14.
15. Εἴρηταί μοι πολλάκις ὡς οὐ μόνον εἰς μνήμην αἱ ἔμμετροι
16. γραφαὶ χρησιμώτεροι τῶν πεζῇ γεγραμμένων εἰσὶν, ἀλλὰ καὶ
17. εἰς τὴν τῆς συμμετρίας τῶν μιγνυμένων ἀκρίβειαν. διὰ τοῦτ’
1. οὖν καὶ νῦν τὴν διὰ δικτάμνου προσέγραψε συμμετρίαν
2. ἀκριβῆ διασώζουσαν ἐν τῇ Δαμοκράτου γραφῇ.
3. Τῶν περιβοήτων δ’ ἐστὶν ἐμπλάστρων μία,
4. Μόνη τ’ ἔχουσα Κρητικὸν τὸ καλούμενον
5. Δίκταμνον, ἰᾶται δὲ τὰς τῶν ἑρπετῶν,
6. Ἰοβόλων πληγάς τε καὶ τὰ δήγματα
7. Πάντων τετραπόδων, κᾂν λελυσσήκῃ τινὰ,
8. Τετυλωμένα θ’ ἕλκη, τάς τε τῶν νεύρων φθοράς.
9. Μυῶν τε καὶ τῶν ὀστέοις ἐπικειμένων
10. Χόνδρων, ἐχόντων διὰ βάθους ἤδη φθοράν.
11. Τά τε περὶ μαστοὺς καὶ τράχηλον καὶ ῥάχιν
12. Ἕλκη θεραπεύει, κᾂν χρόνους πολλοὺς ἔχῃ·
13. Καὶ πάνθ’ ὅσ’ εἶπον τὴν καλουμένην ποιεῖν
14. Αἰγυπτίαν ἔμπλαστρον ἔμπροσθεν βραχύ.
15. Ταύτην ἀγαθὴν σφόδρ’ οὖσαν ἔνιοι καὶ μόνην
16. Δοκοῦσι πασῶν τῶν καλῶν βελτίονα,
17. Πολλῶν διὰ πείρας οὐκ ἔχοντες φαρμάκων.
18. Ἔχει δὲ λιθάργυρον δὶς ἑκατὸν δραχμὰς,
1. Λίτρας δ’ ἐλαίου τοῦ παλαιοῦ τέταρτον.
2. Τινὲς δὲ κοτύλης φασὶ μᾶλλον τέταρτον.
3. Δὶς δ’ εἴκοσι πέντε Ποντικοῦ κηροῦ δραχμὰς,
4. Κολοφωνίας δὲ τῆς καλῆς, κηροῦ διπλοῦν,
5.
Τινὲς δὲ μᾶλλον, ταὐτὸ τῆς τερμινθίνης.
6. Ἰοῦ δὲ χαλκοῦ καὶ ἀλόης Ἰνδικῆς,
7. Χαλκοῦ τε κεκαυμένου καὶ διφρυγοῦς καλοῦ
8. Ἑκκαίδεχ’ ἥμισυ ἐξ ἑκάστου μίγματος,
9. Εἴκοσι δραχμὰς δὲ χαλβάνης καὶ δ΄.
10. Μάννης, λιβάνου τε τὰς ἴσας δὶς ιβ΄.
11. Ἀμμωνιακοῦ δὶς ε΄. καὶ δὶς κ΄.
12. Ἑκκαίδεκα δραχμὰς προπόλεως τῆς Ἀττικῆς,
13. Ἀριστολοχίας τῆς μακρᾶς δὶς ι΄. δραχμὰς
14. Δὶς στ΄. λεπίδος, τοῦ Κυπρίου χαλκοῦ δραχμὰς
15. Καὶ γεντιανῆς ξηροτάτης ῥίζης ἴσον.
16. Τούτοις προσαπόδος πᾶσι δικτάμνου πόας
17. Ξηρᾶς ἐχούσης ἄνθος ὁλκὰς κ΄.
18. Λείας. λιθάργυρον δὲ μετ’ ἐλαίου βαλὼν,
1. Εἰς λοπάδα καινὴν κεραμίαν πλατύστομον,
2. Ἕψε πυρὶ κούφῳ καὶ μαλακῷ, κινῶν σπάθῃ
3. Ἕως γένηται μέλιτος Ἀττικοῦ πάχος.
4. Ἴσον δὲ καὶ τῆς λεπίδος προσβαλὼν πάλιν
5. Ἕψε λαβρότερον, εἶτα κιῤῥοῦ γενομένου
6. Τοῦ φαρμάκου, πρόσβαλε χαλκὸν καὶ διφρυγὲς,
7. Ποιῶν τ’ ἀμόλυντον καὶ πεπηγὸς φάρμακον
8. Πρόσβαλλε κηρὸν τήν τε ῥητίνην ἅμα.
9. Ὧν συντακέντων, ὅταν ἴδῃς κεκραμένην
10. Ἔμπλαστρον, αἴρεις τὴν χύτραν ἀπὸ τοῦ πυρὸς
11. Καὶ προσβαλὼν προπόλεώς τε καὶ χαλβάνην,
12. Ἀμμωνιακὸν, μάνναν τε καὶ ἀλόην, τότε
13. Ψύξας τὸ πυρῶδες καὶ ζέον τοῦ φαρμάκου,
14. Ἀριστολοχίαν λειοτάτην προσεμπάσεις
15. Καὶ γεντιανὴν, τήν τε δίκταμνον πόαν
16. Καὶ προσανακόψας τῇ σπάθῃ τὸ φάρμακον
17. Χερσὶ καὶ μαγδαλιὰς ποιῶν, ἔχε,
18. Εἰς ἃς προεῖπον χρώμενος περιστάσεις.