1.
2. Καιρὸς οὖν ἤδη καὶ τῶν ὑφ’ Ἡρακλείδου τοῦ Ταραντίνου
3. γεγραμμένων ἐν τῇ πρὸς Ἀστυδάμαντα βίβλῳ μνημονεῦσαι.
4. πιστὸς γὰρ ἀνὴρ εἴπερ τις ἄλλος ἐστὶ, τὰ διὰ τῆς πείρας
5. αὐτῷ κεκριμένα μόνα γράφων. οὗτος οὖν ὁ ἀνὴρ κατὰ λέξιν
6. οὕτως ἔγραψε. πρὸς τὰ παλαιὰ ἕλκη. λεπίδος μέρος ἓν,
7. ἰοῦ ξυστοῦ μέρη δ΄. κηρωτῇ μυρσίνῃ προσαναλαμβάνεται
8. ὀκταπλῇ. ὁ μὲν οὖν Ἡρακλείδης, ὡς ἂν ἰατροῖς γράφων
9. ὑπομνήματα, προσέγραψε, κηρωτῇ μυρσίνῃ ἀναλάμβανε. τολμηροὶ
10. δ’ οὕτως εἰσὶ πολλοὶ τῶν νῦν, ὡς πρὸ τοῦ παρὰ διδασκάλων
11. κτήσασθαί τινα ἕξιν ἰατρικὴν, ἐκ τῶν τοιούτων
12. βιβλίων ὁρμώμενοι χρῆσθαι καλοῖς φαρμάκοις ἀμεθόδως καὶ
13. διὰ τοῦτο πολλάκις ἀποτυγχάνειν. αὐτίκα γέ τοι τῆς μυρσίνης
14. κηρωτῆς ἔξεστιν ἔλαττόν τε καὶ πλέον μίξαντα ποτὲ
15. μὲν ὑγροτέρῳ τε καὶ μαλακωτέρῳ χρῆσθαι τῷ φαρμάκῳ, ποτὲ
16. δὲ σκληροτέρῳ καὶ ξηροτέρῳ, κατὰ μὲν τὴν πρώτην ἐπίθεσιν
17. ἐν πλατεῖ στοχασμῷ, καθάπερ εἴρηται πρόσθεν, ἐν δὲ
18. τῇ δευτέρᾳ χρήσει πλησιαίτερον ἀφικνουμένου, ὡς ἐδείχθη.
1. βλέποντες γὰρ τὸ ἕλκος, εἰ μὲν ἐνδεῶς ἐξηράνθη, σφοδρότερον
2. ἐργασόμεθα τὸ φάρμακον, ὡς μᾶλλον ξηραίνειν· εἰ δ’
3. ἐπὶ πλέον ἢ δεῖ, μαλακώτερον αὐτὸ ποιήσομεν πλείονα μίξαντες
4. τὴν μυρσίνην κηρωτήν. ἡ γὰρ τῶν μεταλλικῶν δύναμις
5. οὐ μόνον ὑπὸ ταύτης, ἀλλὰ καὶ πάσης κηρωτῆς
6. ἐκλύεται. ἑξῆς δὲ τούτῳ προσγράψας, ἄλλη· προσυπακοῦσαι
7. δὲ χρὴ δηλονότι δύναμις· ὑπέταξε ταυτί. λεπίδα λεάνας ἐπίχεε
8. ὄξος καὶ τρῖβε ὑπὸ κύνα, μέλιτος ποιῶν πάχος ἢ ἕψε.
