Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 5.2, ed. Kühn, 1827, vol. 13, p. 765-786. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:5.2

9. Γεγραμμένης
10. οὖν ἐν τῇ βίβλῳ τῶν φαρμάκων ὑπὸ τοῦ Καππάδοκος
11. Ἥρα, πρὸς τὰ τοιαῦτα τῶν ἑλκῶν ἐμπλάστρου τινὸς
12. ἄκρως ποιούσης, ἀπ’ αὐτῆς ἄρξομαι τὴν λέξιν παραγράψας
13. τἀνδρὸς ᾧδέ πως ἔχουσαν. εὔχρους ἔναιμος, ἐπουλωτικὴ, κολλῶσα
14. μὲν ἀκραιφνῶς, πληροῦσα δὲ καὶ ἐπουλοῦσα, ἐκλυθεῖσα
15. μετὰ κηρωτῆς καὶ ἔτι μᾶλλον περὶ τὴν ἐπούλωσιν.
16. ποιεῖ μέντοι καὶ ἐπὶ τῶν χειρωνείων ἑλκῶν καὶ τῶν ἄλλων
17. τῶν παραπλησίων ἄκρως. τούς τε γὰρ τύλους τήκει καὶ
1. μετὰ ταῦτα γνησίαν σάρκα γεννᾷ. λίαν λευκή. ♃ κηροῦ λίτρας
2. β΄. φρυκτῆς λίτρας γ΄. ἰοῦ ξυστοῦ γο στ΄. μάννης γο γ΄.
3. ἐλαίου κοτύλας ε΄. ὄξους ξε. α΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν
4. χρῶ τῇ ἐμπλάστρῳ πρὸς τραύματα καὶ ἀνιεμένη δὲ σὺν ῥοδίνῳ
5. πυοποιεῖ καὶ ἀνακαθαίρει τῇ κηρωτῇ διεκλυθείσῃ εἰς
6. ἐπούλωσιν. τινές γε μὴν τῆς ῥητίνης ἔβαλον φρυκτῆς λίτρας
7. β΄. καὶ τερμινθίνης λίτρας δύο, καὶ οὕτω παρασκευάσαντες
8. ἀνελάμβανον αὐτὴν ἰῷ ξυστῷ, ὡς κολλυρίου τόνον ἔχειν, καὶ
9. τοῦτο ἐνετίθεσαν ὅπου τύλους ἐκτῆξαι ἤθελον. εὐχερῶς γὰρ
10. τοῦτο ποιεῖ, ὡς καὶ ὀστᾶ ἀφιστάναι. καὶ ταύτην μὲν
11. οὖν εἰκότως ἐπαινεῖ τὴν ἔμπλαστρον ὁ Ἥρας, ὡς ἐκ τοῦ
12. πλήθους τοῦ ἰοῦ καὶ τοῦ ὄξους τὸ δραστήριον ἔχουσαν, εἴ τι
13. μεμνήμεθα τῶν εἰρημένων κατὰ τὸ πρὸ τούτου βιβλίον.
14. ἐπαινεῖ δὲ καὶ τὴν ὑπ’ αὐτοῦ καλουμένην πανάκειαν, ἣν
15. ἐφεξῆς γράφω κατὰ τὴν ἐκείνου λέξιν. πανάκεια Ἥρα ἡ ὑπό
16. τινων ὑγεία λεγομένη. πρὸς πᾶσαν νομὴν καὶ κακοήθειαν.
17. ἵστησι δὲ τὰς νομὰς οὔτ’ ἐσχάρας ποιοῦσα οὔτε σκληρύνουσα
18. τὰ πέριξ σώματα. ῥηγνύουσα δὲ καὶ μαραίνουσα πᾶν
1. τὸ διεφθαρμένον, ὡς μηδὲν διαφέρειν ὑγρᾶς σταφίδος. ἐπέχει
2. δὲ καὶ φορὰν αἵματος τήν τε ἄλλην καὶ τὴν δι’ αἱμοῤῥοΐδων
3. διειμένη μυρσίνῳ καὶ τὰς αἱμοῤῥοΐδας αὐτὰς μαραίνει
4. καὶ δαπανᾷ. πρὸς τούτοις δὲ καὶ σύριγγας ἰᾶται καὶ
5. τοὺς ὀνομαζομένους ἄνθρακας καὶ τοὺς αἰγίλωπας καὶ τὰ
6. χειρώνεια λεγόμενα καὶ καθόλου τὸ τῶν δυσιάτων καὶ χρονίων
7. γένος, εἰς μὲν τοὺς ἀφανεῖς τόπους οἷον ὑστέρας διατηκομένη
8. μύρῳ κυπρίνῳ, τοῖς δ’ ἔξωθεν ἄμεινόν ἐστιν, ὡς
9. ἑκάστην τῶν ἄλλων οὕτως ἐπιτιθέναι. παντὶ δὲ ἕλκει ἐπιτεθεῖσα,
10. κᾂν ᾖ τῶν ἀγρίων, πραΰτερον εὐθὺς ποιήσει καὶ
11. τοὺς πόνους ἠπιωτέρους καὶ τὰς ἀγρυπνίας. ἡ δὲ δύναμίς
12. ἐστιν αὕτη. χαμαιπίτυος δραχ. δ΄. συμφύτου δραχ. δ΄. χαμαιλέοντος
13. δραχ. δ΄. πρασίου δραχ. δ΄. οἱ δὲ στ΄. πολίου δραχ. στ΄. κενταυρίου
14. λεπτοῦ δραχ. στ΄. ἑλενίου δραχ. δ΄. ἀριστολοχίας δραχ. δ΄. λιβάνου
15. δραχ. ιβ΄ S". σμύρνης δραχ. γ΄. ἀλόης δραχ. στ΄. χαλβάνης δραχ. στ΄.
16. ὀβολὸς εἷς S". ἐλαίου δραχ. ρπ΄. μέλιτος δραχ. λ΄. προπόλεως δραχ. β΄.
17. S". στυπτηρίας σχιστῆς δραχ. στ΄. ὀβολὸς εἷς S". τερμινθίνης 
1. δραχ. στ΄. ὀβολὸς εἷς S". χαλκίτεως δραχ. στ΄. ὀβολὸς εἷς S".
2. ἀσφάλτου δραχ. ν΄. γῆς ἀμπελίτιδος δραχ. ν΄. λιθαργύρου δραχ. ν΄.
