Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 5.1, ed. Kühn, 1827, vol. 13, p. 763-765. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:5.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ

ΤΩΝ ΚΑΤΑ ΓΕΝΗ ΒΙΒΛΙΟΝ Ε.

1. Περὶ τῶν πολυχρήστων φαρμάκων ἐνταῦθα
2. λεχθήσεται. πολύχρηστα δ’ ὀνομάζουσιν ὅσα πρὸς
3. πολλὰς διαθέσεις ἁρμόττει. καὶ τινὰ αὐτῶν οὐ μόνον ἑτεροειδῆ,
4. ἀλλὰ καὶ ἑτερογενῆ. ἅπαντα δὲ ἐξ ἐναντίων σύγκειται
5. φαρμάκων οὐ κατὰ τὰς πρώτας μόνον ποιότητάς τε
6. καὶ δυνάμεις, ἀλλὰ καὶ κατὰ τὰς δευτέρας. εὔδηλον δ’ ὅτι
7. πρώτας μὲν ὀνομάζω θερμότητα καὶ ψυχρότητα καὶ ξηρότητα
1. καὶ ὑγρότητα καὶ τὰς ἐκ τούτων συνθέτους κατὰ συζυγίαν
2. ἡντιναοῦν. δευτέρας δὲ τὰς ἑπομένας αὐταῖς, ὑπὲρ
3. ὧν ἐπὶ πλέον ἐν τῷ πέμπτῳ τῆς τῶν ἁπλῶν φαρμάκων
4. πραγματείας διῆλθον, ἐπιδεικνὺς ἔνια μὲν τῶν φαρμάκων
5. οὐ μόνων τῶν συνθέτων, ἀλλὰ καὶ τῶν αὐτοφυῶν μαλάττειν,
6. ἔνια δὲ σκληρύνειν, ὥσπερ καὶ τὰ μὲν ἐμπλάττειν, τὰ
7. δὲ ἐκφράττειν, καὶ τὰ μὲν ἐπιτρέφειν ῥύπον, τὰ δὲ καὶ τὸν
8. ἐπικείμενον ἀποῤῥύπτειν, καὶ τὰ μὲν λεπτύνειν, τὰ δὲ παχύνειν,
9. καὶ τὰ μὲν πυκνοῦν, τὰ δὲ ἀραιοῦν, καὶ τὰ μὲν ἀνατρέφειν
10. σάρκα, τὰ δὲ ἀνακαθαίρειν, καὶ τὰ μὲν ἐπουλοῦν, τὰ
11. δὲ ἑλκοῦν, καὶ τὰ μὲν ἕλκειν, τὰ δὲ ἀποκρούεσθαι, ἑτέρας τε
12. τοιαύτας ἐν αὐτοῖς διαφοράς. εἴρηται δέ μοι καὶ διὰ τῶν
13. ἔμπροσθεν ὑπομνημάτων ἥτις τῶν ἐναντίων ταῖς δυνάμεσι
14. φαρμάκων ἀναγκαία μίξις, ἧς ἀναμνήσω καὶ νῦν ὀλίγον ὕστερον.
15. ἄμεινον γάρ μοι δοκεῖ γράψαι τινὰ δύο καὶ τρία φάρμακα
16. τῶν ἐνδόξων πολυχρήστων, εἶτ’ ἐξηγήσασθαι τὸν λόγον
17. τῆς συνθέσεως αὐτῶν. ἄρξομαι δὲ ἀπὸ τῶν ἅπασι γνωρίμων,
18. ἃ κατά τε τὸν Ἥραν νάρθηκα γέγραπται καὶ παρ’
1. ἄλλοις τῶν φαρμακίτιδας βίβλους συνθέντων. ἐπεὶ δὲ κατὰ
2. τὸ πρὸ τούτου βιβλίον ὁ λόγος ἐγένετό μοι περὶ τῶν δυσεπούλωτα
3. θεραπευουσῶν ἕλκη δυνάμεων, ἔδοξέ μοι καὶ
4. νῦν ἐκείνας τῶν πολυχρήστων ἐμπλάστρων ἐξηγήσασθαι πρώτας,
5. ὅσαι κακοήθων ἕνεκα συνετέθησαν, ἃ καλοῦσιν ἔνιοι
6. χειρώνεια ὅσαι δ’ ἄλλαι πολύχρηστοι καλοῦνται διὰ τὸ πρὸς
7. πολλὰ μὲν ἁρμόττειν ἕτερα πάθη, μὴ μέντοι καὶ πρὸς τὰ
8. χειρώνεια, ταύτας αὖθις ἐφεξῆς ἀλλήλαις διελθεῖν ἔγνωκα.

Cliquer un n° de page pour en afficher l’image