9. ὅταν δὲ ξηρὸν γένηται, προσεπιλεάνας μίσγε κηρωτῆς μέρη
10. ὀκτὼ καὶ χρῶ πρός τε τὰ πρόσφατα τραύματα καὶ τὰ παλαιὰ
11. ἕλκη καὶ σύρματα καὶ τρίμματα καὶ χίμεθλα τὰ μὴ ἄγαν
12. ἑλκώδη. γινώσκειν δ’ ὑμᾶς χρὴ καὶ περὶ τοῦδε τοῦ φαρμάκου
13. ταῦτα. πρὸς μὲν τὰ ἄλλα μετρίως ἄν τις ὀκταπλασίαν
14. κηρωτὴν μίξειε τῇ λεπίδι, πρὸς δὲ τὰ παλαιὰ πάνυ, τουτέστι
15. τὰ δυσίατα, κᾂν ἑξαπλασίαν ἢ πενταπλασίαν μίξῃς, οὐ
16. βλάψεις, ἰσχυροτέρων γὰρ δέονται. τὴν δὲ περὶ τοῦ φαρμάκου
17. διήγησιν ἔγραψεν ὁ Ἡρακλείδης οὕτως. ἐγχωρεῖ δὲ
18. καὶ ἐπὶ πυρὸς ἀναξηράναντα τὴν λεπίδα χρῆσθαι. βούλεται
1. δ’ ὁ λόγος αὐτῷ, κᾂν ἐν ἄλλῳ τινὶ καιρῷ συντιθῶμεν τὸ
2. φάρμακον, ἀντὶ τῆς ἡλιακῆς θερμασίας χρῆσθαι πυρί. καλλίω
3. μέντοι γίγνεται τὰ τοιαῦτα πάντα κατὰ τὸν θερινὸν
4. ἥλιον ἐν πολλαῖς ἡμέραις λειούμενα, τὰ μὲν δι’ οἴνου, τὰ δὲ
5. δι’ ὄξους. λεπτομερέστερα μὲν οὖν γίγνεται τὰ δι’ ὄξους
6. λειωθέντα καὶ διὰ τοῦτο καθαιρετικώτερά τε καὶ λεπτυντικώτερα
7. καὶ ξηραντικώτερα. πρὸς δὲ τὰς ἐπουλώσεις τὰ δι’
8. οἴνου βελτίω, καὶ χρεία γε τούτων γίγνεται προξηρανθέντων,
9. εἶτα προκαθαρθέντων τῶν δυσεπουλώτων ἑλκῶν. προξηρανθήσεται
10. μὲν οὖν διὰ τῶν ἰσχυρῶς ξηραινόντων, καθαρθήσεται
11. δὲ διὰ τῶν ῥυπτόντων, ἀπολωθήσεται δὲ διὰ τῶν
12. στυφόντων. ἄλλο. ἐφεξῆς δ’ ἕτερον φάρμακον ἔγραψεν ὁ
13. Ἡρακλείδης ἐκ μὲν τῆς αὐτῆς ὕλης, οὐκ ἰσχυρὸν δὲ διὰ τὸ
14. πολὺ τῆς λιθαργύρου μῖξαι τῷ διφρυγεῖ. τῆς μὲν γὰρ λιθαργύρου
15. πέντε καὶ τριάκοντα δραχμὰς ἀξιοῖ βάλλειν εἰς
16. αὐτὸ, τοῦ διφρυγοῦς δὲ ὀκτώ. καὶ ταῦτα δὲ ἀναλαμβάνει
17. κηρωτῆ, τοῦ μὲν κηροῦ ἐχούσης δραχ. μ΄. τοῦ δ’ ἐλαίου κο. γ΄.
18. ἐγὼ δὲ πολλάκις ἐχρησάμην μόνῳ τῷ διφρυγεῖ μετὰ τῆς τοιαύτης
1. κηρωτῆς, οὐδ’ οὖν οὐδ’ αὐτῷ πρὸς τὰ φαγεδαινικὰ
2. καὶ χειρώνεια καὶ σηπεδονώδη, πολὺ γὰρ ἀποδεῖ τῇ δυνάμει
3. τῶν τὰ τοιαῦτα θεραπευόντων, ἀλλ’ ἐπὶ τῶν ἄνευ μεγάλης
4. κακίας δυσεπουλώτων, ὥστε ἂν καὶ λιθάργυρον αὐτῷ
5. τις μίξῃ, καὶ ταύτην πολλὴν ἀσθενὲς ἐργάσεται τὸ φάρμακον.
