15.
16. Ὁ μὲν Ἥρας ἓν βιβλίον ἐποιήσατο τῆς τῶν φαρμάκων συνθέσεως,
17. ἐπιγεγραμμένον νάρθηκα. πέντε δὲ τοιαῦτα σώζεται
18. τοῦ Κρίτωνος ἔξωθεν τῶν κοσμητικῶν. ἐν δὲ τῷ τετάρτῳ
1. τῶν πέντε τούτων τὰς ὁμοειδεῖς ταῖς γεγραμμέναις ἐμπλάστροις
2. διέρχεται, τινὰς μὲν, ὥσπερ ὁ Ἥρας, κατὰ πᾶν ὡσαύτως
3. ἐχούσας. τινὰς δὲ ἔξωθεν, ὧν ὁ Ἥρας οὐκ ἐμνημόνευσεν,
4. ἃς νῦν ἐφεξῆς γράψω, μετὰ τοῦ καὶ εἴ τινος τῶν ὑφ’
5. Ἥρα γεγραμμένων μνημονεύοι διαφερόντως μὴ παραλιπεῖν,
6. ὥσπερ ἐπὶ τῆς Ἱκεσίου φαίνεται πεποιηκώς. ἄλλους γὰρ
7. ἔγραψε σταθμοὺς καὶ μέτρα τῆς ἐμπλάστρου ταύτης ὁ Κρίτων,
8. ὥσπερ καὶ ἄλλοι τινὲς, οὐ τὰς αὐτὰς τῷ Ἥρᾳ.
9. ἄρξομαι τοιγαροῦν ἀπὸ τῆς πρώτης Ἱκεσίου, διαπεφωνημένης
10. αὐτῆς κατὰ τὸν σταθμὸν τῶν ἁπλῶν φαρμάκων, ἐξ ὧν
11. συντιθέασι τὴν ἔμπλαστρον.
12. Περὶ τῆς Ἱκεσίου κατὰ λέξιν ὁ Κρίτων
13. οὕτως ἔγραψεν. Ἱκεσίου πρὸς πᾶν τραῦμα, πρόσφατον, παλαιὸν,
14. πρὸς θλάσματα, στρέμματα, κατάγματα, πρὸς φλεγμονὰς
15. καὶ πάντα πόνον, ἄπονον γὰρ εὐθέως ποιεῖ πρὸς ἀποστήματα,
16. φύματα, χοιράδας, ἄνθρακας, παρωτίδας, φύγεθλα,
17. κονδυλώματα, λειχῆνας, ἥλους μελανίας, αἱμοῤῥοΐδας φλεγμαινούσας,
18. σύριγγας, πυρίκαυτα, ἀνιεμένη μυρσίνῳ ἢ ῥοδίνῳ
1. πρὸς ἕλκη, σκόλοπας, ἀκίδας, κυνόδηκτα, ἀνθρωπόδηκτα, θηρίων
2. πληγὰς καὶ ἴσχαιμος χρῶ καὶ ἀντὶ μαλάγματος πρὸς
3. πάντα, ἔλαιον δὲ μὴ πρόσαγε καὶ ἀνακόλλημα ἐπ’ ὀφθαλμιώντων
4. ἐν ὀθονίῳ. ἔστω δὲ ἀεὶ τὰ σπλήνια μείζονα. ποιεῖ
5. καὶ ἐπὶ ὑδρωπικῶν. ♃ γῆς ἀμπελίτιδος, ἀσφάλτου, λιθαργύρου,
6. ἀνὰ μνᾶς β΄. κηροῦ, λιβανωτοῦ, τερμινθίνης, προπόλεως
7. ἀνὰ μνᾶς S". χαλβάνης, σχιστῆς ἀνὰ μνᾶς ε΄. σμύρνης,
8. κηκίδος, ἴρεως ἀνὰ δραχ. ιβ΄. χαλκίτεως δραχ. στ΄. μέλιτος κο. β΄.