3. κηκίδος δραχ. γ΄. χνοὸς ἴρεως δραχ. γ΄. κόψαντα δὲ δεῖ τῇ προτεραίᾳ
4. τὰς βοτάνας καὶ τὰς ῥίζας ἐμβάλλειν εἰς ἔλαιον. ἐμμεινάντων
5. δὲ δι’ ὅλης νυκτὸς, πρωῒ δεῖ ἐπεμβάλλειν τὴν λιθάργυρον
6. καὶ τὴν ἀμπελῖτιν καὶ τὴν ἄσφαλτον καὶ ἕψειν
7. ἐπὶ πυρὸς μαλακοῦ. παχυνομένης δὲ τῆς συστάσεως,
8. ἆραι τὴν χύτραν ἀπὸ τοῦ πυρός. ἔστω δὲ ἐν ἄλλῳ ἀγγείῳ
9. τὸ μέλι καὶ ἡ ῥητίνη καὶ ἡ χαλβάνη καὶ ἡ πρόπολις συντετηκότα.
10. δεῖ δὲ καταμίσγειν καὶ ταῦτα ἐπεγχέοντα εἰς τὴν
11. χύτραν, ἐπὶ δὲ τούτοις τὰ ξηρά. καὶ μετὰ τούτων ἕψε, ἕως
12. ἂν μὴ μολύνῃ τὸ φάρμακον. πάλιν δὲ ἄραντα ἀπὸ τοῦ πυρὸς
13. ἐμπάσσειν λείαν τὴν σμύρναν καὶ τὸν λίβανον. προσέχειν
14. δὲ δεῖ, μή ποτε ὑπερζέσῃ καὶ ὡς οἷόν τε ἑψεῖν ἐν εὐρυχωρίᾳ,
15. δυσκατάσβεστον γάρ γίγνεται, εἴ τινος ἅψαιτο.
16. ταῦτα μὲν ὁ Ἥρας περὶ τῆς πανακείας. ἡμᾶς δὲ χρὴ τὴν
17. ὕλην αὐτὴν ἐπισημῄνασθαι διαφέρουσαν τῶν κατὰ τὸ πρὸ
18. τούτου βιβλίον γεγραμμένων φαρμάκων πρὸς τὰ δυσθεράπευτα
1. τῶν ἑλκῶν. διὰ μεταλλικῶν μὲν γὰρ ἐκεῖνα συνέκειντο
2. μόνων, τινὰ μὲν ὀλίγων, τινὰ δὲ πλεόνων. ὀλίγων τινῶν ἐν
3. αὐτοῖς ἐχόντων ῥίζας ἢ πόας. τῇ πανακείᾳ δὲ ταύτῃ τοὐναντίον
4. ὑπάρχει, λαμβάνει μὲν καὶ τὸν χαμαιλέοντα καὶ τὸ
5. κενταύριον ἱκανὸν ὠφελεῖν ἑκάτερον ἕλκη κακοήθη. λαμβάνει
6. δὲ καὶ ἀριστολοχίαν καὶ ἴριν, ἀσθενέστερα μὲν κενταυρίου
7. καὶ χαμαιλέοντος, ὡς πρὸς τὴν τῶν κακοήθων ἑλκῶν
8. ἴασιν, οὐ μὴν ἀπόβλητά γε. λαμβάνει δ’ ἰσχυρὰς βοτάνας
9. καὶ μόνας πολλάκις θεραπεύειν ἕλκη κακοήθη δυναμένας, τήν
10. τε χαμαιπίτυν καὶ τὸ πόλιον καὶ τὸ σύμφυτον. ἰσχυρότερον
11. δὲ τούτων ἐστὶ τό τε πράσιον καὶ τὸ ἑλένιον. τῷ μὲν
12. οὖν πρασίῳ καὶ μόνῳ χρήσαιτ’ ἄν τις ἐπὶ τῶν ἱκανῶς ὑγρὰν
13. ἐχόντων τὴν κατὰ τὸ ἕλκος σάρκα καὶ ῥυπαρωτέραν· τὸ δὲ
14. ἑλένιον οὐδ’ ἐπὶ τούτων ἁρμόττει μόνον ἐπιπαττόμενον,
15. ὥσπερ οὐδ’ ἄλλο τι τῶν δριμέων οὐδέν. ἐμάθετε γὰρ ἐν τῇ
16. περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ τὴν διαφορὰν τῶν
17. δριμέων καὶ πικρῶν φαρμάκων, ἐρεθιστικῶν μὲν ὄντων καὶ
18. δακνωδῶν καὶ θερμῶν καὶ ῥευματιζόντων τὰ πάσχοντα μόρια
1. τῶν δριμέων· ξηραντικῶν δὲ χωρὶς τοῦ δάκνειν καὶ θερμαίνειν
2. τῶν πικρῶν καὶ διὰ τοῦτο ἐπιτηδείων τοῖς ἡλκωμένοις
3. μορίοις. ἀλλ’ ἐπεὶ προκείμενον ἦν τῷ συντιθέντι τὰς
4. βοτάνας ταύτας ἔμπλαστρον ἐξ αὐτῶν οὐ ξηρὸν ἐπίπαστον
5. ποιῆσαι, πρὸς δὲ τὴν τῆς ἐμπλάστρου σύνθεσιν ἔμελλεν ἤτοι
6. κηρὸν ἢ ῥητίνην μίξειν ἢ πάντως γε λιθάργυρον ἐπὶ πλέον
7. ἑψημένην, ὑφ’ ὧν ἡ δύναμις ἐξελύετο τῶν βοτανῶν, ἔμιξεν
8. αὐταῖς ἔνια τῶν ἰσχυρῶν οὕτως φαρμάκων, ὡς μὴ δύνασθαι
9. μόνα προσφέρεσθαι τοῖς ἕλκεσι. τὰ δ’ ἰσχυρὰ ταῦτα διττὴν
10. ἔχει τὴν καθόλου δύναμίν τε καὶ ποιότητα, ἔνια μὲν αὐστηρὰν
11. καὶ στρυφνὴν, ἔνια δὲ δριμεῖάν τε καὶ στρυφνήν.
