ’ ὅτι τοῦ μὲν ἐλαίου τὸ
18. μέτρον ἔκ τε τῶν μιγνυμένων αὐτῷ καὶ τῆς κατὰ τὴν ἕψησιν
19. ἐστοχάσθη ποσότητος. ἐπὶ πλέον γὰρ ἑψηθῆναι δεῖται
1. τὰ μεταλλικὰ παρασκευαζόμενα πρὸς τὸ ξηραίνειν ἀδήκτως.
2. καὶ διὰ τοῦτο καὶ τὴν ἕψησιν αὐτοῖς προσέθηκεν ὁ Κρίτων
3. ᾧδέ πως γράψας αὐτοῖς ὀνόμασιν. ἕψε λιθάργυρον,
4. ἔλαιον ἕως συστραφῇ ποσῶς, εἶτε λεπίδα χαλκοῦ καὶ ἰὸν
5. ἕως συστραφῇ καὶ εὔχρους γένηται, εἶτα πίσσαν ἐπίβαλλε,
6. εἶτα ψύξας λάδανον λεῖον γενόμενον σὺν οἴνῳ προσέχων
7. μὴ ὑπερζέσῃ τούτου βληθέντος, εἶτα ἐπὶ μαλακοῦ πυρὸς
8. ἑνώσας κατάχει καὶ μάλασσε. αὕτη μὲν ἡ τῆς ἑψήσεως γραφή.
9. ἐγχωρεῖ δὲ καὶ πλεῖον ἔλαιον βαλόντας ἐπὶ πλέον ἑψῆσαι,
10. πρῶτον μὲν τὴν λιθάργυρον, εἶτα κατὰ ταύτην ἐμβληθέντας
11. τόν τε ἰὸν καὶ τὴν λεπίδα καὶ τὸν χαλκόν. τὰ γὰρ
12. ἐπὶ πλέον ἑψόμενα διττὴν ἐπί γε τῶν τοιούτων ἑλκῶν ἀρετὴν
13. ἐπικτᾶται, ξηραντικώτερα ταὶ ἀδηκτότερα γινόμενα. περὶ
14. μὲν οὖν τῶν ἄλλων φαρμάκων τῶν ἁπλῶν, ὅσα κατὰ τὴν
15. προκειμένην ἔμπλαστρον εἴρηται τῷ Κρίτωνι, λέλεκταί μοι
16. συμμέτρως. ἐφύλαξα δὲ τὸν περὶ τοῦ λαδάνου λόγον, ὅτι
17. καὶ μόνον ἁρμόττει τοῖς δυσεπουλώτοις σὺν οἴνῳ τριβόμενον,
18. οὐχ ὅτι δεῖται οἴνου δυνάμεως, ἀλλ’ ὅτι σκληρότερόν
1. ἐστιν ἢ κατὰ τὴν ἔμπλαστρον. ἀλλ’ ἐάν τις αὐτῷ μίξας
2. ἔλαιον ἑψήσῃ, τὴν δύναμιν ἀμβλύνει τοῦ φαρμάκου. ἔστι
3. δ’ οὐχ οὕτως ἰσχυρὸν ὡς ἀμβλυνθῆναι δεῖσθαι· καθάπερ
4. ὁ ἰὸς ἢ ἡ χαλκῖτις ἢ ἡ λεπὶς ἤ τι τοιοῦτον καὶ διὰ
5. τοῦτο μαλακώτερον. ἔστι δὲ τοιοῦτον τὸ νέον, ἐπιτηδειότατον
6. γάρ ἐστιν εἰς ἐπούλωσιν ἑλκῶν δυσεπουλώτων. ἐν Κύπρῳ
7. γοῦν ἔνθα πλεῖστον γίγνεται, πρόσφατον ἔτι καὶ μαλακὸν
8. ὑπάρχον αὐτὸ μαλάττων τις ἰατρὸς ἐπετίθει τοῖς
9. τοιούτοις ἕλκεσιν· εἰ δὲ καὶ βραχὺ σκληρυνθείη, κατὰ μυρσίνου
10. τὴν μάλαξιν ἐποιεῖτο, μὴ παρόντος δὲ μυρσίνου, μετὰ