6. μετὰ δὲ τοῦτο τῆς αὐτῆς ἐπαγγελίας ἐχόμενον γέγραπται
7. φάρμακον τοιόνδε. ♃ κηροῦ δραχ. ιβ΄. ῥητίνης τερμινθίνης
8. δραχ. γ΄. λεπίδος δραχ. δ΄. λαδάνου δραχ. δ΄. ἀσφάλτου δραχ. γ΄. τὸ
9. λάδανον τρῖψον κατ’ ἰδίαν καὶ τὴν λεπίδα, εἶτα τὰ ἄλλα
10. τήξας μετὰ μυρσίνου ἐλαίου μίσγε. ἐὰν δὲ ᾖ τὸ λάδανον
11. μαλακὸν, τῆκε. κατὰ τὴν γραφὴν ταύτην ἐνεδείξατο σαφῶς
12. ὁ Ἡρακλείδης, ὅταν μὲν σκληρὸν ᾖ τὸ λάδανον, ἐν τῇ θυείᾳ
13. λειοῦν αὐτὸ μόνον, ὅταν δὲ ὑγρόν τε καὶ μαλακὸν, ἐπὶ πυρὸς
14. διατήκειν ἤτοι μόνον ἢ καὶ μετ’ ἐλαίου βραχέος, ὅπερ
15. ἑοράκατέ με διὰ παντὸς οὐκ ἐπὶ τούτου μόνου, ἀλλὰ καὶ
16. τοῦ ἀμμωνιακοῦ θυμιάματος ποιοῦντα. ἔστι δὲ καὶ τὸ μετὰ
17. τοῦτο γεγραμμένον φάρμακον ὑπὸ τοῦ Ταραντίνου τῆς αὐτῆς
18. ἐπαγγελίας κατὰ τήνδε τὴν συμμετρίαν. ♃ χαλκίτιδος δραχ. κε΄.
1. καδμείας δραχ. ιβ΄ S". λεάνας κατ’ ἰδίαν καὶ μίξας οἶνον ἀπαράχυτον
2. καὶ ζέσας κατάχες, ὥστε φυραθῆναι συμμέτρως,
3. εἶτα λέαινε ἄχρι τοῦ ξηρανθῆναι καὶ τήξας κηροῦ δραχ. ν΄. ῥητίνης
4. τερμινθίνης δραχ. λ΄. μυρσίνης κο. η΄. μίσγε τῇ κηρωτῇ ἄπ’
5. τῶν ξηρῶν δραχ. κ΄. καὶ τοῦτο τὸ φάρμακον οὐδὲν ἔχει τῶν μαλθακωδῶν.
6. ἐν μέντοι τῇ πρὸς τὴν κηρωτὴν μίξει τὴν προσήκουσαν
7. ἐφ’ ἑκάστου τῶν ἑλκῶν ποσότητι τῆς μίξεως, ὁ γεγυμνασμένος
8. λογικῶς ἐν αἷς ὑπεθέμην μεθόδοις ἐπιτηδείως ἐργάσαιτο.
9. καλῶς δὲ καὶ τὸν ἀπαράχυτον οἶνον, τουτέστιν
10. ᾧ μὴ μέμικται θάλαττα, θερμὸν καταχεῖ τῆς χαλκίτεως καὶ
11. τῆς καδμείας, ὡς ἀφελέσθαι τὴν δριμύτητα τῆς χαλκίτεως
12. βουλόμενος διὰ τῆς θερμασίας αὐτοῦ. ἕτερον δὲ συνεχὲς τούτῳ
13. γέγραπται φάρμακον ἀξιόλογον, ἐκ τοσῶνδε καὶ τοιῶνδε τῶν
14. ἁπλῶν συγκείμενον. ♃ λεπίδος στομώματος δραχ. δ΄. ἰοῦ ξυστοῦ
15. δραχ. β΄. ἐν ἐνίοις δὲ τῶν ἀντιγράφων γέγραπται δραχ. α΄.