12. διὰ τοῦτ’ οὖν τῶν μὲν δριμεῖαν ἐχόντων δύναμιν ἔμιξεν
13. ἑλένιον, τῶν δ’ ἰσχυρῶς στυφόντων, ταῦτα γὰρ ὀνομάζομεν
14. αὐστηρά τε καὶ στρυφνὰ, τήν τε στυπτηρίαν καὶ τὴν κηκίδα
15. τὴν ὀμφακῖτιν δηλονότι. τὰς ποιότητας δ’ ἀμφοτέρας ἰσχυρὰς
16. ἔχει, καθάπερ καὶ τὰς ἐν αὐταῖς δυνάμεις ἡ χαλκῖτις,
17. δριμεῖά τε οὖσα καὶ στυπτική. λέλεκται δ’ ἐν τοῖς ἔμπροσθεν
18. ἀναγκαίαν εἶναι τοῖς κακοήθεσιν ἕλκεσι καὶ μάλιστα
1. ὅταν ᾖ ῥευματικὰ τὴν αὐστηρὰν ποιότητα. τούτοις οὖν ἅπασιν
2. οἷς εἶπον ἐμίχθη λιθάργυρός τε καὶ ῥητίνη καὶ λιβανωτὸς
3. ἕνεκα τοῦ γενέσθαι τὸ φάρμακον ἐμπλαστρῶδες. ἀλλ’
4. ἡ μὲν λιθάργυρος ἐκ τῆς μέσης ὕλης ἐστὶν, ὁ δὲ λιβανωτὸς
5. πεπτικός τε καὶ πυοποιὸς ὡς πρὸς τὴν εὔκρατον φύσιν ἀποβλεπόντων.
6. ἐδείχθη γὰρ ὅτι τοῖς ὑγροτέροις σώμασι σαρκωτικός
7. ἐστι καὶ μέντοι καὶ ὅτι τῶν πεπτικῶν φαρμάκων,
8. ἃ δὴ καὶ τὴν ἐκπυητικὴν ὀνομαζομένην ἔχει δύναμιν, οὐδέν
9. ἐστιν ἰσχυρῶς διαφορητικὸν, ὥσπερ γε οὐδὲ δριμύ. μετρίως
10. γὰρ θερμαίνει τὰ τοιαῦτα καὶ μέντοι καὶ μαλάττει μᾶλλον
11. ἢ ξηραίνει. καλῶς οὖν ἐμίχθη καὶ τοῦ λιβανωτοῦ κατὰ τὴν
12. τῆς προκειμένης ἐμπλάστρου σύνθεσιν, ἵνα τι καὶ παρηγορικὸν
13. ἔχῃ καὶ πρᾷον. ἔστι δὲ δηλονότι καὶ τὸ ἔλαιον
14. ἐκ τῆς αὐτῆς δυνάμεως, ἕνεκα μὲν ἑψήσεως τῆς ἐμπλάστρου
15. κατὰ τὸν πρῶτον λόγον μιχθὲν, ἐν αὐτῷ δὲ συνεπιφέρον
16. δύο δυνάμεις, τήν τε παρηγορικὴν καὶ τὴν ἀμβλυντικὴν τῶν
17. ἰσχυρῶν φαρμάκων, ἐάν τε δριμείας, ἐάν τε αὐστηρᾶς δυνάμεως
18. ᾖ ταῦτα. ἡ δὲ ἀμπελῖτις γῆ ξηραίνει τε καὶ διαφορεῖ
1. μηδὲν ἔχουσα δριμὺ σαφῶς. καὶ διὰ τοῦτο τοῖς κακοήθεσιν
2. ἕλκεσιν ἐπιτήδειός ἐστιν, εἰ καὶ μόνην αὐτὴν λειώσας ἐπιπάττοις.
3. ἡ χαλβάνη δὲ καὶ αὐτὴ τῷ πεπτική τε εἶναι καὶ
4. μαλακτικὴ καὶ παρηγορική τε καὶ ἀνώδυνος ἐμίχθη κατὰ
5. τὴν προκειμένην σύνθεσιν, ἔχοντος μὲν καὶ τοῦ λιβανωτοῦ
6. τὰς αὐτὰς δυνάμεις, ἀλλὰ ἀσθενεστέρας ἢ κατὰ τὴν χαλβάνην,
7. ἐκείνης γε κατ’ ἀμφοτέρας ἰσχυροτέρας ὑπαρχούσης. ἡ
8. τερμινθίνη δὲ ῥητίνη καὶ αὐτὴ μετὰ τοῦ ῥυπτικοῦ τε καὶ
9. διαφορητικοῦ πεπτικὸν ἔχει τι τῶν τοιούτων διαθέσεων. ἡ
10. δὲ ἄσφαλτος ἴσμεν ὅτι ξηραντικῆς ἐστι δυνάμεως ἅμα θερμασίᾳ
11. μὴ πάνυ σφοδρᾷ. τούτοις οὖν ἅπασιν ὁ συνθεὶς τὴν
12. ἔμπλαστρον ἔμιξεν ἑλκτικῆς δυνάμεως φάρμακον τὴν πρόπολιν,
13. ἐπειδὴ πολύχρηστον ὑπάρχειν αὐτὴν ἐβούλετο. πάντα
14. δ’ ὅσα πολύχρηστα ποικιλωτάτας ἀναγκαῖον ἔχειν δυνάμεις,
15. ὅπως θεραπεύῃ διαθέσεις πλείονας. οὕτως δὲ καὶ τοῦ μέλιτος
16. ἔμιξεν οὐκ ὀλίγον, εἰδὼς αὐτὸ ξηραῖνόν τε καὶ διαφοροῦν
17. οἰκειότατόν τε τοῖς σηπομένοις ὑπάρχον. καὶ γὰρ αὖ
18. καὶ τὸ τῶν ἀσήπτων ἐστὶ καὶ τὰ μιγνύμενα φυλάττει τοιαῦτα, 
1. πλὴν τῶν ἐσχάτως ἐπιτηδείων εἰς σῆψιν, ἅπερ
2. ὑγρά τέ ἐστι καὶ θερμά. καὶ πλέον τῶν ἄλλων γε ὁ συνθεὶς