9. ἐλαίου ὀμφακίνου χοᾶς β΄. τινὲς δὲ κο. β΄. ἕψε ἀμπελῖτιν,
10. ἄσφαλτον, λιθάργυρον σὺν τῷ ἐλαίῳ, προχυλώσας, ὡς λεῖα
11. γενέσθαι. ἕψε δὲ ἐπὶ μαλακοῦ πυρὸς, κινῶν σπάθῃ δᾳδίνῃ
12. ἀδιαλείπτως, ὥστε μὴ ὑποκαθίσαι, τάχιστα γὰρ κατακαίεται.
13. τὰ δὲ τηκτὰ ἐν ἑτέρῳ ἀγγείῳ τῆξον, προεψήσας κατ’ ἰδίαν
14. τὸ μέλι, ὥστε συστραφῆναι, καὶ μῖξον τοῖς ἐν τῷ κακάβῳ
15. καλῶς συστραφεῖσι. πάλιν γὰρ ἀναλύεται τούτων προβληθέντων,
16. εἶτα τὰ ξηρὰ ἔμπασσε ψύξας ποσῶς, τελευταῖον τὸν
17. λιβανωτὸν καὶ ἑνώσας χρῶ. ταύτην τὴν γραφὴν ἔλαβον παρὰ
1. Ἡροδότου. ταῦτα μὲν ἔγραψεν ὁ Κρίτων περὶ τῆς Ἱκεσίου.
2. φαίνεται δὲ διαφερόμενος τῷ Ἥρᾳ περὶ τῆς συμμετρίας τῶν
3. ἁπλῶν φαρμάκων, ἐξ ὧν ὅλη σύγκειται. καὶ τῆς διαφωνίας
4. ἡ μέν τις ἐστὶ σαφὴς, ἡ δὲ δυσεπίκριτος. ὁ μὲν γὰρ Ἥρας
5. καλῶς ποιῶν τὸν σταθμὸν ἁπάντων τῶν φαρμάκων εἰς δραχμὰς
6. ἀνῆγεν, ὁ δὲ Κρίτων τὴν μὲν ἀμπελῖτιν γῆν καὶ τὴν
7. ἄσφαλτον καὶ τὴν λιθάργυρον οὐ κατὰ τὸν τῶν δραχμῶν
8. σταθμὸν ἔγραψεν, ἀλλὰ μνᾶς β΄. ἑκάστης αὐτῶν ἠξίωσεν
9. ἐμβάλλειν. διαπεφώνηται δὲ τοῖς περὶ τῶν σταθμῶν καὶ μέτρων
10. γράψασιν, ὁπόσος ἐστὶν ὁ τῆς μνᾶς σταθμὸς, ἐνίων
11. μὲν ἑκκαίδεκα λεγόντων οὐγγιῶν εἶναι τὴν μνᾶν, ἐνίων δὲ
12. εἴκοσι, ἐνίων δὲ καὶ διοριζομένων, καὶ τὴν μὲν Ἀλεξανδρικὴν
13. εἴκοσι φασκόντων εἶναι οὐγγιῶν, τὴν δὲ ἄλλην ἑκκαίδεκα, καὶ
14. τοῦτο μὲν ἔτι μικρότερον. ἀλλὰ τῶν εἰς δραχμὰς ἀναγόντων
15. τὴν μνᾶν εἰσὶν οἵ φασιν ἑκατὸν εἷναι δραχμῶν τὴν μνᾶν,
16. ἔνιοι δὲ πλειόνων, ἐπειδὴ καὶ τὴν οὐγγίαν οἱ πλεῖστοι μὲν
17. ἑπτὰ καὶ ἡμίσεος δραχμῶν εἶναί φασιν, ἔνιοι δὲ ζ΄. μόνον,
18. ἕτεροι δὲ η΄. τούτων οὖν οὕτως ἐχόντων, πόσων δραχμῶν
1. χρὴ λογίσασθαι τὴν ὑπὸ τοῦ Κρίτωνος ἐγγεγραμμένην μνᾶν
2. εἶναι χαλεπὸν εὑρεῖν. φαίνεται δὲ καὶ ἐν ἄλλοις μὲν δραχ. ρ΄.