16. χρυσοκόλλης δραχ. κε΄. ἢ ιε΄. κηροῦ δραχ. κε΄. ἔν τισι δ’ ἀντιγράφοις
17. οὔτε τὸν κηρὸν οὔτε τὸν ἰὸν εὕρομεν. λεάνας τὰ ἄλλα
1. τῆκε τὸν κηρὸν μετ’ ὀλίγης ῥητίνης, ὥστε μὴ κατάσκληρον
2. τὸ φάρμακον εἶναι, καὶ μίξας χρῶ, ἄνωθεν δὲ σπόγγον ἐξ
3. ὄξους ἐκθλίψας ἐπιτίθει. Δημήτριος δὲ ὁ Βιθυνὸς ἔφη, αὐτὴν
4. τὴν χρυσοκόλλαν λίαν κηρῷ θερμῷ ἀναλαμβάνων χρῆσθαι.
5. ἐνεδείξατο καὶ κατὰ τοῦτο τὸ φάρμακον ὁ Ἡρακλείδης
6. ὡς οὐ κατὰ πρώτην χρείαν ἡ ῥητίνη μίγνυται τοῖς τοιούτοις
7. φαρμάκοις, ἀλλ’ ὑπὲρ τοῦ γλισχρότητά τινα παρασχεῖν
8. αὐτοῖς εἰς ἐμπλαστρώδη σύστασιν, καὶ μάλισθ’ ὅταν
9. ὁ κηρὸς ᾖ μήτε λιπαρὸς φύσει μήτε νέος, ἀλλὰ σκληρός τε
10. καὶ αὐχμηρός. ἡ μέντοι τοῦ στομώματος λεπὶς ἰσχυρῶς ξηραίνει
11. πρὸς τῷ καὶ στυπτικὴν ἔχειν δύναμιν. Δημήτριον δ’
12. ἔφη τὸν Βιθυνὸν ἀναλαμβάνοντα τῷ κηρῷ μόνην τὴν χρυσοκόλλαν
13. οὕτως χρῆσθαι. καὶ καλῶς γε ποιῶν ὁ Δημήτριος
14. οὕτως ἐχρῆτο· καθάπερ κᾀγὼ πολλάκις οὐ χρυσοκόλλαν
15. μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον αὐτὸ καθ’ αὑτὸ μετά
16. μαλακοῦ μαλάττων κηροῦ κατὰ τὰ τοιαῦτα χρῶμαι. δῆλον
17. δ’ ὅτι τῶν ἄλλων ἕκαστον εἶπον ὧν διῆλθον ἔμπροσθεν
18. ὠφελεῖν τὰ τοιαῦτα τῶν ἑλκῶν καὶ λεᾶσθαί γέ με καθ’
1. ἕκαστον, ὧν ἂν θεραπεύω τῶν δυσιάτων ἑλκῶν μετὰ τοῦ
2. κηροῦ συντεθέντα τὰ τοιαῦτα φάρμακα. ποτὲ μὲν γὰρ τὴν
3. χρυσοκόλλαν ἀναλαμβάνω κηρῷ, ποτὲ δὲ τὸν κεκαυμένον
4. χαλκὸν ἢ τὴν λεπίδα, καὶ ταύτην ἤτοι στομώματος ἢ σιδήρου
5. ἢ χαλκοῦ, ποτὲ τὸν ἰὸν ἄκαυστον ἢ κεκαυμένον, ὥσπερ
6. καὶ μίσυ καὶ χαλκῖτιν. ἐνίοτε δὲ καὶ τῶν αὐστηρῶν τι μίγνυμι,
7. περὶ ὧν ἔμπροσθεν εἶπον, ὅταν ἀποκρούσασθαι βουληθῶ
8. τὸ ἐπιῤῥέον, ἐξ ὧν ἐστιν ἥ τε στυπτηρία καὶ τὰ σίδια
9. καὶ ἡ κηκὶς, οἵ τε κύτινοι καὶ τὸ βαλαύστιον, ὅσα
10. τ’ ἄλλα τοιαῦτα. πιστεύσαντες οὖν ἐμοὶ τῶν εἰρημένων ἄχρι