3. τὸ φάρμακον ἔβαλε τὸ μέλι. πλὴν γὰρ τριῶν τῶν ἑψηθῆναι
4. δεομένων, ἀσφάλτου καὶ λιθαργύρου καὶ τῆς ἀμπελίτιδος
5. γῆς, τῶν ἄλλων πλέον ἐστίν· αὐτοῖς τε τούτοις τῇ τε
6. ἀσφάλτῳ καὶ τῷ λιθαργύρῳ καὶ τῇ ἀμπελίτιδι τοσοῦτον
7. ἔμιξεν ἔλαιον, ὅσον εἰς τὴν ἕψησιν ἐπιτήδειον ἔσται, παραστοχασάμενος
8. καὶ τῶν ἄλλων ὅσα ξηρὰ κατὰ τὸ φάρμακον
9. βάλλεται. καὶ μὴν καὶ τελείως ἡψημένων ἁπάντων ἠξίωσεν
10. ἐπεμβληθῆναι τήν τε σμύρναν καὶ τὴν ἀλόην, ξηραίνοντα
11. μὲν ἀδήκτως ἀμφότερα, διαφέροντα δὲ τῷ τὴν μὲν ἀλόην
12. στύφειν, λεπτομερεστέραν δὲ καὶ ξηραντικωτέραν εἶναι τὴν
13. σμύρναν. οὐκ οἶδα δέ τι τὸ δόξαν τῷ Ἥρᾳ διὰ βραχυτέρων
14. συμμετριῶν γράψαι τὴν πανάκειαν ταύτην, ὑπ’ ἄλλων
15. διὰ μειζόνων γεγραμμένην. τινὲς μὲν γὰρ διπλάσια πάντ’
16. ἔχουσαν αὐτὴν ἔγραψαν, ἔνιοι δὲ τετραπλάσια. χαλβάνης γοῦν
17. ἓξ δραχμὰς καὶ ὀβολὸν ἕνα καὶ ἥμισυν ὁ Ἥρας ἔγραψεν, ἄλλων
18. γραψάντων δέκα δραχμὰς καὶ ἡμίσειαν, ὥσπερ αὖ πάλιν
1. ἄλλων πέντε καὶ εἴκοσι, ἀνάλογον δὲ καὶ τἄλλα συναυξησάντων,
2. ὡς μηδαμόθι λέγεσθαι κατὰ τὴν συμμετρίαν ὀβολὸν
3. ἢ ἡμιώβολον. προσέχειν οὖν ὑμᾶς χρὴ τὰς παρὰ τοῖς
4. ἄλλοις γεγραμμένας πανακείας παραβάλλοντας τῇδε, πότερα
5. διπλάσια ἔχουσι πάντα ἢ τετραπλάσια, κᾂν ἀνάλογον ᾖ πάντα
6. ηὐξημένα μὴ νομίζειν ἐκείνας ἑτέρας εἶναι τῆσδε.

7. Πολύχρηστόν
8. ἐστι φάρμακον, ἣν προσαγορεύουσιν ἴσιν ὑπὸ πάντων
9. ἐπῃνημένην. ἐγὼ δὲ παραθήσομαι νῦν ὅσα περὶ αὐτῆς ἔγραψεν
10. ὁ Ἥρας οὕτως ἔχοντα κατὰ λέξιν. ἡ ὑπὸ τινῶν μὲν
11. Ἐπιγόνου λεγομένη, ὑπὸ τινῶν δὲ ἴσις, ποιοῦσα πρὸς πᾶν
12. τραῦμα καὶ πρὸς τὰ ἐν κεφαλῇ μετὰ ὀστῶν διακοπῶν. ὑγιάζει
13. δὲ χωρὶς ἀνασκευῆς, ποιεῖ καὶ πρὸς νύγματα, σκόλοπας,
14. ἀνθρωπόδηκτα, κυνόδηκτα ἰούς τε ἕλκει ἔχεως, σκορπίων,
15. δρακόντων θαλασσίων καὶ τρυγόνος καὶ πρὸς τὰ ἐπὶ
16. τῶν κώλων σὺν τραύματι κατάγματα. πωροῖ γὰρ θᾶσσον
17. καὶ ἀσφαλέστερον σύριγγας πάσας προσφάτους, παλαιὰς
18. ὑποφορὰς, κόλπους, φύματα, παρωτίδας, τὰ ἐν μαστοῖς καὶ
1. μασχάλαις ἀποστήματα, ἢ ἵνα μὴ γένηται ἢ γενόμενα θεραπευθῇ.
2. εἰς ὑπόῤῥυσιν δ’ ὄντων ἡμῶν, ἔτι χοιράδας κομίζεται
3. σὺν τοῖς χιτῶσι τάχιστα ἐκπυοῦσα, ἵστησι καὶ ῥεῦμα
4. ὀφθαλμῶν ἐπὶ τὸ μέτωπον ἐπιτιθεμένη. αἴρει δὲ καὶ πελιώματα
5. καὶ γαγγραίνας περιγράφει καὶ σηπεδόνας ἀνακαθαίρει
6. καὶ τὸ ὅλον πρὸς πάντα ἀγαθή. ♃ κηροῦ δραχμὰς ρ΄.
7. τερμινθίνης δραχ. σ΄. οἱ δὲ ρ΄. λεπίδος χαλκοῦ ἐρυθροῦ δραχ. η΄.
8. ἰοῦ ξυστοῦ δραχ. η΄. ἀριστολοχίας στρογγύλης δραχμὰς η΄. λιβάνου
9. δραχ. η΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. η΄. ἀμμωνιακοῦ θυμιάματος
10. δραχ. η΄. στυπτηρίας κεκαυμένης ἢ στρογγύλης δραχ. στ΄. χαλκοῦ
11. κεκαυμένου δραχ. η΄. σμύρνης δραχ. ιβ΄. ἀλόης δραχ. ιβ΄. χαλβάνης
12. δραχ. ιβ΄. ἐλαίου παλαιοῦ κοτύλην α΄. ὄξους δριμέος κο. β΄.