3. ὁ βουλόμενος εἶναι τὴν μνᾶν. καὶ εἴπερ τοῦτο οὕτως ἔχει,
4. κατὰ τὸ διπλάσιον χρὴ νοεῖν τῆς Ἱκεσίου τὴν σύνθεσιν γεγράφθαι
5. παρ’ αὐτοῦ, τοῦ μὲν Ἥρα γράψαντος περὶ τῶν
6. τριῶν τούτων φαρμάκων τῶν πρώτων, τῆς δὲ γῆς τῆς ἀμπελίτιδος
7. καὶ τῆς ἀσφάλτου καὶ τῆς λιθαργύρου ἑκατὸν
8. ἑκάστου δραχμὰς τὸ βάρος, εἰς σ΄. δὲ τοῦ Κρίτωνος ἀνάγοντος.
9. ἴδωμεν οὖν εἰ τὰ ἐφεξῆς ὁμολογεῖ τῷ διπλασίῳ, τινὰ
10. μὲν γὰρ φαίνεται, τινὰ δ’ οὔ. μνημονεύει δὲ μετὰ τὰ τρία
11. τὰ πρῶτα, κηροῦ, λιβάνου, τερμινθίνης καὶ προπόλεως, ἀξιῶν
12. ἑκάστου μνᾶς S". βάλλεσθαι, τουτέστι δραχ. ν΄. προὐθέμεθα
13. γὰρ ὡς δραχ. ρ΄. τῆς μνᾶς οὔσης, οὕτως γεγράφθαι τὴν
14. συμμετρίαν, ἀλλ’ εἴπερ οὕτως ἔχει τοῦτο, κατὰ μὲν τὸν λιβανωτὸν
15. ἀντὶ τῆς μάννης δηλονότι γεγραμμένον, ὁμολογία
16. γενήσεται τῷ Κρίτωνι πρὸς τὸν Ἥραν. ὡσαύτως δὲ καὶ
17. κατὰ τὴν πρόπολιν, οὐ μὴν κατά γε τὴν τερμινθίνην. ἐχρῆν
18. γὰρ εἴκοσι καὶ δραχ. ε΄. ὑπὸ τοῦ Κρίτωνος γεγράφθαι, τοῦ γε
1. Ἥρα γράψαντος δέκα καὶ β΄. καὶ ἡμίσειαν. ἐν δὲ τῷ κηρῷ
2. μεγίστη διαφωνία τοῖς ἀνδράσιν ἐγένετο, μηδ’ ὅλως ἐμβαλόντος
3. κηρὸν τοῦ Ἥρα. μεμαθήκαμεν γὰρ τὴν τοῦ κηροῦ
4. δύναμιν μετρίως μαλακτικήν. ἐφεξῆς δὲ παρὰ τῷ Κρίτωνι
5. γέγραπται. χαλβάνης, σχιστῆς ἀνὰ μνᾶς τέταρτον, συμφωνοῦντος
6. ἐν τούτῳ τἀνδρὸς τῷ Ἥρᾳ. τὸ γὰρ τέταρτον
7. τῆς μνᾶς ὑποκειμένης δραχ. ρ΄. εἶναι, γίγνοιντ’ ἂν εἴκοσι καὶ
8. ε΄ δραχ.. διπλάσιον δέ εἰσιν αὗται τῶν ὑπὸ τοῦ Ἥρα γεγραμμένων
9. ιβ΄. καὶ ἡμισείας. ἀποχωρήσας δὲ τοῦ τῆς μνᾶς ὀνόματος
10. ἐν τοῖς ἐφεξῆς ὁ Κρίτων, σμύρνης καὶ κηκίδος καὶ
11. ἴρεως τῶν τριῶν ἀνὰ δραχ. ιβ΄. κελεύει μιγνύναι τοῖς προειρημένοις,
12. ὁμολογῶν ἐν τούτῳ τῷ Ἥρᾳ. ἓξ γὰρ ἐκεῖνος ἐκέλευσεν
13. ἑκάστου βάλλειν. ἐφεξῆς δὲ πάλιν ὁ Κρίτων γέγραφε
14. χαλκίτεως δραχ. στ΄. οὐ μικρὸν διαφερόμενος ἐνταῦθα τῷ Ἥρᾳ.