11. τοῦ δεῦρο φαρμάκων ἁπάντων οὐδὲν ἀπόβλητον ὑπάρχειν
12. ἀσκεῖτε τὴν μέθοδον τῆς χρήσεως αὐτῶν, ὅπως ἐπιτυγχάνητε
13. καθάπερ ἐγώ. γεγραμμένων δ’ ἐφεξῆς ὑπὸ τοῦ Ταραντίνου
14. καὶ ἄλλων δύο φαρμάκων ἀξιολόγων, εὔλογον ἔδοξέ μοι κᾀκεῖνα
15. προσθεῖναι. τὸ μὲν οὖν πρότερον αὐτῶν ὡδί πως
16. ἔγραψε. ♃ λεπίδος δραχ. δ΄. μάννης δραχ. δ΄. στυπτηρίας σχιστῆς
17. δραχ. β΄. μίσυος δραχ. β΄. τρίψας μετὰ ὄξους καὶ κυκλίσκους ποιήσας,
18. ἄγοντας ἀνὰ δραχ. β΄. ἀπόθου. ὑπὸ δὲ τὴν χρείαν κηροῦ
1. δραχ. δ΄. ἄλλ. μ΄. ῥητίνης πιτυΐνης δραχ. β΄. στέατος ταυρείου
2. δραχ. δ΄. τήξας καὶ ἐάσας παγῆναι μίσγε τῷ τροχίσκῳ. χρῶ δὲ
3. πρὸς τραύματα ὡς κολλώδει καὶ ἀφλεγμάντῳ. ταῦτα μὲν
4. ὁ Ταραντῖνος. ἐγὼ δὲ τῇ μὲν οὕτως μιχθείσῃ φησὶ χρῆσθαι
5. δέον πρὸς τραύματα, πρὸς μέντοι τὰ κακοήθη τῶν ἑλκῶν
6. οὐ χρὴ μιγνύειν τὴν τοιαύτην κηρωτὴν, ἀλλ’ ἱκανὸς ὁ κηρὸς
7. μόνος, ὡς ἐπὶ τῶν ἔμπροσθεν εἴπομεν. καὶ εἰ δεήσει ποτὲ
8. μῖξαί τι τῶν μαλθακωδῶν αὐτῷ, βραχὺ μύρσινον ἢ κύπρινον
9. ἢ ῥόδινον ἔστω. βλάψεις δ’ οὐδὲν, οὐδ’ εἰ τὴν λάρικα
10. προσαγορευομένην ῥητίνην μίξειας, οὐδὲ τὴν τερμινθίνην, ἧττον
11. μὲν ἐπιτήδειον ὡς πρὸς τὰ τοιαῦτα τῶν ἑλκῶν οὖσαν,
12. οὐ μὴν ἀπόβλητόν γε. τὰς δ’ ἄλλας ῥητίνας οὐ χρὴ μιγνύναι
13. ἄνευ μεγάλης ἀπορίας τῶν προειρημένων. οὕτω δὲ καὶ
14. περὶ στέατος. οὐ γὰρ οὖν οὐδὲ τοῦτο μιγνύναι χρὴ, πλὴν
15. εἰ καὶ τὰ χείλη μαλάττειν ἐθέλῃς. ὅτι δὲ ξηραντικώτερον
16. ὑπάρχει τὸ ταύρειον στέαρ πάντων τῶν ἄλλων, ὅσα τῶν
17. ἡμέρων ζώων ἐστὶν, ἀκηκόατε πολλάκις. ὑπερέχει γὰρ
18. αὐτοῦ λεπτομέρεια, τό τε τοῦ λέοντος καὶ τὸ τῶν παρδάλεων
1. καὶ δηλονότι καὶ τὸ τῆς ὑαίνης. ἄμεινον οὖν, ὅταν δέῃ
2. μιγνύναι στέαρ, τὸ χήνειον ἐμβάλλειν, καὶ μᾶλλόν γε τῶν νομάδων
3. χηνῶν· ἱκανῶς γάρ ἐστι λεπτομερές τε καὶ παρηγορικόν.