13. τὰ τηκτὰ κατακένου εἰς θυείαν κατὰ τῶν ξηρῶν. οὕτως μὲν
14. ὁ Ἥρας ἔγραψε τὴν ἴσιν, οὐκ ἔτι προσγράψας αὐτῇ τὴν
15. κατὰ μέρος χρῆσιν ἅπασαν, ὡς ἐπ’ ἄλλων εἰώθει. καὶ μέντοι
16. κᾀν τῷ καλεῖν αὐτὴν Ἐπιγόνου διαφέρεται πολλοῖς, οὓς
17. ἀκριβέστερον ἡγοῦμαι περὶ τοῦ Ἐπιγόνου γεγραφέναι τά τε
1. ἄλλα καὶ ὡς ἐν εἱρκτῇ κατακεκλεισμένος ἰασάμενός τέ τινα
2. τῶν πολὺ δυναμένων ἀφείθη διὰ τοῦτο. προστεθεικέναι δ’
3. αὐτόν φασι τὴν τοῦ δρακοντίου ῥίζαν τῷ προγεγραμμένῳ
4. φαρμάκῳ, κᾀγὼ διὰ παντὸς οὕτως ἐχρησάμην. ἐπειδὴ καὶ
5. τῶν διδασκάλων μού τις ἐχρῆτο, βαλὼν εἰς τὴν γεγραμμένην
6. συμμετρίαν ὑπὸ τοῦ Ἥρᾳ δραχ. η΄. τοῦ δρακοντίου. καὶ μέντοι
7. καὶ τοῦ ἐλαίου μὲν ἐνέβαλεν ἥμισυ κυάθου, ὄξους δὲ κο. α΄,
8. ἔβαλλε δὲ καὶ τὴν κολοφωνίαν ῥητίνην, οὐχ ὥσπερ ὅ Ἥρας
9. τὴν τερμινθίνην, ἀλλὰ κᾀν τῇ κατασκευῇ τῆς ἐμπλάστρου
10. διεφώνει τῷ Ἥρᾳ, τὴν χαλβάνην τῷ ὄξει συγκατεργαζόμενος
11. τοῖς ἄλλοις ἐν θυείᾳ. καὶ οὕτως ἀναμιγνὺς αὐτὰ, καθάπερ
12. καὶ ὁ Ἥρας φησὶ, τοῖς τηκτοῖς ἐμάλασσέ τε μετὰ
13. ταῦτα τὸ φάρμακον, ἐπὶ πλεῖστον ἐν ταῖς χερσὶ προσαπτόμενος
14. ὄξους δριμυτάτου καὶ μετὰ ταῦτα εἰς χαλκοῦν ἀγγεῖον
15. κατετίθετο καὶ καταχύσας ἐφύλλαττε χρόνῳ πλείονι καὶ οὕτως
16. ἀνελόμενος ἐχρῆτο. προσηγόρευε δὲ αὐτὴν, ὡς καὶ ἄλλοι
17. τινὲς, Ἕρμωνος τοῦ ἱερογραμματέως. ἐν ἑτέροις δ’ ἂν εὕροις
18. γεγραμμένην ἐκ τῶν ἀδύτων εἶναι καὶ τήνδε κατὰ τὸ
19. Ἡφαίστειον ἐν Αἰγύπτῳ, καθάπερ καὶ τὴν διὰ τοῦ δικτάμνου.
1. τὴν μέντοι συμμετρίαν τῶν συντιθέντων αὐτὴν ἁπλῶν
2. φαρμάκων σχεδὸν ἅπαντες ἴσην γεγράφασιν, ὥστε κᾂν ἡ
3. προγραφὴ διάφορος ᾖ, μὴ δόξῃς ἑτέραν εἶναι καὶ ἑτέραν
4. τήν τ’ ἐκ τῶν ἀδύτων ἱερὰν καὶ τὴν Ἕρμωνος τοῦ ἱερογραμματέως
5. καὶ τὴν Ἐπιγόνου. ἅπαντα γὰρ ταῦτα προσαγορεύεται.
6. τηκομένη δὲ μετὰ κηρωτῆς ὑγρᾶς ἀνακαθαίρει καὶ
7. ἐπουλοῖ τὰ ἕλκη. καὶ γεγράφασί γὲ τινὲς μὲν μετὰ τριπλασίας
8. κηρωτῆς αὐτὴν ἀνιέναι, τινὲς δὲ μετὰ διπλασίας, ἀδιορίστως
9. ἑκάτεροι τὴν συμμετρίαν ὁρίσαντες. ἐφ’ ὧν μὲν γὰρ
10. αὐτάρκως καθαρὸν ἐργάζεται τὸ ἕλκος εἰ τρισὶ μιχθείη τῆς
11. κηρωτῆς μέρεσιν, οὐ χρὴ διπλάσιον μιγνύειν. ἐφ’ ὧν δὲ ἐνδεέστερον
12. καθαίρει, τηνικαῦτα διπλασίαν χρὴ παραλαμβάνεσθαι
13. τὴν κηρωτήν. ἴσμεν γὰρ ὅτι πρακτικώτερον μέν ἐστι
14. πᾶν φάρμακον τοιοῦτον, μὴ πολλῇ τῇ κηρωτῇ μιγνύμενον,
15. ἀσθενέστερον δὲ πλέονι μιχθέν. οὐ χεῖρον δὲ καὶ περὶ τοῦ
16. δρακοντίου τό γε τοσοῦτον εἰπεῖν, ὡς ἐν τῷ θέρει ξηρανθέντος
17. τοῦ καυλοῦ καὶ ὅλης τῆς πόας ἀναιρεῖσθαι χρὴ τὴν
18. ῥίζαν, εἶτα τιθέμενον ἐν οἴκῳ ξηρῷ μὲν, οὐκ ἔχοντι δὲ ἥλιον,
19. ὀλίγον ὕστερον μεθ’ ἡμέρας ἓξ ἢ ἑπτὰ τέμνειν τὴν ῥίζαν εἰς 
1. κυκλίσκους καὶ τούτους διείραντα λίνῳ κρεμᾶσαι πάλιν
2. ἐν οἴκῳ ξηρῷ μὲν, ἀνηλίῳ δὲ, καὶ οὕτως ἐπειδὰν ἐθέλοις
3. σκευάζειν τὸ φάρμακον, κόπτειν τὴν ῥίζαν. ἔστι δὲ καὶ
4. αὐτὴ καθ’ ἑαυτὴν κοπεῖσα καὶ λεανθεῖσα καλῶς ὡς χνοώδη
5. γενέσθαι τῶν κακοήθων ἑλκῶν θεραπευτική.