15. διπλασίων γὰρ πάντων ὄντων ἐχρῆν καὶ τὴν χαλκῖτιν οὐχ
16. ἓξ δραχμὰς, ἀλλὰ πεντεκαίδεκα γεγράφθαι, τοῦ γε Ἥρα γεγραφότος
17. ζ΄. καὶ ἡμίσειαν. ἐν μέντοι τῷ μέλιτι συμφωνοῦσιν
18. οἱ ἄνδρες, τοῦ μὲν Ἥρα γράψαντος κοτύλην α΄. τοῦ δὲ
1. Κρίτωνος γράψαντος κοτύλας β΄. λοιπὸν δὲ περὶ τοῦ ἐλαίου
2. ζήτησις οὐ σμικρὰ γένοιτ’ ἂν ἡμῖν, οὐ μόνον κατὰ τοὺς
3. δύο τούτους ἄνδρας, ἀλλὰ καὶ κατ’ ἄλλους τῶν γραψάντων
4. τὸ φάρμακον, ὡς ἐφεξῆς ἐροῦμεν. οὗτοι δ’ οὖν κατὰ
5. τοῦτο διαφέρονται πρὸς ἀλλήλους. ὁ μὲν γὰρ Ἥρας ἔγραψεν
6. ἐλαίου ὠμοτριβοῦς κοτύλας στ΄. ἄμεινον γὰρ οὕτως γράφειν
7. ἢ ὥς τινες ἔγραψαν κυάθους στ΄. ἀξιοῦντός γε κατὰ
8. τὴν ἕψησιν τοῦ Ἥρα τὴν λιθάργυρον καὶ τὴν ἄσφαλτον
9. καὶ τὴν γῆν τὴν ἀμπελῖτιν, ἡμίεφθα ποιήσαντα, τηνικαῦτα
10. τῶν ἄλλων ἕκαστον ἐμβάλλειν. ἡμίεφθα δὲ οὐκ ἂν γένοιτο
11. κυάθων στ΄. ἐμβληθέντων. ἴσμεν γὰρ εἰς τὰς δραχ. ρ΄. τῆς λιθαργύρου
12. πολλοὺς πολλάκις τῶν φάρμακα συντιθέντων ἀνδρῶν
13. ἀξιοῦντας ἐμβάλλεσθαι κοτύλας β΄. καὶ ἤδη καὶ πᾶν
14. τοῦτο πρόσθεν εἶπον ἐν τῷ α΄. τῶνδε τῶν ὑπομνημάτων
15. ὡς ἐγχωρεῖ καὶ τῶν μεταλλικῶν οὐγγίας θ΄. τὴν κοτύλην
16. εἶναι, καθάπερ τινὲς ᾠήθησαν. ἐγχωρεῖ δὲ καὶ ιβ΄. συμβάλλειν,
17. ὡς ἄλλοι κελεύουσιν εὖ εἰδότες, εἰ μὲν μὲν ἐπὶ πλέον
18. ἑψηθείη τὸ φάρμακον, ἔσται δὲ τοῦτο πλέονος ἐμβληθέντος
1. ἐλαίου, ξηραντικώτερον αὐτὸ γενήσεσθαι, εἰ δὲ ταχέως ἀπὸ
2. τοῦ πυρὸς ἀρθείη, διὰ τὴν ὀλιγότητα τοῦ ἐλαίου ξηραντικώτερον
3. μὲν ἧττον αὐτὸ γενήσεσθαι, μαλακτικώτερον δὲ καὶ
4. παρηγορικώτερον, ὥστε τοὺς μὲν ἓξ κυάθους παντάπασιν
5. ἀποβλητέον, ἓξ δὲ κοτύλας οὐγγίας θ΄. μίαν ἑκάστην ἐμβλητέον.