4. ἔτι δ’ ἑνὸς ὑπολοίπου γεγραμμένου τοῦ φαρμάκου συνεχοῦς
5. τῷ προγεγραμμένῳ, καθ’ ὃ τὴν ἀρχὴν ἐποιήσατο τῆς
6. διδασκαλίας οὕτως εἰπὼν ὁ Ἡρακλείδης τὸ ἰπωτήριον, καὶ
7. μάλιστα πρὸς τοὺς ἁπαλοχρῶτας, ἐπειδὴ τῆς ἑτέρας ἐστὶν
8. ὕλης τε καὶ δυνάμεως, ἣν ἔφαμεν ἁρμόττειν τοῖς μὴ φέρουσι
9. τῶν ἰσχυρῶν φαρμάκων τὴν προσαγωγὴν, ἀλλὰ δακνομένοις
10. τε καὶ παροξυνομένοις καὶ ῥευματιζομένοις, ἀναβεβλήσθω μὲν
11. ὁ περὶ τούτου λόγος, ὅταν περὶ τῶν τοιούτων φαρμάκων
12. διεξέρχωμαι λεχθησόμενος. νυνὶ δὲ τῇ ἐπὶ τὰ παραπλήσια
13. τοῖς προγεγραμμένοις μεταβήσομαι τοσοῦτον ἔτι προσθεὶς
14. ὑπὲρ αὐτῶν, ὅτι καὶ καθ’ ἕτερον βιβλίον ὁ Ἡρακλείδης ἐπιγεγραμμένον
15. στατιώτην ἔγραψε τὰ αὐτὰ φάρμακα κατὰ τὸ
16. τρίτον ἐν αὐτοῖς τῇ τάξει μόνον ἑαυτῷ διαφωνήσας. ἐνταῦθα
17. μὲν γὰρ ἁπλῶς γέγραπται κηροῦ δραχ. μ΄. κατὰ δὲ τὸν
18. στρατιώτην πρόσκειται, οἱ δὲ δραχ. ιστ΄. καὶ βέλτιόν γε τοῦτ’.
1. ἔστιν. ἡ γὰρ πολλὴ μίξις τοῦ κηροῦ καθαιρεῖ τὴν δύναμιν
2. τοῦ φαρμάκου. τῶν αὐτῶν τούτων φαρμάκων ὁ Ἡρακλείδης
3. μέμνηται κᾀν τοῖς πρὸς τὴν Ἀντιοχίδα γεγραμμένοις αὐτῷ,
4. καὶ πρώτως γε τοῦ πρώτου, καθάπερ ἐν τούτοις καὶ ἐν
5. ἐκείνοις γράφων οὕτως. πρὸς μὲν τὰ ἄγαν πεπαλαιωμένα
6. καὶ τυλώδη χρήσῃ ταύτῃ. λεπίδος μέρος α΄. ἰοῦ κατὰ τινὰ
7. μὲν τῶν ἀντιγράφων ἀπεστιγμένον τὸ δ΄. γέγραπται· κατὰ
8. τινὰ δὲ γραμμὴν ἄνωθεν ἔχον μακρὰν, ὥστε ἤτοι μέρη δ΄.
9. σημαίνειν ἢ τοῦ ἑνὸς τὸ δ΄. οὕτως δὲ καὶ κατὰ τὰ προειρημένα
10. συγγράμματα διαφερόντως εὗρον αὐτὸ γεγραμμένον,
11. ὥστε καὶ κατὰ τοῦτο χρεία τῆς προκειμένης πραγματείας
12. ἐστὶν, ὅπως ἄν τις ἐπίστηται διαγιγνώσκειν τῶν φαρμάκων
13. τὰς διαφοράς. μόνος γὰρ οὗτος αὐτοῖς κατὰ τρόπον χρήσαιτο.