11. κυπρίνου ἢ ῥοδίνου ἕτερον δὲ φάρμακον οὐ μετὰ πολὺ
12. τοῦδε κατὰ τὴν τετάρτην βίβλον ὁ Κρίτων ἔγραψεν ἐν αὐτοῖς
13. ὀνόμασιν ᾧδε. ἡ διὰ χαμαιλέοντος ποιοῦσα πρὸς τὰ
14. αὐτὰ τῇ Τυρίᾳ. ἔστι δὲ ἐπουλωτικωτάτη τῶν δυσαλθῶν καὶ
15. τυλωδῶν καὶ χρονίων ἑλκῶν. ἰᾶται δὲ καὶ τὰς ἐν τῷ δακτυλίῳ
16. ῥαγάδας καὶ κονδυλώματα καὶ σκληρίας. λιθαργύρου
17. μνᾶ α΄. κηροῦ μνᾶς S". ἰοῦ μνᾶς τέταρτον καὶ χαμαιλέοντος
18. ὄγδοον, ἐλαίου μνᾶ. ἔλαιον καὶ λιθάργυρον ἕψε κινῶν
1. σπάθῃ, ἕως ὅσου συστῇ καὶ γένηται μηλίνη. τούτου δὲ γινομένου
2. ἰὸν ἐπίπασον. ἔπειτα πρόσβαλλε κηρὸν, τήξας ἐπιμελῶς
3. καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασον τὸν χαμαιλέοντα,
4. ὅταν δὲ ἑνωθῇ, κατέρα εἰς θυείαν καὶ μαλάξας ἀναιροῦ.
5. τοῦτο τὸ φάρμακον ἀντὶ μὲν τοῦ λαδάνου τὸν χαμαιλέοντα
6. τῆς αὐτῆς ὄντα δυνάμεως ἔλαβεν. ἀμφότερα γάρ ἐστιν ἐπουλωτικὰ
7. τῶν δυσιάτων ἑλκῶν. ἡ διαφορὰ δ’ αὐτῶν ἐν τῷ
8. τὸν μὲν κεκαυμένον χαλκὸν ἔχειν ἐκεῖνο καὶ μηδ’ ὅλως ἔχειν
9. τὸν κηρὸν, ἐν τούτῳ δὲ τῷ τὸν μὲν κηρὸν εἶναι, τὸν χαλκὸν
10. δὲ οὐκ εἶναι, καὶ τοῦτ’ εὐλόγως ἐποίησεν. ἐν ἐκείνῳ μὲν
11. γὰρ ἀντὶ τοῦ κηροῦ τῷ λαδάνῳ συνεχρήσατο πρὸς τὴν τῶν
12. ἀνίκμων φαρμάκων ἕνωσιν, ἐνταυθοῖ δὲ μηδὲν ἔχων τοιοῦτον
13. τὸν κηρὸν ἔμιξε, μαλακτικὸν μὲν ὄντα μετρίως
14. φάρμακον, οὐ μὴν ἐπουλωτικόν γε. δυνατὸν δ’ ἦν κᾀνταῦθα
15. πλέον ἔλαιον ἐμβεβλῆσθαι, καθάπερ γε καὶ παλαιὸν ἢ κίκινον.
16. ἐγὼ δὲ εἰς τὰ τοιαῦτα καὶ σχίνινον ἐμβάλλω πλεόνων
17. μετέχον δυνάμεων. καὶ γὰρ μαλακτικὸν ἔχει τι καὶ διαφορητικὸν
18. καὶ στυπτικὸν, ὧν ἁπάντων δεῖται τὰ μετὰ σκληρότητος
19. τῶν χειλῶν δυσεπούλωτα ἕλκη.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 4.6, ed. Kühn, 1827, vol. 13, p. 708-716. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:4.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