6. εἰ δ’ ἐπὶ πλέον ἑψῆσαι βούλοιο τὸ φάρμακον, ὡς γενέσθαι
7. ξηραντικώτερον, οὐδὲν κωλύει καὶ τὰς τῶν οὐγγιῶν
8. ιβ΄. κοτύλας ἐμβληθῆναι. γεγραμμένων οὖν ἓξ κοτυλῶν παρὰ
9. τοῦ Ἥρα, δῆλον ὅτι ιβ΄. τὸν Κρίτωνα τὰς κοτύλας ἐχρῆν
10. ἐμβάλλειν, ἵνα καὶ κατὰ τοῦτο διπλάσιον ᾖ τὸ μέτρον, ὡς
11. ἐπὶ τῶν ἄλλων. ἀλλὰ γέγραπταί γε παρ’ αὐτῷ ἐλαίου
12. ὀμφακίνου χόες δύο. πάλιν κᾀνταῦθα καταγνωστέον τῶν
13. γραψάντων κοτύλας β΄. τὸν μὲν οὖν χρέα, εἰ μὲν ἓξ κοτυλῶν
14. ἀριθμοίημεν, ἡ συμφωνία μένει τοῖς ἀνδράσιν, εἰ δ’
15. οὐ κο. στ΄. ἀλλὰ ξε. στ΄. οὐ μικρὰ διαφωνία γενήσεται. πολὺ
16. γὰρ ἔσται τὸ πλῆθος ὡς πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν,
17. εἴ τις ἐμβάλλοι ξε. ιβ΄. ἐλαίου. ταῦτα μὲν ἐν τῷ παρόντι
18. περὶ τῆς Ἥρα καὶ Κρίτωνος ἐν τῷ προκειμένῳ φαρμάκῳ
1. διαφωνίας. ὅταν δὲ ἐπὶ τὸν Ἀνδρόμαχον ἔλθωμεν, εἰρήσεταί
2. τι καὶ περὶ τῆς ἐκείνου πρὸς ἀμφοτέρους αὐτοὺς
3. κατὰ τινὰ μὲν ὁμολογίας, κατὰ τινὰ δὲ διαφωνίας.
4. Τὴν μὲν ἴσιν ἔγραψε καὶ οὗτος,
5. ὥσπερ καὶ ἄλλοι σχεδὸν ἅπαντες. ἐπεὶ δὲ ἐπιμελέστερον ἥ τε
6. χρῆσις αὐτῆς ὅλη καὶ ἡ σκευασία παρὰ τούτῳ γέγραπται,
7. μετὰ τοῦ καὶ διαφωνεῖν βραχέα πρὸς τὸν Ἥραν, ἔδοξέ μοι
8. καὶ τὰ ὑπὸ τούτου γεγραμμένα κατὰ λέξιν ὑπογράψαι. ἡ
9. ἴσις, ἥν τινες Ἐπιγόνου καλοῦσι, ποιοῦσα, ἄκρατος μὲν πρὸς
10. λεπίδων ἀποστάσεις καὶ ἀναπλεύσεις ὀστέων παχείας, ἔμμοτος
11. δὲ καὶ σπλήνιον ἐπιτιθεμένη καὶ πρὸς σκόλοπας καὶ θηρίων
12. πάντων πληγάς τε καὶ δήγματα καὶ πρὸς πάσας τὰς
13. ὑπὸ σιδήρου γινομένας ἐν πολέμοις τε καὶ ἄλλως νύξεις τε
14. καὶ τρώσεις θεραπεύει καὶ σύριγγας ἐπιτιθεμένη καὶ κολλύριον
15. ἐντιθεμένη, ἐκτυλοῦσα καὶ παρακολλῶσα ταῦτα, καὶ κεκραμένη
16. δὲ αὕτη πρὸς πᾶν τραῦμα ἔμμοτον καὶ σπλήνιον
17. ἐπιτιθεμένη καὶ πρὸς τὰ κακοήθη καὶ χρόνια καὶ ὑπ’ ἄλλων
18. κατεφθαρμένα, ἐφ’ ὧν προαναξέων τῷ φαρμάκῳ χρῶ τῇ
1. κεκραμένῃ. ποιεῖ δὲ θαυμαστῶς καὶ πρὸς τὰς παρακολλήσεις
