18.
1. Ἃ δ’ Ἀρχιγένης ἔγραψε περὶ τῶν τοιούτων ἑλκῶν ἐν τῷ
2. δευτέρῳ περὶ φαρμάκων βιβλίῳ διὰ τῆς ἐκείνου λέξεως αὐτοῖς
3. ὀνόμασιν οὕτω γέγραπται. περὶ ἑλκῶν ἀτυλώτων καὶ
4. παλαιῶν. τῶν δ’ ἑλκῶν τὰ μὲν παλαιὰ οὕτως ἐπουλοῦν·
5. κοινῷ τινι ἀνακαθάρας ἔλαιον παλαιότατον μετὰ μοτῶν
6. ἐπιτίθει. ἢ ἰὸν ξυστὸν μετὰ κηρωτῆς ῥοδίνης, ὀλίγον ῥητίνης
7. ἐχούσης ἀναλαβὼν ἐπιτίθει. καὶ λεπίδος ἐρυθροῦ χαλκοῦ
8. ὡς πλεῖστον ἀναλαβὼν κηρωτῇ μυρσίνῃ χρῶ. ἢ ἀμύλου
9. πεπλυμένου μέρη γ΄. στέατος μοσχείου μέρη γ΄. κηροῦ
10. Τυῤῥηνικοῦ μέρος α΄. τήξας τὰ τηκτὰ μίσγε τὸ ἄμυλον καὶ
11. χρῶ. ἢ διφρυγοῦς καὶ λεπίδος χαλκοῦ ἀνὰ δραχ. δ΄. μάννης δραχ. η΄.
12. σὺν ὄξει εὖ λεάνας μέχρι μέλιτος πάχους, κηροῦ μὲν δραχ. λβ΄.
13. μετ’ ἐλαίου κο. α΄ S". τήξας κατάχει καὶ ἑνώσας χρῶ, ἔμμοτον
14. ἢ ἔλασσον τὸ ἔλαιον καὶ σπλήνιον ποίει. ἢ χαλκίτιδος,
15. ψιμυθίου ἴσον, ἁλὸς κοινοῦ τὸ διπλοῦν, λιθαργύρου τὸ διπλοῦν
16. τοῦ ἁλὸς, οἴνῳ καὶ ἐλαίῳ ἐναλλὰξ λεαίνων ὡς λιπαρῷ
17. χρῶ. ἢ λιθαργύρου, ψιμυθίου, διφρυγοῦς ἴσα, ἀσβέστου
1. τὸ διπλοῦν μετὰ μυρσίνης κηρωτῆς χρῶ. ἢ διφυγὲς,
2. λεπίδα, κηκίδα ἴσα, ἰοῦ τὸ ἥμισυ μετὰ κηρωτῆς μυρσίνης.
3. ἔνιοι δὲ καὶ πιτυΐνην ῥητίνην προσμιγνύουσιν. ἢ σικύου
4. ἀγρίου ῥίζαν ἐπίπασσε, ἐπάνω δὲ τίλμα ἐκ ψυχροῦ ἀνακαθαίρει
5. καὶ ἐπουλοῖ. πρὸς τὰ ἐν οἵῳ δή ποτε τόπῳ
6. ἕλκη τοῦ σώματος δυσκατούλωτα. ἐρυσίμου σπέρματος λείου
7. μιγέντος καὶ γενομένου ῥυπώδους, ἐπιτιθέντος σπληνίου τρόπον,
8. τάχιστα ἐπουλοῖ καὶ τὰ κακοήθη. ἐπουλωτικὴ πρεσβυτικῶν.
9. πρὸς δὲ τὰ πρεσβυτικὰ σκωρίᾳ μολύβδου μετὰ μυρσίνης
10. κηρωτῆς χρῶ. ἐὰν δὲ παλαιῶσαι θέλῃς, καὶ στέαρ χοίρειον
11. μίσγε. τὰ δὲ μελαινόμενα ἕλκη προπυριάσας ἄρτοις
12. κριθίνοις ἀρτίως πεσσομένοις, βούτυρον καὶ ψιμύθιον ἴσα
13. ἐπιμελῶς ἑνώσας χρῶ.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 4.9, ed. Kühn, 1827, vol. 13, p. 729-731. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:4.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