14. τοῦτο γοῦν αὐτὸ τὸ προκείμενον φάρμακον, ἐὰν μὲν τετραπλάσιον
15. λάβῃ τὸν ἰὸν, ἱκανῶς ἔσται δριμύ. τέταρτον δὲ μέρος
16. ἰοῦ βαλών τις ὡς πρὸς ἓν μέρος τῆς λεπίδος ἕξει μέτριον
17. φάρμακον, ὡς πρὸς τὰ κακοήθη, καὶ μάλιστα, ἐὰν μὴ
18. διὰ κηροῦ μόνου τὴν μίξιν αὐτῶν, ἀλλὰ διὰ κηρωτῆς ποιήσηται.
19. προείρηται δ’ ὅτι καὶ μαλακὸν εἶναι χρὴ καὶ νέον
1. τὸν κηρόν· ἐὰν δὲ ἀπορῶ μὲν τοῦ τοιούτου, παρὰ πυρὶ
2. θερμαίνοντες ὃν ἔχομεν ἢ ἐν ἡλίῳ καὶ μαλάττοντες μετ’ ὀλίγου
3. μυρσίνου μίξομεν οὕτως τήν τε λεπίδα καὶ τὸν ἰόν.
4. εἴρηται δὲ καὶ κατὰ τὴν ἀρχὴν τούτου τοῦ γράμματος ὡς
5. εἴη κάλλιστον φάρμακον συγκείμενον ἐκ λεπίδος καὶ ἰοῦ,
6. προσλαβὸν τετραπλάσιον τὸν κηρόν. καὶ διὰ τοῦτο συνεχῶς
7. αὐτῷ χρῶμαι μιγνὺς ὡς τὸ πολὺ καὶ τοῦ κεκαυμένου χαλκοῦ
8. τὸ ἴσον. προστέθεικε δὲ τῇ χρήσει τοῦ φαρμάκου τούτου
9. κατὰ τὸ πρὸς τὴν Ἀντιοχίδα γεγραμμένον αὐτῷ βιβλίον
10. ὁ Ταραντῖνος, ἃ διὰ τῶν ἔμπροσθεν ὧν εἶπον συγγραμμάτων
11. αὐτοῦ οὐ προσέθηκεν. ὅλην οὖν αὐτοῦ γράψω τὴν ῥῆσιν
12. οὕτως ἔχουσαν. πρὸς μὲν τὰ ἄγαν πεπαλαιωμένα καὶ
13. τυλώδη χρήσῃ ταύτῃ. λεπίδος μέρος ἓν, ἰοῦ τέταρτον, λεάνασα
14. μυρσίνῃ κηρωτῇ ὀκταπλῇ σκληρᾷ, ἀναλαμβάνουσα χρῶ, προκατανίψασα
15. τὸ ἕλκος ὕδατι ψυχρῷ. προσέθηκε μὲν καὶ ὅτι
16. προκατανίψαι χρὴ τὸ ἕλκος ὕδατι ψυχρῷ. νῦν οὖν ἤδη γράψω
17. τὰ παραλελειμμένα μοι τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων
18. ἐπὶ τὴν αὐτὴν ἐπαγγελίαν. τὰς γὰρ ἐμπλάστρους μόνας διῆλθον
1. ἔμπροσθεν. ὅσα δὲ φάρμακα διὰ τροχίσκων προπαρεσκευασμένα
2. μιγνυμένων κηρωταῖς ἐπὶ τῆς χρείας ἐπουλωτικά
3. φησιν εἶναι τῶν δυσιάτων ἑλκῶν ἢ ὅσα ξηρὰ καταπαστὰ,
4. ταῦτα προσθήσω νῦν, ἀρξάμενος ἀπὸ τοῦ γεγραμμένου
5. κατὰ τὰ ξηρὰ πλησίον τοῦ τέλους.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 4.7, ed. Kühn, 1827, vol. 13, p. 717-728. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:4.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