2. τῶν κόλπων, ἕως ἂν ὦσι μεγάλοι. ἐξικμάζουσα γὰρ καὶ παρακολλῶσα
3. τούτους εὐθετεῖ καὶ ἔμμοτος καὶ κεκραμένη καὶ
4. ἄκρατος, ἐφ’ ὧν ὑπεκτῆξαι θέλομεν ἀδένας τινὰς ἢ ὑμένας
5. ἐγκειμένους. χρῶ δὲ καὶ πρὸς τὰ κατάγματα σὺν τραύματι
6. καὶ χωρὶς τραύματος. πωροῖ γὰρ τάχιστα καὶ σφίγγει τὰ
7. πεπονθότα. καὶ ἐφ’ ὧν δ’ ἄλλο μάλαγμα οὐ ποιεῖ, αὕτη
8. ἀκριβῶς ποιεῖ, ὄνυχάς τε ἐκ προσκόμματος σεσαλευμένους ἢ
9. πήσσει ἢ ἐκτινάσσει καὶ ὀδόντας ἐκ πληγῆς κεκινημένους
10. πήσσει, καὶ καθόλου μύριά ἐστιν ἐφ’ ὧν ποιεῖ διαφόρως
11. ἀγομένη. ἔστι δὲ καὶ ἡ ἀνειμένη αὕτη τῆς ἀκράτου μέρος
12. ἓν, κηρωτῆς μέρη β΄. ἐνίοτε καὶ ἔτι μᾶλλον ἐξανειμένη. τριβῆς
13. δὲ εἰς τοῦτο καὶ γυμνασίας δεῖ. γίνεται γὰρ ἡ κηρωτή
14. ποτε καὶ διὰ πιτυΐνης ῥητίνης, ἡ δὲ σύνθεσις, ἀμμωνιακοῦ
15. θυμιάματος δραχ. η΄. ἰοῦ ξυστοῦ δραχ. η΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. η΄.
16. λεπίδος χαλκοῦ δραχ. η΄. χαλκοῦ κεκαυμένου δραχ. η΄. στυπτηρίας
17. στρογγύλης δραχ. στ΄. ἀριστολοχίας δραχ. η΄. λιβάνου δραχ. η΄. σμύρνης
1. δραχ. ιβ΄. ἀλόης δραχ. ιβ΄. χαλβάνης δραχ. ιβ΄. κηροῦ η΄. ῥητίνης
2. κολοφωνίας δραχ. στ΄. ἔνιοι δὲ τερμινθίνης τὸ αὐτό. ἐλαίου
3. παλαιοῦ κο. β΄. ὄξους κο. β΄. Ἐπίγονος δὲ καὶ δρακοντίου
4. ῥίζης χυλοῦ δραχ. ιβ΄. καὶ πρασίου χυλοῦ δραχ. ιβ΄. καὶ σέρεως
5. χυλοῦ δραχ. η΄. πάντα κόψας καὶ σήσας ἐπιμελῶς βάλλε εἰς
6. θυείαν καὶ κατ’ ὀλίγον ἐν ἡλίῳ παράχει τὸ ὄξος, ἕως οὗ
7. λειοτριβῶν ἐξαναλώσει ὅλον τὸ ὄξος. καὶ λείου γενομένου
8. τὰ τηκτὰ τήξας καὶ ψύξας, ξύσας τε ἐπιμελῶς πρόσβαλλε τοῖς
9. ἐν τῇ θυείᾳ καὶ μαλάξας ἀνελοῦ. ταῦτα μὲν ὁ Κρίτων
10. ἔγραψεν, ἐγὼ δ’ αὐτὴν χωρὶς τοῦ τῆς σέρεως χυλοῦ σκευάσας,
11. ἀφελὼν δέ ποτε καὶ τὰς στυπτηρίας, ἐχρώμην ἐπὶ τῶν
12. νευροτρώτων ὁμοίως τῷ διὰ μεταλλικῶν ἐν τῷ περὶ τῶν
13. νευροτρώτων λόγῳ γεγραμμένῳ φαρμάκῳ. ἰσχυρότερον γὰρ
14. γίγνεται, ἢν ὄξει δριμυτάτῳ περικλυζομένη πάντοθεν ἀποκέηται
15. καὶ δι’ ἡμερῶν ὡς πεντεκαίδεκα μαλάττηται.