6. Καὶ τὴν διὰ δικτάμνου σκευαζομένην
7. ἔμπλαστρον, ἱερὰν ὀνομάζουσιν, εὑρῆσθαι λέγοντες καὶ
8. ταύτην τὴν γραφὴν ἐν τῷ κατὰ Μέμφιν Ἡφαιστείῳ. καὶ
9. μέμνηνταί γε πάντες αὐτῆς ἐπὶ ταῖς τοιαύταις συμμετρίαις
10. ἢ βραχύ τι διαφερούσαις. ἀρκέσει δὲ καὶ περὶ ταύτης τὴν
11. τοῦ Ἥρᾳ παραγράψαι λέξιν οὕτως ἔχουσαν. ἱερὰ ἡ ἐκ τοῦ
12. ἐν Μέμφει Ἡφαιστείου. ποιεῖ ἐπὶ προσφάτων ἐναίμων, ῥευματικῶν,
13. πρὸς νεύρων διακοπὰς, παλαιὰ ἕλκη, ὑπόνομα, θλάσματα,
14. σηπεδόνας, ἄνθρακας, μελανίας, ἕλκη ῥευματικὰ, δυσκατούλωτα,
15. παρωτίδας, χίμεθλα, ἀποστήματα, χοιράδας, δοθιῆνας,
16. σκληρίας, βέλη ἀνάγει, σκόλοπας, ὀστέα ἐκ τῆς κεφαλῆς,
17. θηρίων πληγὰς καὶ δήγματα σκορπίων, φυλαγγίων,
1. μυγαλῆς, ἀνθρωπόδηκτα. πρὸς πάντα πόνον τραχήλου,
2. ὤμου, ἄρθρων ἀντὶ μαλάγματος. ἵστησι ῥεύματα ὀφθαλμῶν
3. οὐ μόνον πρόσφατα, ἀλλὰ καὶ παλαιὰ, καὶ πρὸς κεφαλαλγίαν
4. ποιεῖ, κατάχριστος ῥοδίνῳ, ἀνειμένη καὶ πρὸς ὑστέρας
5. πόνον καὶ διαχριομένη καὶ ὑποθυμιωμένη. ἐκδιώκει ἡ ἔμπλαστρος
6. καὶ θηρία θυμιωθεῖσα. ἔστι δὲ ἐλαίου παλαιοῦ κο. β΄.
7. λιθαργύρου δραχ. ρ΄. ἰοῦ ξυστοῦ δραχ. η΄. λεπίδος δραχ. στ΄. κολοφωνίας
8. ὑγρᾶς, οἱ δὲ πευκίνης δραχ. ν΄. μάννης δραχ. ιβ΄. ἀμμωνιακοῦ
9. θυμιάματος δραχ. ιστ΄. χαλκοῦ κεκαυμένου δραχ. η΄. διφρυγοῦς
10. δραχ. στ΄. γεντιανῆς δραχ. στ΄. ἀλόης δραχ. η΄. χαλβάνης δραχ. ιβ΄. προπόλεως
11. δραχ. η΄. κηροῦ δραχ. κε΄. ἀριστολοχίας δραχ. ι΄. δικτάμνου
12. Κρητικοῦ δραχ. ι΄. ἕψε ἐν λοπάδι μεγάλῃ ἐπὶ ἀνθράκων λιθάργυρον,
13. ἔλαιον ὡς ἀμόλυντον κατὰ πᾶν εἶναι ἢ παρὰ μικρὸν,
14. εἶτα ἄρας τὴν χύτραν, μίσγε ἰὸν καὶ λεπίδα καὶ ἕψε καὶ μὴ
15. μολυνέτω κατὰ πᾶν, εἶτα πάλιν βαστάσας βάλε ῥητίνην
16. καὶ ἀμμωνιακὸν σεσησμένα, κινῶν ἕως παύσηται ζέων, εἶτα
17. ἐπιθεὶς καὶ μικρὸν ἐάσας βαστάσας ἔμπασσε χαλκὸν καὶ διφρυγὲς
18. καὶ ἑψήσας πάλιν, ἕως μὴ μολύνῃ, ἔσθ’ ὅτε γὰρ
1. τούτων βληθέντων ἐπανίεται, εἶτα βαστάσας προσδίδου κηρὸν
2. καὶ πάλιν ἕψε, ἕως ἀμόλυντος γένηται, ταχέως δὲ γίνεται,
3. εἶτα ἄρας ἀποδώσεις πρόπολιν καὶ ἐπιθεὶς πάλιν, μικρόν
4. τε ἐάσας καὶ ἄρας ἀποδίδου ἀλόην, μάνναν, δίκταμνον,
5. ἀριστολοχίαν, γεντιανήν. ἐψυγμένων δ’ ἱκανῶς τούτων, καθ’
6. ἓν ἕκαστον λειότατον ἐμπάσεις καὶ κινήσας ἐὰν ᾖ ἀμόλυντος,
7. βαστάσεις. ἐὰν δὲ μὴ, ἐπὶ κούφου πυρὸς ἑψήσεις. ταῦτα
8. μὲν ὁ Ἥρας ἔγραψε περὶ τῆς ἐμπλάστρου. συνεθήκαμεν δ’
9. αὐτὴν ἡμεῖς ἐνίοτε καὶ χωρὶς τοῦ κεκαυμένου χαλκοῦ καὶ
10. διφρυγοῦς, ἑλκτικωτέραν μὲν τῶν ἐν τῷ βάθει καὶ μαλακτικωτέραν
11. καὶ διαφορητικωτέραν γινομένην, οὐ μὴν πρός γε
12. τὰ δυσεπούλωτα τῶν ἑλκῶν ἁρμόττουσαν. ἐποιήσαμεν δὲ αὐτὴν
13. καὶ χωρὶς τοῦ δικτάμνου, πάλιν αὐτὴν προσθέντες τοῖς
14. ἄλλοις, χρυσοκόλλης δραχ. στ΄. ὡς γενέσθαι θεραπευτικωτέραν
15. τῶν κακοήθων ἑλκῶν.

16. Ἡ Ἱκέσιος ὀνομαζομένη. τινὲς
17. δὲ κατὰ γενικὴν πτῶσιν ἡ Ἱκεσίου γεγράφασι, πολύχρηστον
18. φάρμακον. ὁ γοῦν Ἥρας περὶ αὐτῆς γράφει ταῦτα. ἡ Ἱκέσιος
1. πρὸς τραύματα καὶ κυνόδηκτα καὶ τὰς σκληρίας διαχέουσα.
2. πρὸς παρωτίδας καὶ κονδυλώματα καὶ πρὸς τὰ κακοήθη.
3. ἔστι δὲ καὶ ἐπισπαστικὴ, παρακολλητικὴ, ποιεῖ καὶ
4. πρὸς ὕδρωπας. ♃ λιθαργύρου δραχ. ρ΄. ἀσφάλτου Ἰουδαϊκῆς
5. δραχ. ρ΄. γῆς ἀμπελίτιδος δραχ. ρ΄. μάννης, προπόλεως ἀνὰ
6. δραχ. κε΄. χαλβάνης δραχ. ιβ΄. σχιστῆς δραχ. ιβ΄ S". τερμινθίνης δραχ. ιβ΄.