16. Ἔνδοξός τε ἅμα καὶ πολύχρηστός
17. ἐστιν· ἁρμόζει καὶ ταῖς διαθέσεσι τῶν ἑλκῶν ὑπὲρ ὧν
1. ὅλον ἐστὶ τοῦτο τὸ ὑπόμνημα γραφόμενον. οὕτω δὲ αὐτὴν
2. ὁ Κρίτων ἔγραψε κατὰ λέξιν. ἡ Μαχαιρίωνος ποιοῦσα πρὸς
3. πάντα πρόσφατα τραύματα, κολλῶσα καὶ ἀφλέγμαντα
4. τηροῦσα καὶ μάλιστα τὰ μετὰ θλάσεως. ἐπὶ δὲ λυσσοδήκτων
5. ἄκρως ἐπιτιθεμένη κατὰ πλέονος τόπου καὶ ἀλλασσομένη
6. συνεχέστατα καὶ λαμβανομένη καταπότιον, ὡς κυάμου μέγεθος
7. ἐπὶ ἡμέρας λ΄. πρὸς νομὴν πᾶσαν καὶ μάλιστα φαγεδαινικὴν
8. καὶ πρὸς τὰ ἐν ὠσὶ καὶ ἐν αἰδοίοις ἕλκη, ἐπί τε
9. τῶν ἐψιλωμένων ὀστέων σάρκα αὔξουσα καὶ πρὸς τὰ ἐν
10. ῥισὶν ἕλκη. ἔστι δὲ καὶ χλωρά. διίεται δὲ ῥοδίνῳ ἢ ὀμφακίνῳ.
11. ♃ ἀριστολοχίας στρογγύλης γο α΄. χαλβάνης γο α΄.
12. ὀποπάνακος οὐγγίαν α΄. ἰοῦ ξυστοῦ γο α΄. ἴρεως Ἰλλυρικῆς
13. γο α΄. ἀμμωνιακοῦ θυμιάματος οὐγγίαν α΄. σμύρνης οὐγγίαν
14. α΄. τερμινθίνης οὐγγίας ζ΄ S" . κηροῦ γο ζ΄ S". ἐλαίου ὀμφακίνου
15. γο ζ΄ S" . τὸ ἥμισυ τοῦ ἐλαίου μετὰ τοῦ ἰοῦ λειοτρίβει.
16. τὸ δὲ λοιπὸν μετὰ τοῦ κηροῦ καὶ τῆς τερμινθίνης ἕψε.
17. Καὶ αὕτη
1. τῶν ἐνδόξων τε καὶ πολυχρήστων ἐστὶ φαρμάκων. γράφει δὲ
2. περὶ αὐτῆς ὁ Κρίτων οὕτως. δυσραχῖτις, παραδόξως ποιοῦσα
3. ἐπὶ τῶν κόλπων τῶν περιτετυλωμένων καὶ συρίγγων ἐπιτιθεμένη.
4. ἐὰν δὲ στόμιον ᾖ, δυνάμενον παραδέξασθαι ὀθονίδιον
5. κεχρισμένον τῷ φαρμάκῳ ἐντίθει καὶ τάχιον ἐνεργήσει.
6. χρῶ δὲ τῇ δυνάμει ἐπὶ τῶν καθύγρων καὶ ῥευματικῶν καὶ
7. χρονίων διαθέσεων, διὰ τρίτης τὰ πολλὰ ἀλλάττων αὐτήν.
8. θαυμαστῶς δὲ ἐνεργεῖ καὶ ἐπὶ τῶν ποδαγρικῶν ἐν ἀρχῇ τοῦ
9. παροξυσμοῦ ἐπιπλασσομένη καὶ ἐκ πλάτους περιτιθεμένη, οἱ
10. καὶ ἀπολυέσθωσαν ἐπὶ τοὺς συνήθεις περιπάτους καὶ τὰς
11. τοῦ βίου χρείας δίχα βαλανείου, ἕως τῆς διὰ τρίτης καὶ ἐπί
12. τινας ἡμέρας ἐπιμενέτωσαν. οὐ γὰρ δίδωσι τῇ ὕλῃ πάροδον
13. εἰς ἐπίτασιν τοῦ πάθους. ἁρμόζει δὲ καὶ ἐπὶ παντὸς ἕλκους
14. πρὸς ἓξ μέρη κηρωτῇ μιγνυμένη. παλαιουμένη δ’ ἡ δύναμις
15. γίγνεται κρείσσων. ♃ στυπτηρίας στρογγύλης δραχ. η΄. λεπίδος
16. δραχ. ιβ΄. χαλκοῦ κεκαυμένου δραχ. δ΄. ἀριστολοχίας δραχ. θ΄. χαλβάνης
17. δραχ. ι΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ιβ΄. οἱ δὲ δραχ. ι΄. λιβάνου
18. δραχ. θ΄. σμύρνης δραχ. θ΄. στύρακος δραχ. α΄. μίσυος δραχ. γ΄. χαλκίτεως
1. δραχ. γ΄. σκίλλης ἐγκαρδίου δραχ. η΄. πίσσης ὑγρᾶς δραχ. δ΄.
2. ἴρεως Ἰλλυρικῆς δραχ. θ΄. οἱ δὲ δ΄. τερμινθίνης δραχ. ι΄. οἱ δὲ
3. δραχ. ζ΄. πιτυΐνης δραχ. ι΄. οἱ δὲ στ΄. κηροῦ δραχ. οε΄. ἐλαίου λίτρας
4. α΄ S". τινὲς δὲ καὶ μυελοῦ ἐλαφείου δραχ. η΄. ἄλλ. κ΄. τὴν
5. δὲ λεπίδα καὶ τὸν χαλκὸν καὶ τὸ μίσυ καὶ τὴν χαλκῖτιν καὶ
6. τὴν σκίλλαν προλειοτρίβει μετ’ ὄξους δριμυτάτου ἐν ἡλίω
7. ὡς λειωθῆναι. γενομένων δὲ λειοτάτων, ἀπόδος τὴν ἀριστολοχίαν
8. καὶ τὴν ἴριν. προκόψας δὲ ταῦτα καὶ λεπτοτρήτῳ
9. κοσκίνῳ σήσας, καὶ πάλιν περιχέας ὄξος λειοτρίβει, καὶ τοῦτο
10. ποίει ἐφ’ ὅσον τραχύτατος ἐμφαίνει, ἀφειδῶν τῆς τοῦ ὄξους
11. ἀναλώσεως. ἐπὰν δὲ λεῖα γένηται, βάλε τὴν στυπτηρίαν. καὶ
12. ταῦτα ποίει, ἄχρι καὶ αὕτη λειωθῇ. εἶτα τὴν σμύρναν, μεθ’
13. ἣν τὸν λιβανωτὸν, εἶτα τὸ ἀμμωνιακὸν καὶ μετὰ ταῦτα τὸν
14. στύρακα, εἶτα τὴν πίσσαν. πυρούσθω δὲ ταῦτα ἐν ἡλίῳ
15. θερμῷ, ὅπως κατεργασθῇ ἡ στύραξ. γενομένων δὲ πάντων
16. λείων καὶ σχόντων τὸ πάχος ῥυπῶδες καὶ γλοιῶδες τὸν κηρὸν
17. καὶ τὰς ῥητίνας καὶ τὸ ἔλαιον τήξας καὶ βραχὺ ἐκ τοῦ
1. ζέματος καταχέας τῆς χαλβάνης καὶ συνενώσας ταύτην, ἐν
2. θυείᾳ τρῖβε καὶ ψύξας ἐπ’ ὀλίγον ἐπίβαλλε τὰ τηκτὰ, τότε
3. καθεὶς τὴν χαλβάνην καὶ διαλύσας αὐτὴν, διήθησον εἰς ὀστράκινον
4. σκεῦος καὶ ἀναξύσας μίσγε τοῖς ἐν τῇ θυείᾳ.