7. S". ἴρεως δραχ. στ΄. ἐλαίου ὠμοτριβοῦς κο. στ΄. μέλιτος κο. α΄.
8. χαλκίτεως δραχ. ζ΄. ἥμισυ, κηκίδος ὀμφακίτιδος δραχ. στ΄. σμύρνης
9. δραχ. στ΄. ἕψε τὴν λιθάργυρον καὶ τὴν ἄσφαλτον καὶ τὴν ἀμπελῖτιν
10. μετὰ τοῦ ἐλαίου. ἐπειδὰν δ’ ἡμίεφθα ᾖ, τὴν πρόπολιν
11. μίσγε καὶ τὴν ῥητίνην καὶ τὴν χαλβάνην ἡψημένα ἐν
12. τῷ μέλιτι ἰδίᾳ. ἐπὰν δὲ συνίστηται τὰ λοιπὰ ἀποδίδου,
13. κίνει δὲ σπάθῃ δᾳδίνῃ, ταύτης τῆς ἐμπλάστρου τὸν σταθμὸν
14. τῶν μιγμάτων, οὐ τὸν αὐτὸν ἅπαντες ἔγραψαν, ὡς
15. ἐν τοῖς ἐφεξῆς δειχθήσεται.

16. Ἔνδοξος ἔμπλαστρος
17. πολύχρηστός ἐστι καὶ ἡ διὰ τῶν δυοῖν ἀριστολοχιῶν,
18. ἣν καὶ αὐτὸς ὁ Ἥρας ἔγραψε κατὰ τήνδε τὴν λέξιν.
1. μέλαινα ἡ διὰ τῶν δυοῖν ἀριστολοχιῶν, ποιοῦσα πρὸς τὰ
2. παλαιὰ καὶ τυλώδη καὶ δυσκατούλωτα καὶ νεμόμενα. ἔστι
3. δὲ καὶ ἔναιμος κεφαλικὴ, ἀνάγει ὀστᾶ, ἀνακολλητικὴ, ποιοῦσα
4. πρὸς τὰ λελυμένα ἄρθρα, ῥευματιζόμενα ἀνακαθαίρει,
5. πληροῖ διειμένη. πίσσης λίτραν α΄. κηροῦ λίτραν α΄. ἀσφάλτου
6. λίτραν α΄. τερμινθίνης λίτραν α΄. μάννης λίτρας ἥμισυ
7. ἢ οὐγγίας ζ΄. ἰοῦ ξυστοῦ λίτρας ἥμισυ, ψιμυθίου λίτρας
8. ἥμισυ, χαλκάνθου οὐγγίας δ΄. ἀριστολοχίας μακρᾶς οὐγγίας δ΄.
9. Ἰλλυρικῆς οὐγγίας δ΄. σιδίων οὐγγίας β΄. κηκίδος ὀμφακίτιδος
10. οὐγγίας β΄. χαλκοῦ κεκαυμένου οὐγγίας β΄. ἀκάνθης οὐγγίας
11. δ΄. ἀριστολοχίας στρογγύλης γο δ΄. ὄξους κο. α΄. κικίνου
12. ἢ ἐλαίου παλαιοῦ κο. α΄. τὰ τηκτὰ τήξας ὁμοῦ, εἶτα
13. τὸ ψιμύθιον, τὸν ἰὸν καὶ τὸ χάλκανθον σὺν τῷ ὄξει λελειοτριβημένῳ
14. ἐπίσταζε, εἶτα ἐπιθεὶς ἐπὶ πυρὸς ἕως ἑνωθῇ,
15. ἔμπασσε τὰ ξηρὰ ὑποσπάσας τὸ πῦρ, εἶτα καταχέας μάλασσε.
16. ταῦτα μὲν ὅ θ’ Ἥρας καὶ οἱ ἄλλοι περὶ αὐτῆς ἔγραψαν.
17. ὁ δὲ λογισμὸς τοῦ συνθέντος αὐτὴν οὐκ ἄδηλός ἐστι τοῖς 
1. μεμνημένοις ὅσα κατά γε τοῦτο καὶ διὰ τῶν ἔμπροσθεν
2. ὑπομνημάτων εἴρηταί μοι. σύγκειται γὰρ ἐξ ἐναντίων δυνάμεων,
3. ἑλκτικῶν τε καὶ ἀποκρουστικῶν, κοινὸν ἐχουσῶν τὸ
4. ξηραίνειν. ἐπικρατεῖ δὲ ἐν αὐτῇ τὸ τῶν ἀποκρουστικῶν, ὃ
5. τοῖς στύφουσιν ὑπάρχει τῷ χαλκάνθῳ καὶ τοῖς σιδίοις καὶ
6. τῇ κηκίδι καὶ τῷ κεκαυμένῳ χαλκῷ καὶ τῇ ἀκάνθῃ. διὰ
7. τοῦτο δὲ καὶ πρὸς τὰ παραλελυμένα, τουτέστι κεχαλασμένα
8. τῶν ἄρθρων ἁρμόττειν αὐτὴν ἔφη. τὴν δ’ ἀριστολοχίαν καὶ
9. τὴν ἴριν ἔμιξε τοῖς στυπτικοῖς, ἀραιωτικῆς τε καὶ διαφορητικῆς
10. ὄντα δυνάμεως, ὅπως δὲ ἔμπλαστρος γένοιτο καὶ μὴ
11. ξηρὸν ἐπίπαστον εἴη τὸ φάρμακον, ἔλαιόν τε καὶ κηρὸς
12. ἐμίχθη. κηρὸς μὲν ὡς ὕλη μόνον, ὥσπερ καὶ τοὔλαιον. εἰ
13. τὸ κοινὸν εἴη τοῦτο καὶ μὴ τὸ κίκινον ἢ τὸ παλαιόν. ἐμάθομεν
14. γὰρ ὅτι θερμαίνει ταῦτα καὶ διαφορεῖ. τερμινθίνη δὲ
15. ῥητίνη πρὸς τῷ τὴν ἐμπλαστρώδη σύστασιν ἐργάζεσθαι τῷ
16. φαρμάκῳ, τοῦ κηροῦ μόνου μὴ δυναμένου τοῦτο ποιῆσαι,
17. καὶ μαλακτικὸν ἔχει τι καὶ διαφορητικὸν καὶ ῥυπτικόν. ἔχοντος
18. δὲ καὶ λιβανωτοῦ ταῦτα προσείληφεν ἡ μάννα στυπτικὴν
19. ὅλην τὴν δύναμίν τε καὶ ποιότητα. καλοῦσι γὰρ οὕτως
1. τὸ ἀπόσεισμα τοῦ λιβανωτοῦ μετέχον τι βραχὺ καὶ τοῦ
2. φλοιοῦ, ξηραντικὴ δὲ ἱκανῶς ἐστι καὶ ἡ ἄσφαλτος ἢ ὁ ἄσφαλτος,
3. ὁποτέρως ἂν ἐθέλῃς καλεῖν, εἰς ἐμπλάστρου σύνθεσιν
4. ἐπιτήδειον φάρμακον. καὶ ταῦτα μὲν οὖν ἦν αὐτάρκη πρὸς
5. τὴν τῆς ἐμπλάστρου σύνθεσιν. ἰσχυρὰν δὲ δύναμιν ἔχοντα
6. φάρμακα μῖξαι προθέμενος ὁ συνθεὶς τὴν ἔμπλαστρον ταύτην
7. ἰόν τε καὶ ὄξος αὐτοῖς προσέθηκε, τέμνειν καὶ διαβιβρώσκειν
8. καὶ μέχρι τοῦ βάθους τῶν σωμάτων αὐτά
9. τε φέρεσθαι καὶ τοῖς ἄλλοις ποδηγεῖν ἱκανά. μίγνυται δὲ
10. ταῦτα τοῖς διαφορητικοῖς ἕνεκα τοῦ προλεπτύνειν τὰς ἐν τοῖς
11. θεραπευομένοις μέρεσι παχείας ὑγρότητας. ὑπόλοιπον, οὖν
12. ἐστιν εἰπεῖν τι καὶ περὶ τοῦ ψιμυθίου, ὅπερ ὅτι μὲν ὡς
13. εἰς ἐμπλαστροποιΐαν ἐπιτήδειον, οὐχ ὡς αὐτό τι συμπρᾶξον
14. ἔμιξεν· εὔδηλόν ἐστιν. ἐγὼ δ’ ἂν τὴν λιθάργυρον ἐμεμίχειν
15. μᾶλλον, ἐμπλαστικόν τε γάρ ἐστι καὶ ψυκτικόν. τὸ δὲ ψιμύθιον,
16. εἰς ἄλλα μέν τινα χρήσιμον ὑπάρχον, εἰς δὲ τὴν τῆς
17. προκειμένης ἐμπλάστρου δύναμιν οὐδὲν συντελεῖ.

18. Ἡ τοῦ Ἀζανίτου πολύχρηστός
19. ἐστι καὶ ἔνδοξος. περὶ αὐτῆς δὲ γράφει ὁ Ἥρας οὕτως. ἡ
1. τοῦ Ἀζανίτου. ♃ πίσσης ξηρᾶς γο α΄. κηροῦ γο γ΄.
2. στέατος ὑείου γο γ΄. στέατος ταυρείου γο γ΄. οἰσύπου γο γ΄.
3. ῥητίνης πευκίνης γο ε΄. ποιεῖ πρὸς τὰ κακοήθη πάντα, γαγγραίνας,
4. σύριγγας, πρόσφατα τραύματα, πυρίκαυτα, περιψυγμοὺς,
5. ὡς ἄκοπον. ἔστι δὲ καὶ πεσσὸς μαλακτικός. ἁρμόττει
6. δὲ καὶ πρὸς τὰ ἐν ὑστέρᾳ ἕλκη, φύματα, παρωτίδας. ὅταν
7. κοῖλα ᾖ τὰ ἕλκη, πλείονι χρῶ τῷ φαρμάκῳ, ὅταν δὲ πρὸς
8. ἐπούλωσιν, ἔλαττον. ἰδίωμα δὲ τοῦ φαρμάκου ἐπίπαγον ῥυπώδη
9. ποιεῖν. ποιεῖ καὶ ἐπὶ τῶν ὀφθαλμιώντων ἐπὶ βλεφάρων
10. ἐπιτιθεμένη. ἀντιπαθές ἐστι τὸ ἔλαιον τῷ φαρμάκῳ,
11. διὸ φυλάττου. ὅταν δὲ σκευάζῃς, βάλλε πίσσαν, κηρὸν, ταύρειον
12. στέαρ. ὅταν δὲ τακῇ, ὕειον, εἶτα ῥητίνην, ἔσχατον οἴσυπον
13. ψύξας. τὸ δὲ ὅλον πυρὶ καὶ μὴ φλογὶ τῆκε. μάλιστα
14. δὲ ποιεῖ ἐφ’ ὧν ἡ πληγὴ περὶ τὰ νεῦρα ἢ μῦν ἐστι καὶ ἐπὶ
15. κακοήθων.

16. Ἡ τοῦ Ἁλιέως ἔνδοξός
17. τε καὶ πολύχρηστος οὐδὲν ἧττον τῶν πρόσθεν οὕτως
1. ὑπὸ τοῦ Ἥρα γεγραμμένη. ἡ τοῦ Ἁλιέως πρὸς τὰ παλαιὰ
2. καὶ δυσκατούλωτα. ἔστι δὲ καὶ διαφορητικὴ καὶ μάλιστα
3. ἐπὶ τῶν περὶ μαστοὺς σκληριῶν. χρώμεθα δ’ αὐτῇ ὡς καλλίστῃ
4. πρὸς τὰ πλεῖστα. κηροῦ μνᾶ α΄. λιθαργύρου μνᾶ α΄.
5. μάννης δραχ. η΄. τερμινθίνης δραχ. η΄. χαλβάνης δραχ. η΄. Σινωπίδος
6. δραχ. η΄. ἐλαίου παλαιοῦ κο. β΄. τὸ ἔλαιον καὶ τὴν λιθάργυρον
7. ἕψε, ἕως ἀμόλυντον γένηται, εἶτα κηρὸν, ῥητίνην. καὶ
8. τακέντων αὐτῶν ἄρας ἀπὸ τοῦ πυρὸς μίσγε Σινωπίδα, χαλβάνην,
9. εἶτα τὴν μάνναν. αὕτη ποιεῖ καὶ πρὸς τὰς τῶν θαλασσίων
10. πληγὰς ἄκρως. ἐχρησάμην γέ τοί ποτε αὐτῇ ἐπί
11. τινος ἀπὸ τρυγόνος θαλασσίας πεπληγότος καὶ πάνδεινα πάσχοντος
12. καὶ δαιμονίως ἐποίησεν, ὁμοίως καὶ ἐπὶ ἐπὶ σκορπιοδήκτων.
13. ταῦτα μὲν ὁ Ἥρας ἔγραψεν. ἐφεξῆς δὲ τὰ Κρίτωνος
14. ἴδωμεν.

Cliquer un n° de page pour en afficher l’image